Migne Reading Room

PG 21 · cols. 1340–1349 · Read from the page

Preparation for the Gospel, Book XV

Preparation for the Gospel, Book XV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1340Read from the page
καὶ προπεπηλάκισται, καὶ παντοίως, τό γε ἐξὸν ἐπ' Ἀριστοτέλει, περιύβρισται. Οὐ γὰρ δυνάμενος ἐννοῆσαι, ὅτι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνωσιν δεῖται· τῇ δ' αὐτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων, ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων, καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ' ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πανεύδιον οὐχ οἵα τε ἦν αὐτῷ· κανόνι θ' αὑτῷ καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων ἔγνω, λήρους τε καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα. Τὸ μὲν οὖν ἄκρον τε καὶ ἔσχατον τῶν Πλάτωνος φιλοσοφημάτων ἐστὶ τὸ περὶ τὴν νοητὴν ταύτην καὶ ἀΐδιον οὐσίαν τὴν τῶν ἰδεῶν. Ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. Ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων· ὁ δὲ ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται. Καὶ διὰ τοῦτο Πλάτων τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων. Οὔτε γὰρ αἰτίαν ὠντινωνοῦν ἀποδοῦναί φησιν οἷόν τε εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ· ἀλλ' οὐδὲ λόγου μετέσεσθαί τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν. Οἵ τ' αὖ τὰ τοῦ Πλάτωνος συνιστάναι ἐγνωκότες τὸν πλεῖστον ἀγῶνα τῶν λόγων ἐν τούτῳ τίθενται· πάνυ ἀναγκαίως. Οὐδὲν γὰρ ἔτι τὸ Πλατωνικὸν ἀπολείπεται, εἰ μὴ τὰς πρώτας καὶ ἀρχικωτάτας φύσεις ταύτας συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. Ταῦτα γάρ ἐστιν, οἷς μάλιστα τῶν ἄλλων ὑπερέχει. Νοήσας γὰρ Θεὸν αὐτὸς ὡς τῶν ἁπάντων πατέρα καὶ δημιουργὸν, καὶ δεσπότην, καὶ κηδεμόνα· καὶ γνωρίζων ἐκ τῶν ἔργων τὸν τεχνίτην πρότερον νοῆσαι τοῦτο ὃ μέλλει δημιουργήσειν, εἶθ' οὕτω τῷ νοηθέντι κατόπιν, ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα· ταὐτὸν δὴ τὰ τοῦ Θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων, τὰ τῶν γενομένων παραδείγματα, ἀσώματα, καὶ νοητὰ, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεὶ, καὶ μάλιστα μὲν πρώτως αὐτὰ ὄντα, παραίτια δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά πέρ ἐστι, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σοφῶς δηλωθῆναι δυνάμενα· αὐτὸς ὡς οἷόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν, καὶ φρονῆσαι, καὶ παρασκευάσαι τοὺς μέλλοντας ἐπακολουθήσειν, πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὐτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι' ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται. » Τοσαῦτα ὁ Ἀττικός. Παρῆν δὲ καὶ τούτων ἔτι πλείω ἐκ τῆς δηλωθείσης παραθέσθαι τοῦ ἀνδρὸς γραφῆς· πλὴν ἀλλὰ τοῖς ἐκτεθεῖσιν ἀρκε-
and besmirched with mire, and in every way, so far as lay in Aristotle's power, outraged. For since he was unable to conceive that the great and divine and transcendent among things require a certain kindred faculty for their recognition, and trusted in his own slender and lowly shrewdness, which was able indeed to penetrate through the things upon earth and to see the truth in them, yet was not capable for him of beholding the all-serene splendour of true reality; and using himself as both rule and judge of the things above him, he denied that there are certain peculiar natures, such as Plato knew, and dared to call the highest of existing things trifles and twitterings and nonsense. Now the summit and ultimate point of Plato's philosophical doctrines is that which concerns this intelligible and eternal essence, that of the ideas. There indeed the ultimate toil and struggle is set before the soul. For he who has partaken of it and attained to it is altogether blessed; while he who is left behind and has proved unable to become a beholder of it is left altogether destitute of happiness. And on this account Plato contends everywhere, showing the strength of these natures. For he says that it is neither possible to render well the cause of any things whatsoever, except by participation in these, nor to have knowledge of anything true, except by reference to these; nay, nor even that any men will partake of reason, unless they should confess the essence of these. And on the other hand those who have resolved to uphold the doctrines of Plato place the greatest struggle of their arguments in this, and very necessarily so. For nothing Platonic any longer remains, unless one grants to them on Plato's behalf these first and most sovereign natures. For these are the things wherein he excels all others most. For having himself conceived of God as Father and Maker of all things, and Lord, and Guardian; and recognizing from his works that the craftsman first conceives that which he is about to fashion, and then thus afterwards brings the likeness to what was conceived upon the things: in the same way, therefore, Plato, having perceived that the thoughts of God are older than things, the models of the things that have come to be, incorporeal and intelligible, always remaining in the same state and in like manner, and above all existing primarily themselves, and being accessory causes for the other things also of each being such as it is, according to its likeness to them—seeing that they are not very easy to be seen, nor yet capable of being wisely set forth in speech: he himself, so far as it was possible to speak concerning them, and to think of them, and to prepare those who were to follow, having treated of these things, and having marshalled his whole philosophy towards this, says that wisdom and knowledge are concerned with these things and the apprehension of them, through which the human end and the blessed life come to pass. » So much says Atticus. And it was possible to cite yet more than these from the aforesaid writing of the man; nevertheless, being satisfied with what has been set
Notes, col. 1340

