Migne Reading Room

PG 22 · cols. 1008–1016 · Read from the page

Minor supplements to the Questions to Marinus

Minor supplements to the Questions to Marinus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:1008Read from the page
αʹ. Εὐσέβιος ἐν τοῖς πρὸς Μαρῖνον τοιάδε φησί· « Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ' ὅλον δι' ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνῃ τῇ τοῦ Θεοῦ θεραπείᾳ προσῳκειωμένον, καθ' ὑπερβολὴν ἔρωτος οὐρανίου. Οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τεθνάναι δοκοῦντες, τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων θεῷ· οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ' ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ Θεῖον ἐξιλεούμενοι, τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν· καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρόπος, τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς, ἀνθρωπινώτερος, καὶ τῷ πρώτῳ λίαν ἀσύγκριτος· ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευομένους, καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας, καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς, μετὰ τοῦ θεοσεβοῦς φροντίζειν. Οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. »
1. Eusebius, in his work To Marinus, speaks thus: "For indeed the Church of Christ ordains two ways and manners of life: the one surpassing nature and beyond common human polity, admitting neither marriages, nor the begetting of children, nor the possession of wealth, but altogether set apart from the common and customary conduct of worldly men and devoted solely to the service of God through an excess of heavenly love. For those who pursue this manner of life, appearing to have died to mortal life and bearing upon earth nothing save the body itself, while in mind their soul has been transported into the heavens, look down like heavenly beings upon human life, consecrated on behalf of the whole race to the God over all—not by sacrifices of oxen and blood, nor by libations and the savor of burnt fat, but by right doctrines of true piety, by the disposition of a purified soul, and furthermore by virtuous deeds and words; propitiating the Divinity by these, they accomplish their priestly ministry on behalf of themselves and their fellow human beings. Such, then, is the perfect and primary manner of life in accordance with Christianity. The second, however, which is lower, is more human and altogether incomparable with the first: it permits condescending even to chaste marriages and the begetting of children, caring for household management in accordance with justice, sets forth what is to be done even for those serving as soldiers, and provides for taking thought, along with godliness, for lands, commerce, and the rest of the more civic way of life. For these people too, seasons of ascetic practice and days for instruction and for hearing the divine oracles have been set apart, and a second rank of piety has been assigned to them, affording the benefit suited to such a life."
βʹ. Τοῦτο τὸ προφητικὸν ῥητὸν Μαλαχίου ἐστὶν, οὐχ Ἠσαῗου· γραφέως τοίνυν ἐστὶ σφάλμα, ὥς φησιν Εὐσέβιος ὁ Καισαρείας ἐν τῷ Πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας.
2. This prophetic saying belongs to Malachi, not to Isaiah; it is therefore a copyist's error, as Eusebius of Caesarea says in his work To Marinus concerning the apparent disagreement in the Gospels regarding the resurrection.
Notes, col. 1008

On the reading

Printed Ἠσαῗου, for Ἠσαΐου.

