Migne Reading Room

PG 21 · cols. 1228–1237 · Read from the page

Preparation for the Gospel, Book XIV

Preparation for the Gospel, Book XIV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1228Read from the page
γάρ. — Δεῖ ἄρα καὶ τοῦτο προσέχειν τὸ μάθημα, ὃ ζητοῦμεν, πρὸς ἐκείνῳ. — Τὸ ποῖον; — Μὴ ἄχρηστον πολεμικοῖς ἀνδράσιν εἶναι. Δεῖ μέντοι, ἔφη, εἴπερ οἷόν τε. Γυμναστικῇ πη καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν. — Ἦν ταῦτα, ἔφη. — Καὶ Γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε· σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. — Φαίνεται. — Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μάθημα. — Οὐ γάρ. — Ἀλλ' ἄρα μουσικὴ, ὅσην τὸ πρότερον διήλθομεν; Ἀλλ' ἦν ἐκείνη γ', ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινὰ, οὐκ ἐπιστήμην παραδιδοῦσα, καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων, καὶ ὅσοι ἀληθινώτεροι ἦσαν. Μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἷον σὺ νῦν ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ. — Ἀκριβέστατα, ἦν δ' ἐγὼ, ἀναμιμνήσκεις με. Τῷ γὰρ ὄντι τοιοῦτον οὐδὲν εἶχεν. — Ἀλλ', ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον; αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἶναι. — Πῶς δ' οὔ; » Εἶθ' ἑξῆς προϊὼν ἐπιλέγει· « Μήποτ' αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανθάνειν, οὓς θρέψομεν, καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεὶ, οἷ πάντας δεῖ ἀνήκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονομίας ἐλέγομεν. Ἢ οὐκ οἶσθ', ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι; τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες, ἀνήνυτα ὥσπερ οἱ ἀστρονόμοι ποιοῦσι. Νὴ τοὺς θεοὺς, ἔφη, καὶ γελοίως γε πυκνώματ' ἄττα ὀνομάζοντες, καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι· οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν, καὶ σμικρότατον εἶναι τοῦτο διάστημα, ᾧ μετρητέον· οἱ δ' ἀμφισβητοῦντες, ὡς ὅμοιον ἤδη φθεγγομένων· ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι. Σὺ μὲν, ἦν δ' ἐγὼ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας, καὶ βασανίζοντας ἐπὶ τῶν κολλόπων, καὶ στρεβλοῦντας. Ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων, καὶ κατηγορίας πέρι, καὶ ἐξαρνήσεως, καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος, καὶ οὔ φημι τούτους λέγειν, ἀλλ' ἐκείνους, οὓς ἔφαμεν νῦν δὴ περὶ ἁρμονίας εἰρῆσθαι. Ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. Τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ' οὐκ εἰς προβλήματα ἀνίασιν ἐπισκοπεῖν, τίνες ξύμφωνοι ἀριθμοὶ, καὶ τίνες οὔ, καὶ διὰ τί ἑκάτεροι. » Ἀλλὰ γὰρ καὶ ταῦθ' ἡμῖν πρὸ ὁδοῦ κείσθω, ἀπολογουμένοις ὅτι μὴ δίχα διανοίας ὀρθῆς, καὶ τῆς τῶν τοιῶνδε ἀχρηστομαθείας ὠλιγωρήσαμεν. Σκεψώμεθα δῆτα λοιπὸν ἤδη ἄνωθεν ἀρξάμενοι, τὰς τῶν εἰρημένων Φυσικῶν φι-
certainly not. — Then this branch of learning which we are seeking must also have this further quality besides that. — Which one? — That it not be useless to warlike men. — It must indeed, he said, if at all possible. Now in gymnastics and music they were educated by us in what went before. — That was so, he said. — And gymnastics, I suppose, is busied with that which comes into being and perishes; for it presides over the growth and wasting of the body. — Evidently. — Then this would not be the branch of learning that we are seeking. — No indeed. — Well then, is it music, so much of it as we went through before? — Why, that, he said, was the counterpart to gymnastics, if you remember, educating the guardians through habits, and imparting by harmony a certain harmoniousness, not knowledge, and by rhythm a certain rhythmicalness, and in its discourses having certain other habits akin to these, both such of the discourses as were fabulous and such as were truer. But as for a branch of learning leading to any such thing as you are now seeking, there was nothing in it. — You remind me most accurately, said I; for in fact it had nothing of the kind. — But, my dear Glaucon, what could there be of such a kind? For the mechanical arts, I suppose, all seemed to be sordid. — Assuredly. » Then proceeding further he adds: « Let those whom we shall nurture never essay to learn anything of these imperfectly for us, and not arriving always at that goal whereto all things ought to reach, just as we were saying a moment ago about astronomy. Or do you not know that with regard to harmony also they do another thing of