On the reading

Printed ὠντινωνοῦν, for ὧντινωνοῦν.

PG 21:1341Read from the page
σθέντες, μεταβησόμεθα καὶ ἐπὶ τὴν τῶν Στωϊκῶν αἵρεσιν. Σωκράτους τοίνυν ἀκουστὴς ἐγένετο Ἀντισθένης, Ἡρακλεωτικός τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι. Διὸ καὶ παρήνει τοῖς γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν. Τούτου δὲ ἀκουστὴς γέγονε Διογένης ὁ Κύων, ὃς, καὶ αὐτὸς θηριωδέστατα φρονεῖν δόξας, πολλοὺς ἐπηγάγετο. Τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κιττιεὺς, ὁ τῆς Στωϊκῶν φιλοσόφων αἱρέσεως καταστὰς ἀρχηγός. Ζήνωνα δὲ Κλεάνθης διεδέξατο, Κλεάνθην δὲ Χρύσιππος· τοῦτον δὲ Ζήνων ἕτερος, καὶ οἱ καθεξῆς. Λέγονται δ' οὗτοι πάντες διαφερόντως καὶ βίου στεῤῥοῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι. Τά γέ τοι τῆς κατ' αὐτοὺς φιλοσοφίας δόγματα ὧδέ πως ἔχει.
forth, we shall pass over also to the sect of the Stoics. Of Socrates, then, Antisthenes became a hearer, a certain man of Heraclea in spirit, who said that to be mad was better than to feel pleasure. Wherefore he also exhorted his acquaintances never to stretch out a finger for the sake of pleasure. And of this man Diogenes the Dog became a hearer, who, himself also having seemed to think in a most beast-like manner, drew many after him. Crates succeeded this man; and a disciple of Crates was Zeno of Citium, who became the founder of the sect of the Stoic philosophers. Cleanthes succeeded Zeno, and Chrysippus Cleanthes; and another Zeno this man, and those in succession. And all these are said to have cared pre-eminently both for a rigorous life and for dialectic. At any rate, the dogmas of philosophy according to them are somewhat as follows.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Περὶ τῆς τῶν Στωϊκῶν φιλοσοφίας· ὅπως τε ὁ Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον. Ἀπὸ τοῦ ἑβδόμου Περὶ φιλοσοφίας Ἀριστοκλέους.
Concerning the philosophy of the Stoics: and how Zeno rendered the account concerning principles. From the seventh book On Philosophy of Aristocles.
« Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος· τούτου δ' ἀρχὰς ὕλην καὶ Θεὸν, ὡς Πλάτων. Ἀλλ' οὗτοι ἄμφω σώματά φασιν εἶναι, καὶ τὸ ποιοῦν, καὶ τὸ πάσχον, ἐκείνου πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἶναι λέγοντες· ἔπειτα δὲ καὶ κατά τινας εἱμαρμένους καὶ ὡρισμένους χρόνους ἐκπυροῦσθαι τὸν σύμπαντα κόσμον, εἶτ' αὖθις πάλιν διακοσμεῖσθαι· τὸ μέντοι πρῶτον πῦρ εἶναι καθαπερεί τι σπέρμα, τῶν ἁπάντων ἔχον τοὺς λόγους, καὶ τὰς αἰτίας τῶν γεγονότων, καὶ τῶν γινομενων, καὶ τῶν ἐσομένων· τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν, καὶ εἱμαρμένην, καὶ ἐπιστήμην, καὶ ἀλήθειαν, καὶ νόμον εἶναι τῶν ὄντων ἀδιάδραστόν τινα καὶ ἄφυκτον. Γαύτῃ δὲ πάντως διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον ὑπέρευ, καθάπερ ἐν τῇ εὐνομωτάτῃ τινὶ πολιτείᾳ.
« They say that the element of existing things is fire, just as Heraclitus does; and that the principles of this are matter and God, as Plato does. But these men say that both are bodies, both that which acts and that which is acted upon, whereas that man says that the first acting cause is incorporeal; and next, that at certain fated and appointed times the whole world is consumed by fire, and then again is ordered anew; that the primary fire, however, is as it were a certain seed, holding the reasons of all things, and the causes of the things that have come to be, and of the things that come to be, and of the things that shall be; and that the interweaving and sequence of these is fate, and knowledge, and truth, and a certain inescapable and unavoidable law of existing things. And in this way in all respects the things throughout the world are administered exceedingly well, just as in some most well-governed commonwealth.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὁποίαν δόξαν ἐπάγονται οἱ Στωϊκοὶ περὶ Θεοῦ, καὶ περὶ συστάσεως τοῦ παντός. Ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου.
What manner of opinion the Stoics bring in concerning God, and concerning the constitution of the universe. From the Epitome of Arius Didymus.
« Ὅλον δὲ τὸν κόσμον σὺν τοῖς ἑαυτοῦ μέρεσι προσαγορεύουσι Θεόν. Τοῦτον δὲ ἕνα μόνον εἶναί φασι καὶ πεπερασμένον, καὶ ζῶον, καὶ ἀΐδιον, καὶ Θεόν. Ἐν γὰρ τούτῳ πάντα περιέχεσθαι τὰ σώματα, κενὸν δὲ μηδὲν ὑπάρχειν ἐν αὐτῷ. Τὸ γὰρ ἐκ πάσης τῆς οὐσίας ποιὸν προσαγορεύεσθαι τὸ κατὰ τὴν διακόσμησιν τὴν τοιαύτην καὶ διάταξιν ἔχον. Διὸ κατὰ
« And the whole world together with its own parts they call God. And this they say is one only, and finite, and a living being, and eternal, and God. For in this all bodies are contained, and no void exists in it. For the qualified individual out of all essence is so called as having its state according to such an ordering and arrangement. Wherefore according to
Notes, col. 1341