PG 22:1009Read from the page
γʹ. Οὐ γὰρ ἦν ἄξιός τις ἐν τῇ πόλει Ἰουδαίων, ὥς φησιν Εὐσέβιος κεφαλαίῳ ιγʹ Πρὸς Μαρῖνον, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, τὸν σταυρὸν βαστάσαι· ἀλλ' ὁ ἐξ ἀγροῦ, ὃς μηδὲν ἐπικεκοινώνηκε τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ.
3. For there was no one among the Jews in the city worthy, as Eusebius says in chapter 13 of To Marinus, to carry the cross, the trophy over the devil; rather, it was the man coming from the countryside, who had taken no part at all in the murderous guilt against Christ.
δʹ. Εὐσέβιος ὁ Καισαρεὺς, ὁ Παμφίλου προσαγορευόμενος, ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ τοῦ Σωτηρίου πάθους καὶ τῆς ἀναστάσεως Ζητήσεσι καὶ ἐπιλύσεσι, καὶ ταῦτα προὔθηκεν εἰς ἐξέτασιν, τὸ τὸν μὲν θεῖον εὐαγγελιστὴν Μάρκον ειπεῖν ὥραν εἶναι τρίτην καθ' ἣν ἐσταυρώθη Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν· τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ἕκτην ὥραν γράψαι προκαθεσθῆναι τὸν Πιλάτον ἐπὶ τοῦ βήματος ἐν τῷ λιθοστρώτῳ τῷ καλουμένῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα, παροραθὲν παρὰ τῶν ἐξ ἀρχῆς ἀπογραψαμένων τὰ Εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοιχείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦ δὲ ἐπισήμου τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν ἐχόντων πρὸς ἀλλήλους τούτων τῶν χαρακτήρων, κατὰ πλάνην τὸ γάμμα στοιχεῖον τὸ τῆς τρίτης ὥρας δηλωτικὸν, κυρτωθείσης τῆς ἀποτεταμμένης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν, τοῦ τε Ματθαίου καὶ Μάρκου, καὶ τοῦ Λουκᾶ συμφώνως λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας, πρὸ τοῦ γενέσθαι τὸ σκότος, ἐσταύρωτο, δηλαδὴ κατὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε· καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τὴν ὥραν τρίτην εἶναι ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων τὸ γάμμα μεταθέντων εἰς τὸ ἐπίσημον.
4. Eusebius of Caesarea, called the son of Pamphilus, in his Questions and Solutions to Marinus on the Passion and Resurrection of the Savior, also set forth these matters for examination: that the divine evangelist Mark said it was the third hour at which Christ our God and Savior was crucified, whereas John, the supreme theologian, wrote that at the sixth hour Pilate sat down on the judgment seat at the place called the Pavement and examined Jesus. And he says that this is a scribal error overlooked by those who originally copied the Gospels: for since the letter gamma signifies the third hour and the episemon the sixth, and since these characters bear a close resemblance to one another, by mistake the letter gamma, which indicates the third hour, when its straight line extended lengthwise became curved, passed over into the meaning of the episemon, which indicates the sixth hour. For since the three evangelists—Matthew, Mark, and Luke—harmoniously state that from the sixth hour darkness came over the whole land until the ninth hour, it is altogether evident that the Lord and God Jesus had been crucified before the sixth hour, before the darkness came, namely at the third hour, as Mark related; while John in like manner indicated that the hour was the third, and the copyists altered the gamma into the episemon.
εʹ. Ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ· ταύτην Εὐσέβιος ἐν τοῖς Πρὸς Μαρῖνον ἑτέραν λέγει Μαρίαν παρὰ τὴν θεασαμένην τὸν νεανίσκον· ἢ καὶ ἀμφότεραι ἐκ τῆς Μαγδαληνῆς ἦσαν.
5. He appeared first to Mary Magdalene: Eusebius, in his work To Marinus, says that this Mary was a different one from her who beheld the young man; or else both were from Magdala.
Notes, col. 1009

On the reading

Printed ειπεῖν, for εἰπεῖν.