like sort? For measuring against one another the concords and sounds that are heard, they labour to no purpose, just like the astronomers. — By the gods, he said, and ridiculously too, calling certain things close-packings, and laying their ears alongside, as though hunting after a voice from the neighbours' house; some say that they still hear a certain sound between, and that this is the smallest interval, by which measurement must be made, while others dispute it, maintaining that the notes already sound alike, both parties setting their ears before the mind. — You, said I, are speaking of those worthy fellows who give trouble to the strings, torturing them and racking them upon the pegs. But lest the comparison grow too long, with strokes being dealt by the plectrum, and concerning accusation and denial and boastfulness of strings, I break off the comparison, and say that I do not mean these men, but those of whom we said just now that we were going to question them about harmony. For they do the same thing as those occupied in astronomy: they seek the numbers in these concords that are heard, but they do not ascend to problems to examine which numbers are concordant and which are not, and why each are so. » Let these things also, then, be set down for us by way of preface, as we defend ourselves for having slighted, not without right judgement, the useless learning of such matters as well. Come then, let us now consider, beginning from the top, the dogmatic contradictions of the aforesaid Physical phi-
PG 21:1229Read from the page
λοσόφων δογματικὰς πρὸς ἀλλήλους ἀντιδοξίας. Γράφει δὴ ἀθρόως ἁπάντων, τῶν Πλατωνικῶν ὁμοῦ, καὶ Πυθαγορείων, τῶν τε ἔτι πρεσβυτέρων Φυσικῶν φιλοσόφων ἐπικεκλημένων, καὶ αὖ πάλιν τῶν νεωτέρων Περιπατητικῶν τε καὶ Στωϊκῶν, καὶ Ἐπικουρείων τὰς δόξας συναγαγὼν ὁ Πλούταρχος, ἐν οἷς ἐπέγραψε Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων. Ἐξ ὧν παραθήσομαι ταῦτα.
losophers against one another. Plutarch writes comprehensively of them all, having collected together the opinions both of the Platonists and of the Pythagoreans, and of those still older who were surnamed Physical philosophers, and again of the more recent Peripatetics and Stoics and Epicureans, in the work which he entitled On the Physical Doctrines Held by the Philosophers; from which I shall set forth the following.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Δόξαι φιλοσόφων περὶ ἀρχῶν. Ἀπὸ τῶν Πλουτάρχου ἐν τῷ Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων.
Chapter XIV. Opinions of the philosophers concerning first principles. From the work of Plutarch On the Physical Doctrines Held by the Philosophers.
« Θαλῆς ὁ Μιλήσιος, εἷς τῶν ἑπτὰ Σοφῶν, ἀρχὴν τῶν ὄντων ἀπεφήνατο εἶναι τὸ ὕδωρ. Δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας, καὶ ἀπ' αὐτοῦ ἡ Ἰωνικὴ αἵρεσις προσηγορεύθη. Ἐγένοντο γὰρ πλεῖσται διαδοχαί. Φιλοσοφήσας δὲ ἐν Αἰγύπτῳ, πρεσβύτερος ἦλθεν εἰς Μίλητον. Ἐξ ὕδατος δέ φησι πάντα εἶναι, καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. Στοχάζεται δὲ ἐκ τούτου πρῶτον, ὅτι πάντων ζώων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. Δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεταί τε καὶ καρποφορεῖ· ἀμοιροῦντα δὲ ξηραίνεται. Τρίτον δὲ, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τὸ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται, καὶ αὐτὸς ὁ κόσμος. Διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γένεσιν ὑποτίθεται περὶ τοῦ ὕδατος·
« Thales of Miletus, one of the Seven Sages, declared water to be the first principle of existing things. And this man seems to have begun philosophy, and from him the Ionic sect was named; for there arose very many successions. And having practised philosophy in Egypt, he came to Miletus when older. He says that all things are from water, and that into water all things are resolved. And he conjectures this first from the fact that the seed of all animals, which is moist, is their first principle; thus it is likely that all things also have their first principle from moisture. Secondly, because all plants are nourished and bear fruit by moisture, and when deprived of it they wither away. Thirdly, because the very fire of the sun and that of the stars is nourished by the exhalations of the waters, and so is the universe itself. Wherefore Homer also supposes this generation concerning water:
Ὠκεανὸν, ὅσπερ γένεσις πάντεσσι τέτυκται.