On the reading

Printed γινομενων, for γινομένων.

Printed Γαύτῃ, for Ταύτῃ.

PG 21:1344Read from the page
μὲν τὴν προτέραν ἀπόδοσιν ἀΐδιον τὸν κόσμον εἶναί φασι, κατὰ δὲ τὴν διακόσμησιν γεννητὸν καὶ μεταβλητὸν, κατὰ περιόδους ἀπείρους γεγονυίας τε καὶ ἐσομένας. Καὶ τὸ μὲν ἐκ τῆς πάσης οὐσίας ποιὸν κόσμον ἀΐδιον εἶναι καὶ Θεόν· λέγεσθαι δὲ κόσμον σύστημα ἐξ οὐρανοῦ, καὶ ἀέρος, καὶ γῆς, καὶ θαλάττης, καὶ τῶν ἐν αὐτοῖς φύσεων· λέγεσθαι δὲ κόσμον, καὶ τὸ οἰκητήριον θεῶν καὶ ἀνθρώπων, καὶ τῶν ἕνεκα τούτων γενομένων. Ὅν γὰρ τρόπον πόλις λέγεται διχῶς, τό τε οἰκητήριον καὶ τὸ ἐκ τῶν ἐνοικούντων σὺν τοῖς πολίταις σύστημα· οὕτω καὶ ὁ κόσμος οἱονεὶ πόλις ἐστὶν ἐκ θεῶν καὶ ἀνθρώπων συνεστῶσα, τῶν μὲν θεῶν τὴν ἡγεμονίαν ἐχόντων, τῶν δὲ ἀνθρώπων ὑποτεταγμένων. Κοινωνίαν δ' ὑπάρχειν πρὸς ἀλλήλους, διὰ τὸ λόγου μετέχειν, ὅς ἐστι φύσει νόμος· τὰ δ' ἄλλα πάντα γεγονέναι τούτων ἕνεκα. Οἷς ἀκολούθως νομιστέον προνοεῖν τῶν ἀνθρώπων τὸν τὰ ὅλα διοικοῦντα Θεὸν, εὐεργετικὸν ὄντα, καὶ χρηστὸν, καὶ φιλάνθρωπον, δίκαιόν τε, καὶ πάσας ἔχοντα τὰς ἀρετάς. Διὸ δὴ καὶ Ζεὺς λέγεται ὁ κόσμος, ἐπειδὴ τοῦ ζῇν αἴτιος ἡμῖν ἐστι. Καθόσον δὲ εἰρομένῳ λόγῳ πάντα διοικεῖ ἀπαραβάτως ἐξ ἀϊδίου, προσονομάζεσθαι Εἱμαρμένην· Ἀδράστειαν δὲ, ὅτι οὐδέν ἐστιν αὐτὸν ἀποδιδράσκειν· Πρόνοιαν δ', ὅτι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα . Ἡγεμονικὸν δὲ τοῦ κόσμου Κλεάνθει μὲν ἤρεσε τὸν ἥλιον εἶναι, διὰ τὸ μέγιστον τῶν ἄστρων ὑπάρχειν, καὶ πλεῖστα συμβάλλεσθαι πρὸς τὴν τῶν ὅλων διοίκησιν, ἡμέραν καὶ ἐνιαυτὸν ποιοῦντα, καὶ τὰς ἄλλας ὥρας. Τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον, ἅτε πάντων εὐκινητότατον ὄντα, καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.» Ταῦτα μὲν ἡμῖν ἀπὸ τῆς Ἐπιτομῆς Ἀρείου Διδύμου προκείσθω. Πρὸς δὲ τὴν περὶ Θεοῦ τῶν Στωϊκῶν δόξαν ἀπαρκεῖ παραθέσθαι τὰς Πορφυρίου λέξεις ἐν τοῖς πρὸς Βόηθον ἀντιγραφεῖσιν αὐτῷ Περὶ ψυχῆς, τοιοῦτον ἐχούσας τὸν τρόπο⟨ν.⟩
the former rendering they say that the world is eternal, whereas according to its ordering it is generated and mutable, according to infinite periods both past and future. And the world qualified out of all substance is eternal and God; while the system made up of heaven, and air, and earth, and sea, and the natures in them is also called world; and the dwelling-place of gods and men, and of the things that have come into being for their sake, is also called world. For in the way that a city is spoken of in two senses, both the dwelling-place and the system made up of the inhabitants together with the citizens, so also the world is as it were a city consisting of gods and men, the gods holding the leadership, and men being subject. And there is fellowship with one another, because they partake of reason, which is law by nature; and all other things have come into being for the sake of these. In consequence of which one must hold that God Who administers the whole takes forethought for men, being beneficent, and kind, and loving towards mankind, and righteous, and having all the virtues. Wherefore also the world is called Zeus, since it is the cause of living for us. And inasmuch as by a connected reason He administers all things unalterably from eternity, He is called Fate; and Adrasteia, because there is nothing that escapes Him; and Providence, because He orders each thing towards what is useful. And it pleased Cleanthes that the sun is the ruling principle of the world, because it is the greatest of the stars, and contributes most to the administration of the whole, making day and year, and the other seasons. And to some of those from the sect it seemed good that the earth is the ruling principle of the world; and to Chrysippus, the purest and most unmixed aether, inasmuch as it is the most mobile of all things, and carries round the whole revolution of the world." Let these things be set forth by us from the Epitome of Arius Didymus. And against the opinion of the Stoics concerning God it suffices to set beside them the words of Porphyry in his writings On the Soul in reply to Boethus, holding in this manner.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Πορφυριου πρὸς τὴν τῶν Στωϊκῶν περὶ Θεοῦ δόξαν. Ἀπὸ τῶν πρὸς Βόηθον Περὶ ψυχῆς.
Of Porphyry against the opinion of the Stoics concerning God. From the writings in reply to Boethus On the Soul.
« Τὸν δὲ Θεὸν οὐκ ὀκνοῦσι, πῦρ νοερὸν εἰπόντες, ἀΐδιον καταλιπεῖν, καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ, οἷον τὸ ἡμῖν συνεγνωσμένον· ἀντιλέγειν τε τῷ Ἀριστοτέλει, παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου. Ἀπαιτούμενοι δὲ, πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τοιοῦτον δ' εἰπόντες, πιστεύειν αὐτοῖς ἀξιώσαντες εἰποῦσι, τῇ ἀλόγῳ πίστει ταύτῃ ἐπισυνάπτουσιν, ὅτι καὶ ἀΐδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀν-
"And they do not hesitate, after calling God an intellectual fire, to leave Him eternal, and to say that He destroys all things and feeds upon them, as being such a fire as the one known to us; and to contradict Aristotle, who declines to say that the aether is of such a fire. And when asked how such a fire endures, they do not say that it is a different kind of fire, but having said that it is such, and having demanded that one believe them when they say so, to this irrational belief they attach that it is both an eternal fire, and that in part the aetherial fire is quenched and re-
Notes, col. 1344

On the reading

Printed Πορφυριου, for Πορφυρίου.