PG 22:1012Read from the page
ϛʹ. Εὐσέβιός φησιν ὁ Καισαρείας, ὡς Μαρία μὲν ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου ἡτοίμασαν ἀρώματα· οὐχ αὗται δέ εἰσιν αἱ πρωῖ ἐλθοῦσαι ἀνατείλαντος τοῦ ἡλίου, ἀλλ' ἄλλαι ἀνώνυμοι· πολλαὶ γὰρ ἦσαν αἱ συναναβᾶσαι τῷ Σωτῆρι ἀπὸ τῆς Γαλιλαίας· ὅθεν οὐδὲ νύκτα παραγίνονται, ἀλλὰ πρωΐ· καὶ ἀκούσασαι ἀπαγγεῖλαι τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ, ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ· ὡς γὰρ μετὰ ἀνατολὴν ἡλίου ἐπιστᾶσαι οὐδὲ τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται· οὐδὲ οἷόν τε ἦν τὴν Μαγδαληνὴν μετὰ τοσαύτας θέας, ἡλίου ἀνατείλαντος, ἀπορεῖν καὶ ἀγνοεῖν τίς ἀποκυλίσει τὸν λίθον
6. Eusebius of Caesarea says that Mary Magdalene and Mary the [mother] of James prepared spices; yet these are not the women who came early when the sun had risen, but other unnamed ones; for many were the women who had gone up together with the Saviour from Galilee; whence neither do they arrive by night, but early; and having heard to report to the disciples and to Peter, they fled, and said nothing to anyone, for they were afraid; for since they came up after the rising of the sun they are not even counted worthy to behold the Saviour; nor was it possible for Magdalene after so many visions, when the sun had risen, to be in doubt and to be ignorant who will roll away the stone
ζʹ. Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Τρεῖς γοῦν τὰς πάσας Μαρίας τῷ πάθει τοῦ Χριστοῦ μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρώτην μὲν Θεοτόκον, δευτέραν δὲ τὴν ἀδελφὴν αὐτῆς Μαρίαν τὴν τοῦ Κλεωπᾶ, καὶ τρίτην τὴν Μαγδαληνήν· τινὲς δέ φασιν ἐξ αὐτῶν δύο εἶναι Μαγδαληνάς· μίαν μὲν, τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν, ταύτην δὲ εἶναι τὴν καὶ Μάρκῳ δηλουμένην, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· ὡς γὰρ οὔσης καὶ ἑτέρας, φησὶν, οὐ τοιαύτης Μαγδαληνῆς, ἐτήρησεν ὁ Μάρκος τοῦτο εἰπών· « Ἀναστὰς δὲ πρωῖ τῇ μιᾷ τῶν Σαββάτων ἐφάνη Μαρίᾳ πρῶτον τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. » Καὶ ταύτην ἴσως εἶναι τὴν ἀκούσασαν, Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ. Ει γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή· εἰ δὲ μίαν καὶ τὴν αὐτὴν Μαγδαληνὴν φήσειέν τις, καὶ οὕτως ἀληθεύοι ἂν τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν την Μαγδαληνὴν εἰσάγονται μὴ ἁπτομένην πρότερον τοῦ Κυρίου, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν μετὰ τῆς ἄλλης Μαρίας ὑπ' αὐτοῦ κελεύεται· ἐπειδὴ γὰρ ὡς Θεὸν αὐτὴν προσεκύνησεν ἔσχατον, καὶ οὐχ ὡς ἄνθρωπον, ὡς πρότερον ὅτε ἔκλαιε καὶ ἠπίστει.
7. Of Eusebius, from the books To Marinus. Three Marys in all, therefore, we find at the passion of Christ together with the other women: first the Mother of God, second her sister Mary the [wife] of Clopas, and third Magdalene; yet some say that of them there are two Magdalenes: one, her late on the Sabbath in Matthew, and another, her in John who came early in the morning to the tomb, and that this latter is also the one indicated by Mark, from whom He had cast out seven demons; for as there was also another Magdalene, he says, not of this sort, Mark observed this, saying: "Now having risen early on the first day of the week, He appeared first to Mary Magdalene, from whom He had cast out seven demons." And that this woman perhaps is the one who heard, Touch Me not, and not the one in Matthew. For even if ever so much that one also came from Magdala, yet divine Scripture does not charge the like things against her also; and if someone should say that there is one and the same Magdalene, even thus the sacred Gospels would speak truly, disagreeing on no account; for they introduce the same Mary Magdalene as not touching the Lord formerly, when she was weeping and disbelieving, and as touching Him when she is bidden by Him to rejoice together with the other Mary; since at last she worshipped Him as God, and not as a man, as formerly when she was weeping and disbelieving.
ηʹ. Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Περὶ δὲ τοῦ ἐπαπορεῖν πάλιν, πῶς παρὰ τῷ Ματθαίῳ εἰς τὴν Γαλιλαίαν ὦφθαι τὸν Κύριαν τοῖς μαθηταῖς ἐν τῷ ὄρει, παρὰ δὲ τῷ Ἰωάννῃ παρὰ τὴν θάλασσαν τῆς Τιβεριάδος, ἐροῦμεν ὅτι οὐ μόνον ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολλάκις ὦφθαι αὐτόν. Διὸ τετάρτην ὀπτασίαν οὐχ ἁμάρτοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν οὐ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐδὲ τοῖς ὀπτανομένοις, ἀλλ' ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγραψεν ὁ Ματθαῖος, εἰπών· « Οι δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ἰδόντες αὐτὸν προσεκύνησαν. » Καὶ μετὰ τοῦτο αὐκ
8. Of Eusebius, from the books To Marinus. And concerning the further difficulty again, how in Matthew the Lord is said to have appeared in Galilee to the disciples on the mountain, whereas in John beside the sea of Tiberias, we shall say that not only once and twice, but also many times He appeared. Wherefore you would not err in saying that the one in Matthew is the fourth vision, which Matthew recorded to have been made not beside the sea of Galilee, nor to those beholding, but on the mountain to the eleven, saying: "Now the eleven disciples went into the mountain where Jesus had appointed them; and having seen Him they worshipped." And after this not
Notes, col. 1012

