αʹ. Εὐσέβιος ἐν τοῖς πρὸς Μαρῖνον τοιάδε φησί· « Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ' ὅλον δι' ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνῃ τῇ τοῦ Θεοῦ θεραπείᾳ προσῳκειωμένον, καθ' ὑπερβολὴν ἔρωτος οὐρανίου. Οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τεθνάναι δοκοῦντες, τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων θεῷ· οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ' ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ Θεῖον ἐξιλεούμενοι, τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν· καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρόπος, τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς, ἀνθρωπινώτερος, καὶ τῷ πρώτῳ λίαν ἀσύγκριτος· ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευομένους, καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας, καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς, μετὰ τοῦ θεοσεβοῦς φροντίζειν. Οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. »
1. Eusebius, in his work To Marinus, speaks thus: "For indeed the Church of Christ ordains two ways and manners of life: the one surpassing nature and beyond common human polity, admitting neither marriages, nor the begetting of children, nor the possession of wealth, but altogether set apart from the common and customary conduct of worldly men and devoted solely to the service of God through an excess of heavenly love. For those who pursue this manner of life, appearing to have died to mortal life and bearing upon earth nothing save the body itself, while in mind their soul has been transported into the heavens, look down like heavenly beings upon human life, consecrated on behalf of the whole race to the God over all—not by sacrifices of oxen and blood, nor by libations and the savor of burnt fat, but by right doctrines of true piety, by the disposition of a purified soul, and furthermore by virtuous deeds and words; propitiating the Divinity by these, they accomplish their priestly ministry on behalf of themselves and their fellow human beings. Such, then, is the perfect and primary manner of life in accordance with Christianity. The second, however, which is lower, is more human and altogether incomparable with the first: it permits condescending even to chaste marriages and the begetting of children, caring for household management in accordance with justice, sets forth what is to be done even for those serving as soldiers, and provides for taking thought, along with godliness, for lands, commerce, and the rest of the more civic way of life. For these people too, seasons of ascetic practice and days for instruction and for hearing the divine oracles have been set apart, and a second rank of piety has been assigned to them, affording the benefit suited to such a life."
βʹ. Τοῦτο τὸ προφητικὸν ῥητὸν Μαλαχίου ἐστὶν, οὐχ Ἠσαῗου· γραφέως τοίνυν ἐστὶ σφάλμα, ὥς φησιν Εὐσέβιος ὁ Καισαρείας ἐν τῷ Πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας.
2. This prophetic saying belongs to Malachi, not to Isaiah; it is therefore a copyist's error, as Eusebius of Caesarea says in his work To Marinus concerning the apparent disagreement in the Gospels regarding the resurrection.