PG 21:1345Read from the page
άπτεσθαι τιθέντες. Ἀλλὰ τὴν τούτων πρὸς μὲν ταῦτα ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνῃ;
kindled, as they posit. But why should one, going over them, prolong any further their blindness towards these things, and their carelessness and contempt towards the doctrines of the ancients?
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Ὅτι οὐκ ἂν εἴη σῶμα τὸ ὂν, κατὰ τοὺς Στωϊκούς. Ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ Νουμηνίου.
That that which is could not be body, as according to the Stoics. From the first book On the Good of Numenius.
« Ἀλλὰ τί δή ἐστι τὸ ὄν; ἆρα ταυτὶ τὰ στοιχεῖα τὰ τέτταρα, ἡ γῆ, καὶ τὸ πῦρ, καὶ αἱ ἄλλαι δύο μεταξὺ φύσεις; Ἆρα οὖν δὴ τὰ ὄντα ταῦτά ἐστιν ἤτοι ξυλλήβδην, ἢ καθ' ἕν γέ τι αὐτῶν; Καὶ πῶς, ἅ γέ ἐστι καὶ γεννητὰ καὶ παλινάγρετα, εἴ γέ ἐστιν ὁρᾷν αὐτὰ ἐξ ἀλλήλων γινόμενα, καὶ ἀπαλλασσόμενα, καὶ μήτε στοιχεῖα ὑπάρχοντα, μήτε συλλαβάς; Σῶμα μὲν ταυτὶ οὕτως οὐκ ἂν εἴη τὸ ὄν. Ἀλλ' ἄρα ταυτὶ μὲν οὒ, ἡ δ' ὕλη δύναται εἶναι ὄν. Ἀλλὰ καὶ ταύτην παντὸς μᾶλλον ἀδύνατον, ἀῤῥωστίᾳ τοῦ μένειν. Ποταμὸς γὰρ ἡ ὕλη ῥοώδης καὶ ὀξύῤῥοπος, βάθος, καὶ πλάτος, καὶ μῆκος ἀόριστος, καὶ ἀνήνυτος. » Καὶ μετὰ βραχέα ἐπιλέγει· « Ὥστε καλῶς ὁ λόγος εἴρηκε, φὰς, ει ἔστιν ἄπειρος ἡ ὕλη, ἀόριστον εἶναι αὐτήν· εἰ δὲ ἀόριστος, ἄλογον· εἰ δὲ ἄλογος, ἄγνωστον. Ἄγνωστον δέ γε οὖσαν αὐτὴν ἀναγκαῖον εἶναι ἄτακτον· ὡς τεταγμένα γνωσθῆναι πάνυ δήπουθεν ἂν εἴη ῥᾴδιον· τὸ δὲ ἄτακτον οὐχ ἕστηκεν· ὅ τι δὲ μὴ ἕστηκε, οὐκ ἂν εἴη ὄν. Τοῦτο δὲ ἦν ὅπερ ἡμῖν αὐτοῖς ὡμολογησάμεθα ἐν τοῖς ἔμπροσθεν, ταυτὶ πάντα συνενεχθῆναι τῷ ὄντι ἀθέμιστον εἶναι. Δοξάτω, μάλιστα μὲν πᾶσιν, εἰ δὲ μὴ, ἀλλ' ἐμοί. Οὐκοῦν φημι τὴν ὕλην οὔτε αὐτὴν, οὔτε τὰ σώματα εἶναι ὄν. Τί οὖν δή; εἰ ἔχομεν παρὰ ταῦτα ἄλλο τι ἐν τῇ φύσει τῇ τῶν ὅλων; Ναί· τοῦτο οὐδὲν εἰπεῖν ποικίλον, εἰ τόδε πρῶτον μὲν ἐν ἡμῖν αὐτοῖς ἅμα πειραθείημεν διαλεγόμενοι. Ἐπεὶ δὲ τὰ σώματά ἐστι φύσει τεθνηκότα, καὶ νεκρὰ, καὶ πεφορημένα, καὶ οὐδ' ἐν ταὐτῷ μένοντα, ἆρ' οὐχὶ τοῦ καθέξοντος αὐτοῖς δεῖ; Παντὸς μᾶλλον. Εἰ μὴ τύχοι δὲ τούτου, ἄρα μείνειεν ἄν; Παντὸς ἧττον. Τί οὖν ἐστι τὸ κατασχῆσον; Εἰ μὲν δὴ καὶ τοῦτο εἴη σῶμα, Διὸς Σωτῆρος δοκεῖ ἂν ἐμοὶ δεηθῆναι αὐτὸ παραλυόμενον καὶ σκιδνάμενον. Εἰ μέντοι χρὴ αὐτὸ ἀπηλλάχθαι τῆς τῶν σωμάτων πάθης, ἵνα κἀκείνοις κεχυημένοις τὴν φθορὰν ἀμύνειν δύνηται, καὶ κατέχῃ, ἐμοὶ μὲν οὐ δοκεῖ ἄλλο τι εἶναι ἢ μόνον γε τὸ ἀσώματον· αὕτη γὰρ δὴ φύσεων πασῶν μόνη ἕστηκε, καὶ ἔστιν ἀραρυῖα, καὶ οὐδὲν σωματική. Οὔτε γοῦν γίνεται, οὔτε αὔξεται, οὔτε κίνησιν κινεῖται ἄλλην οὐδεμίαν, καὶ διὰ ταῦτα καλῶς δίκαιον ἐφάνη πρεσβεῦσαι τὸ ἀσώματον.