On the reading

Printed Ει, for Εἰ.

Printed την, for τὴν.

Printed αὐτὴν, for αὐτὸν.

Printed Κύριαν, for Κύριον.

Printed Οι, for Οἱ.

Printed αὐκ, for οὐκ.

PG 22:1013Read from the page
ἂν σφαλείης εἰπὼν ὁμοῦ κατ' αὐτὸ συνηγμένοις αὐτοῖς τοῖς ἕνδεκα μαθηταῖς ἅμα καὶ τοῖς ἑβδομήκοντα ὦφθαι αὐτόν. Ὁ δὲ Ἀπόστολος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Κύριον μετὰ τὴν ἀνάστασιν ἱστορεῖ, λέγων· « Ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ. » Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἰερουσαλὴμ κρυπταζομένοις διὰ τὸν φόβον τῶν Ἰουδαίων, καὶ πρό γε πάντων ἀνδρῶν Σίμωνι τῷ Πέτρῳ, γυναικῶν δὲ ταῖς ἀμφὶ τὴν Μαγδαληνήν· ὅθεν καὶ ὁ Λουκᾶς φησι· « Δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος καὶ συναυλιζόμενος αὐτοῖς, τὰ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα. »
would you slip in saying that He appeared to the eleven disciples themselves gathered together in the same place at once with the seventy as well. And the Apostle records that the Lord was seen after the resurrection by even more than these, saying: "That He has been raised on the third day according to the Scriptures, and that He appeared to Cephas, then to the twelve; then He appeared to above five hundred brethren at once." Do you see how many times and to how many He appeared after the resurrection? Thus also to those hiding in Jerusalem because of fear of the Jews, and before all men indeed to Simon Peter, and of women to those around Magdalene; whence Luke also says: "Appearing through forty days and lodging with them, He was delivering the teachings of the kingdom of God."
θʹ. Εὐσεβίου ἐκ τοῦ πρὸς Μαρῖνον. Καὶ τὸ μὲν ὑπὸ Χριστοῦ ἐμπνευσθὲν Πνεῦμα ἅγιον ταῖς ἀποστόλοις, λυτικὸν καὶ συγχωρητικὸν ἦν πάσης ἁμαρτίας· τὸ δὲ ἐπηγγελμένον τὸ βαπτισθήσεσθαι αὐτοὺς ἐν ἁγίῳ Πνεύματι, καὶ μετασχεῖν δυνάμεως ἐνεργημάτων, ἐνεργητικῆς μὲν τῶν μελλόντων δι' αὐτῶν ἀποτελεῖσθαι θαυμάτων, ἐνστατικῆς δὲ καὶ καρτερικῆς τῶν μελλόντων αὐτοῖς ἐπανίστασθαι κινδύνων. Πρὸ γὰρ ταύτης τῆς δυνάμεως κηρύττειν αὐτοὺς τοῖς ἔθνεσιν οὐκ ἐβούλετο, ἀλλ' ἐκδέχεσθαι καὶ περιμένειν αὐτὴν ἐξ ὕψους μετασχεῖν. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος τὸ χάρισμα ἰδίως ἀφορίζων τῶν λοιπῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος ἐδίδασκε λέγων· « Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων. » Καὶ ἡ προφητεία φησί· « Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. » Ἧς δυνάμεως ὅτε μήπω μετεῖχον, ἠρνήσαντο αὐτὸν οἱ πάντες καὶ ἐσκανδαλίσθησαν κατὰ τὸν καιρὸν τοῦ πάθους· ὅτε δὲ μετέσχον αὐτῆς, πάντες ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις τε καὶ ὁμολογίαις διέπρεψαν· ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδοὺς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν λέγων, « Λάβετε Πνεῦμα ἅγιον. »
9. Of Eusebius, from the work To Marinus. And the Holy Spirit breathed by Christ upon the apostles was absolving and forgiving of every sin; whereas that which was promised was that they would be baptized in the Holy Spirit, and partake of a power of workings, effective indeed of the wonders about to be accomplished through them, and steadfast and enduring against the dangers about to rise up against them. For before this power He did not wish them to proclaim to the nations, but to await and tarry to partake of it from on high. And this gift the Apostle also, distinguishing it specially from the remaining workings of the Holy Spirit, taught, saying: "And to another workings of powers." And the prophecy says: "The Lord will give a word to those proclaiming good tidings with much power." Of which power when they did not yet partake, all denied Him and stumbled at the time of the passion; whereas when they partook of it, all shone forth in both testimonies and confessions on behalf of Christ; for the Lord, renewing man, and giving back again this grace which he lost from the inbreathing of God, breathed into the faces of the disciples, saying, "Receive the Holy Spirit."
ιʹ. Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ οὕτως ἐξηγεῖται τὸ προτεθὲν, ὅτι διαιρέσεις χαρισμάτων εἰσὶ κατὰ τὸν Ἀπόστολον, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ πάλιν· ἑκάστῳ δίδοται ἡ φανέρωσις πρὸς τὸ συμφέρον· « ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ
10. And Eusebius the [son] of Pamphilus in the epistle To Marinus thus explains what was set forth, that there are distributions of gifts according to the Apostle, yet the same Spirit. And again: to each is given the manifestation towards what is profitable: "For to one through the Spirit is given a word of wisdom, and to another a word of knowledge according to the same Spirit; to a different one faith in the same Spirit, to another workings of powers, to another prophecies, to another discernings of spirits, and to a different one
Notes, col. 1013

