« Ἡνίκα δ' ἂν εἰσῆλθε Μωϋσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τις πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον· Ἰδοὺ, σὺ λέγεις μοι· Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας· Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει· Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτόν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωϋσῆν· Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Καὶ εἶπεν· Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν· Ἐγὼ παρελεύσομαι πρότερος τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται. Καὶ εἶπε Κύριος· Ἰδοὺ, τόπος παρ' ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας· καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, ἕως ἂν παρέλθω. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, » καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· « Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσε· Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωϋσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιόν σου, Κύριε, συμπορεύθητι μεθ' ἡμῶν ἐνώπιος ἐνωπίῳ. » Μωϋσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παῤῥησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τις ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ Προφήτου προκοπή· ἀλλ' ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὤφθη πω αὐτῷ ὁμοίως τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων· « Εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. » Δι' οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο.
"And whenever Moses entered into the tent, the pillar of the cloud descended, and stood at the doors of the tent, and all the people stood and worshipped, each one from his tent. And the Lord spoke to Moses, face to face, as one might speak to his friend; and he departed into the camp; but his servant Joshua the son of Nun did not go forth out of the tent. And Moses said to the Lord: Behold, Thou sayest to me: Lead up this people, yet Thou hast not made known to me whom Thou wilt send with me; yet Thou hast said to me: I know you above all, and you have grace with Me. If, therefore, I have found grace before Thee, manifest Thyself to me; let me see Thee with knowledge, so that I may have found grace before Thee, and that I may know that this nation is Thy people. And He says: I Myself shall go before and give you rest. And he says to Him: Unless Thou Thyself goest with us, bring me not up from here. And how shall it be known that I have found grace with Thee, both I and Thy people, save by Thy going along with us? And both I and Thy people shall be glorified above all the nations, as many as are upon the earth. And the Lord said to Moses: Even this word for you, which you have spoken, I shall do; for you have found grace before Me, and I know you above all, and you have grace with Me. And he said: Show me Thine own glory. And He said: I shall pass by before in My glory, and I shall call in the name of the Lord before you; and I shall have mercy on whomsoever I have mercy, and shall have compassion on whomsoever I have compassion. And He said: You will not be able to see My face; for no man shall see My face and live. And the Lord said: Behold, a place by Me, and you shall stand upon the rock; and I shall cover over you with My hand, until I pass by. And I shall take away My hand, and then you shall see what is behind Me; but My face shall not appear to you," and what follows, to which it subjoins: "And the Lord descended in a cloud, and stood beside him there; and He called in the name of the Lord; and the Lord passed by before his face, and called: The Lord, the Lord God compassionate and merciful, long-suffering and abundant in mercy and true and keeping righteousness, showing mercy unto thousands, taking away iniquities and injustices and sins, and He will not clear the guilty, bringing the iniquities of fathers upon children, and upon children's children, unto the third and fourth generation. And Moses made haste and bowed down upon the earth and worshipped, and said: If indeed I have found grace before Thee, O Lord, go along with us face to face." Moses is recorded conversing with God with such boldness and freedom of speech as a man who is a friend might employ conversing with his own friend. And through these things no ordinary progress of the Prophet is shown; yet since the Lord on the one hand spoke to him face to face, while on the other hand He had not yet appeared to him in the same way as to Abraham and Isaac and Jacob, for this very reason he makes request, saying: "If indeed I have found grace before Thee, manifest Thyself to me, let me see Thee with knowledge." Through which he shows that God did not make His manifestations to him in the same way as His speaking to him.