"But what then is that which is? Is it these four elements, the earth, and the fire, and the other two intermediate natures? Are then the things that are these, either taken all together, or according to some one of them? And how so, seeing that they are both generated and revocable, if indeed one may see them coming to be out of one another, and interchanging, and being neither elements nor syllables? Thus as body these could not be that which is. But perhaps not these, whereas matter can be that which is. Yet this too is most of all impossible, through incapacity for remaining. For matter is a rushing and swiftly turning river, indeterminate in depth, and breadth, and length, and endless." And after a little he adds: "So that the argument has spoken well in saying that if matter is infinite, it is indeterminate; and if indeterminate, irrational; and if irrational, unknowable. And being unknowable, it must of necessity be disorderly; since things that are ordered would surely be very easy to be known; and what is disorderly does not stand fast; and whatever does not stand fast could not be that which is. And this was what we ourselves agreed among ourselves in what went before, that for all these things to be brought together with that which is is unlawful. Let it seem so, best of all to everyone, or if not, yet to me. Therefore I say that neither matter itself nor bodies are that which is. What then? Do we have besides these something else in the nature of the whole? Yes: to state this is nothing intricate, if we should first make trial of this together among ourselves in dialogue. Since bodies are by nature dead, and lifeless, and borne about, and not even remaining in the same state, do they not need that which will hold them together? Most of all. And if they should not obtain this, would they remain? Least of all. What then is that which will hold them together? Now if this too should be body, it seems to me that it would stand in need of Zeus the Saviour, as being itself dissolved and scattered. If, however, it must be freed from the affection of bodies, in order that it may be able to ward off destruction from those also when they are poured out, and hold them fast, to me at least it does not seem to be anything else than solely the incorporeal; for this alone of all natures stands fast, and is compact, and in no way bodily. At any rate it neither comes into being, nor increases, nor is moved with any other motion, and on account of these things it rightly appeared just to honour the incorporeal in the first place.
Notes, col. 1345