On the reading

Printed ταῖς, for τοῖς.

PG 22:1016Read from the page
γένη γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν μὲν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. » Σαφῶς γὰρ διὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος, πολλὰς εἶναι παρέστησε δυνάμεις, διαφόρων πραγμάτων ἐνεργητικάς. Ὅρα τοίνυν μήπως ἐνταῦθα ἐξουσίαν τινὰ μερικὴν καὶ χάριν πνευματικὴν δέδωκεν αὐτοῖς· οὐχ ὥστε νεκροὺς ἐγείρειν, καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφιέναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ καὶ συνάπτει λέγων, « Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, » καὶ τὰ ἐξῆς· δεικνὺς ὅτι τοῦτο τὸ εἶδος τῶν πνευματικῶν χαρισμάτων αὐτοῖς ἐδωρήσατο. Μετὰ δὲ τὴν ἀνάληψιν, αὐτὸ τὸ Πνεῦμα κατελθὸν, καὶ τῶν σημείων καὶ παντὸς ἑτέρου χαρίσματος τὰς δυνάμεις δὴ καὶ ἐνεργείας αὐτοῖς ἐχορήγησε. Διὰ τοῦτο ἐνταῦθα μὲν ἄνευ ἄρθρου εἶπε, « Λάβετε Πνεῦμα ἅγιον, » δηλῶν ὅτι μερικήν τινα τοῦ Πνεύματος ἐνέργειαν δίδωσιν αὐτοῖς· περὶ δὲ ἐκείνου φησί· « Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. »
kinds of tongues; and all these things one and the same Spirit works, distributing to each individually just as He wills." Clearly, then, through the one and the same Spirit He showed that there are many powers, effective of different things. See, therefore, whether perhaps here He has given them a certain partial authority and spiritual grace: not so as to raise the dead and do mighty works, but so as to forgive sins; for different are the gifts of the Spirit. Wherefore He also subjoins, saying, "If you forgive the sins of any, they are forgiven them," and what follows; showing that He bestowed upon them this kind of spiritual gifts. But after the ascension, the Spirit Himself having come down supplied to them the powers indeed and workings both of signs and of every other gift. On account of this, here indeed He said without the article, "Receive Holy Spirit," declaring that He gives them a certain partial working of the Spirit; whereas concerning that He says: "You shall receive power when the Holy Spirit has come upon you."