On the reading

Printed ει, for εἰ.

Printed κεχυημένοις, for κεχυμένοις.

PG 21:1348Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Ὅπως οἱ Στωϊκοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως δοξάζουσιν.
How the Stoics hold opinion concerning the conflagration of the universe.
« Ἀρέσκει δὲ τοῖς πρεσβυτάτοις τῶν ἀπὸ τῆς αἱρέσεως ταύτης, ἐξαεροῦσθαι πάντα κατὰ περιόδους τινὰς τὰς μεγίστας, εἰς πῦρ αἰθερῶδες ἀναλυομένων πάντων. » Καὶ ἑξῆς ἐπάγει· « Ἐκ τούτων δὲ δῆλον, ὅτι Χρύσιππος ἐπὶ τῆς οὐσίας οὐ ταύτην παρείληφε τὴν σύγχυσιν· ἀδύνατον γάρ· ἀλλὰ τὴν ἀντὶ τῆς μεταβολῆς λεγομένην. Οὐ γὰρ ἐπὶ τῆς τοῦ κόσμου κατὰ περιόδους τὰς μεγίστας γινομένης φθορᾶς κυρίως παραλαμβάνουσι τὴν φθορὰν, οἱ τὴν εἰς πῦρ ἀνάλυσιν τῶν ὅλων δογματίζοντες, ἣν δὴ καλοῦσιν ἐκπύρωσιν· ἀλλ' ἀντὶ τῆς κατὰ φύσιν μεταβολῆς χρῶνται τῇ προσηγορίᾳ τῆς φθορᾶς. Ἀρέσκει γὰρ τοῖς Στωϊκοῖς φιλοσόφοις τὴν ὅλην οὐσίαν εἰς πῦρ μεταβάλλειν, οἷον εἰς σπέρμα, καὶ πάλιν ἐκ τούτου αὐτὴν ἀποτελεῖσθαι τὴν διακόσμησιν, οἵα τὸ πρότερον ἦν. Καὶ τοῦτο τὸ δόγμα τῶν ἀπὸ τῆς αἱρέσεως οἱ πρῶτοι καὶ πρεσβύτατοι προσήκαντο, Ζήνων τε, καὶ Κλεάνθης, καὶ Χρύσιππος. Τὸν μὲν γὰρ τούτου μαθητὴν, καὶ διάδοχον τῆς σχολῆς Ζήνωνά φασιν ἐπισχεῖν περὶ τῆς ἐκπυρώσεως τῶν ὅλων.
"And it pleases the oldest of those from this sect that all things are turned into air according to certain greatest periods, all things being resolved into aetherial fire." And next he adds: "From these things it is clear that Chrysippus did not accept this confusion in the case of substance—for that is impossible—but that which is spoken of instead of change. For in the case of the destruction of the world that takes place according to the greatest periods, those who teach as dogma the resolution of the whole into fire, which indeed they call conflagration, do not take destruction in the strict sense; but instead of natural change they use the appellation of destruction. For it pleases the Stoic philosophers that the whole substance changes into fire, as into a seed, and that again out of this the same ordering is completed, such as it was before. And this dogma the first and oldest of those from the sect accepted, Zeno, and Cleanthes, and Chrysippus. For his disciple and successor in the school, Zeno, they say suspended judgement concerning the conflagration of the whole.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ
Chapter XIX.
Ὅπως δοξάζουσιν οἱ Στωϊκοὶ περὶ τῆς παλιγγενεσίας τῶν ὅλων.
How the Stoics hold opinion concerning the rebirth of the whole.
« Ἐπὶ τοσοῦτο δὲ προελθὼν ὁ κοινὸς λόγος, καὶ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη, τέλος ἀναξηράνασα πάντα, καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα, ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον, καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ' ὃν ἀπ' αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστασις. Ἐπανελθοῦσα δὲ, διὰ τάξιν, ἀφ' οἵας διακοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκαταπαύστως. Οὔτε γὰρ τῆς ἀρχῆς αἰτίαν καὶ πᾶσιν οἷόν τε γίνεσθαι, οὔτε τοῦ διοικοῦντος αὐτά. Οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσον ἐξ αὐτῆς. Οἵα γὰρ ἐφ' ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα, τοιούτου τινὸς κατ' ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγεννήτου· γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. Ὅν τρόπον δ' ἀγέννητός ἐστι, καὶ ἀναιρεθῆναι ἀδύνατόν ἐστιν αὐτὴν, οὔτε αὐτῆς ἐξ αὐτῆς, οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν. »
"And the common reason having advanced so far, and common nature having become greater and fuller, at last having dried up all things, and having taken them back up into itself, comes to be in the whole substance, having returned to the first-mentioned reason, and to that resurrection which makes the greatest year, according to which the restoration takes place from itself alone into itself again. And having returned, on account of order, from such as it began to order in like manner, according to reason it again makes the same conduct of affairs, such periods taking place from eternity unceasingly. For it is not possible that there should be a cause of a beginning either for all things, or for that which administers them. For both substance must underlie the things that come into being, naturally fitted to receive all changes, and that which will fashion out of it. For such as among us is a certain fashioning nature, some such thing of necessity also exists unbegotten in the world; for it is not possible that there should be a beginning of generation in the case of this nature. And in the manner that it is unbegotten, it is also impossible for it to be destroyed, neither itself by itself, nor with anything from outside going to destroy it."
PG 21:1349Read from the page
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Ὅπως δοξάζουσιν οἱ Στωϊκοὶ περὶ ψυχῆς.
How the Stoics hold opinion concerning the soul.
« Τὸ δὲ σπέρμα φησὶν ὁ Ζήνων εἶναι, ὃ μεθίησιν ἄνθρωπος πνεῦμα μεθ' ὑργοῦ, ψυχῆς μέρος καὶ ἀπόσπασμα, καὶ τοῦ σπέρματος τοῦ τῶν προγόνων κέρασμα, καὶ μίγμα τῶν τῆς ψυχῆς μερῶν συνεληλυθός. Ἔχον γὰρ τοὺς λόγους τῷ ὅλῳ τοὺς αὐτοὺς τοῦτο, ὅταν ἀφεθῇ εἰς τὴν μήτραν, συλληφθὲν ὑπ' ἄλλου πνεύματος, μέρος ψυχῆς τῆς τοῦ θήλεος, καὶ συμφυὲς γενόμενον, κρυφέν τε φύει κινούμενον καὶ ἀναῤῥιπιζόμενον ὑπ' ἐκείνου, προσλαμβάνον ἀεὶ εἰς τὸ ὑγρὸν καὶ αὐξάνον ἐξ ἑαυτοῦ. » Καὶ μετὰ βραχέα ἐπιλέγει· « Περὶ δὲ ψυχῆς Κλεάνθης μὲν, τὰ Ζήνωνος δόγματα παρατιθέμενος πρὸς σύγκρισιν, τὴν πρὸς τοὺς ἄλλους φυσικοὺς, φησὶν, ὅτι Ζήνων ψυχὴν λέγει αἴσθησιν, ἢ ἀναθυμίασιν, καθάπερ Ἡράκλειτος. Βουλόμενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς, λέγων οὕτως· Ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ· καὶ ψυχαὶ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται. Ἀναθυμίασιν μὲν οὖν ὁμοίως τῷ Ἡρακλείτῳ τὴν ψυχὴν ἀποφαίνει Ζήνων. Αἰσθητικὴν δὲ αὐτὴν εἶναι διὰ τοῦτο λέγει, ὅτι τυποῦσθαί γε δύναται τὸ μέγεθος, τὸ μέρος τὸ ἡγούμενον αὐτῆς, ἀπὸ τῶν ὄντων καὶ ὑπαρχόντων διὰ τῶν αἰσθητηρίων, καὶ παραδέχεσθαι τὰς τυπώσεις. Ταῦτα γὰρ ἴδια ψυχῆς ἐστι. » Καὶ μεθ' ἕτερα· « Εἶναι δὲ ψυχὴν ἐν τῷ ὅλῳ φασὶν, ὃ καλοῦσιν αἰθέρα, καὶ ἀέρα κύκλῳ περὶ τὴν γῆν καὶ θάλασσαν, καὶ ἐκ τούτων ἀναθυμιάσεις· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζώοις εἰσὶ, καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ τὰς τῶν ἀποθανόντων ψυχάς. Ἔνιοι δὲ τὴν μὲν τοῦ ὅλου ἀΐδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς ἐκείνην. Ἔχειν δὲ πᾶσαν ψυχὴν ἡγεμονικόν τι ἐν αὐτῇ, ὃ δὴ ζωὴ καὶ αἴσθησίς ἐστι καὶ ὁρμή. » Καὶ ἔτι μετ' ὀλίγα· « Τὴν δὲ ψυχὴν γεννητήν τε καὶ φθαρτὴν λέγουσιν· οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλλαγεῖσαν φθείρεσθαι, ἀλλ' ἐπιμένειν τινὰς χρόνους καθ' ἑαυτήν· τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποσούς τινας χρόνους. Τὸ δὲ διαμένειν τὰς ψυχὰς οὕτω λέγουσιν, ὅτι διαμένομεν ἡμεῖς ψυχαὶ γενόμενοι, τοῦ σώματος χωρισθέντος, καὶ εἰς ἐλάττω μεταβαλόντος οὐσίαν τὴν τῆς ψυχῆς. Τὰς δὲ τῶν ἀφρόνων καὶ ἀλόγων ζώων ψυχὰς συναπόλλυσθαι τοῖς σώμασι. » Τοιαῦτα καὶ τὰ τῆς Στωϊκῆς φιλοσοφίας δόγματα, ἀπὸ τῶν Ἐπιτομὴν Ἀρείου Διδύμου συνειλεγμένα. Πρὸς δὲ τὴν περὶ ψυχῆς ἄτοπον τῶν ἀνδρῶν δόξαν ἀπαρκεῖ τὰ παρὰ Λογγίνῳ τῷ καθ' ἡμᾶς συντόμως ἀντειρημένα διὰ τούτων.
"And Zeno says that the seed which a man emits is breath with moisture, a part and offshoot of the soul, and a blending of the seed of the ancestors, and a mixture of the parts of the soul that has come together. For since this has the same rational principles as the whole, when it is discharged into the womb, being caught up by another breath, a part of the soul of the female, and having grown together with it, when hidden it grows, being moved and fanned into flame by that, continually taking in additions to the moisture and increasing out of itself." And after a little he adds: "And concerning the soul, Cleanthes, setting forth the dogmas of Zeno for comparison with the other natural philosophers, says that Zeno calls the soul sensation or exhalation, just like Heraclitus. For wishing to make clear that souls by being exhaled continually become intellectual, he likened them to rivers, speaking thus: Upon those who step into the same rivers different and again different waters flow; and souls are exhaled from moistures. Zeno accordingly declares the soul to be an exhalation similarly to Heraclitus. And that it is sensitive he says for this reason, because its magnitude, the leading part of it, is able to be impressed from the things that are and subsist through the organs of sense, and to receive the impressions. For these things are proper to soul." And after other things: "And they say that there is soul in the whole, which they call aether, and air in a circle around the earth and sea, and exhalations out of these; and that the remaining souls have grown onto this, both as many as are in living creatures, and as many as are in the surrounding air; for the souls of those who have died endure. And some say that the soul of the whole is eternal, while the remaining souls are mingled together with that one at the end. And that every soul has a certain ruling principle in itself, which indeed is life and sensation and impulse." And yet a little further on: "And they say that the soul is both generated and perishable; yet that when released from the body it does not perish immediately, but endures for certain times by itself: that of the earnest until the resolution of all things into fire, and that of the foolish for certain lengths of time. And that souls endure they state thus, that we endure having become souls, when the body has been separated, and the substance of the soul has changed into a lesser one. Whereas the souls of the foolish and of irrational animals perish together with their bodies." Such also are the dogmas of the Stoic philosophy, collected from the Epitome of Arius Didymus. And against the absurd opinion of the men concerning the soul, what has been concisely spoken in reply by Longinus in our own day through these words suffices.
Notes, col. 1349

On the reading

Printed ὑργοῦ, for ὑγροῦ.