Ocean, who is fashioned as the origin for all.
Ταῦτα μὲν ὁ Θαλῆς. Ἀναξίμανδρος δὲ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον. Ἐκ γὰρ τούτου πάντα γίνεσθαι, καὶ εἰς τοῦτο πάντα φθείρεσθαι. Διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ, ἐξ οὗ γίνεται. Λέγει δ' οὖν, διότι τὸ ἄπειρόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ καὶ ἡ γένεσις ἡ ὑφισταμένη. Ἁμαρτάνει δὲ καὶ οὗτος, μὴ λέγων, τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν, ἢ ὕδωρ, ἢ γῆ, ἢ ἄλλα τινὰ σώματα. Ἁμαρτάνει οὖν τὴν μὲν ὕλην ἀποφαινόμενος, τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν. Τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἐὰν μὴ τὸ ποιοῦν ὑπόθηται. Ἀναξιμένης δὲ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων τὸν ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου
So much for Thales. Anaximander of Miletus says that the first principle of existing things is the infinite; for from this all things come to be, and into this all things perish. Wherefore also infinite worlds are generated, and again perish into that from which they come to be. And so he says why it is the infinite, namely in order that the generation which subsists may nowise fail. Yet he too errs, in not saying what the infinite is, whether it is air, or water, or earth, or certain other bodies. He errs, then, in declaring the matter while doing away with the efficient cause. For the infinite is nothing else than matter; and matter cannot be in actuality unless the efficient cause is presupposed. And Anaximenes of Miletus declared air to be the first principle of existing things; for from this
PG 21:1232Read from the page
τὰ πάντα γίνεσθαι, καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. Οἷον ἡ ψυχὴ, φησὶν, ἡ ἡμετέρα, ἀήρ ἐστι· συγκρατεῖ γὰρ ἡμᾶς· καὶ ὅλον δὲ τὸν κόσμον πνεῦμα καὶ ἀὴρ ἐμπεριέχει. Λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. Ἁμαρτάνει δὲ καὶ οὗτος, ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνιστάναι τὰ ζῶα. Ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ τιθέναι. Οἷον οὐκ ἄργυρος ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τοῦτ' ἔστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ, καὶ ξύλων, καὶ τῆς ἄλλης ὕλης. Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος, ἀρχὴν τῶν πάντων τὸ πῦρ. Ἐκ τοῦ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾷν λέγουσι· τούτου δὲ κατασβεννυμένου, κοσμοποιεῖσθαι τὰ πάντα. Πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆ γίγνεται· ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει, ὕδωρ ἀποτελεῖσθαι· ἀναθυμιώμενον δὲ ἀέρα γίνεσθαι. Πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. Ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα· τέλος δὲ, ὅτι εἰς τοῦτο ἀναλύεται τὰ πάντα. Δημόκριτος, ᾧ μετὰ πλεῖστον Ἐπίκουρος ἠκολούθησεν, ἀρχὰς τῶν ὄντων σώματα ἄτομα, λόγῳ δὲ θεωρητὰ, ἀμέτοχα κενοῦ, ἀγέννητα, ἀΐδια, ἄφθαρτα, οὐδὲ θραυσθῆναι δυνάμενα, οὔτε διαπλασμὸν ἐκ τῶν μερῶν λαβεῖν, οὔτε ἀλλοιωθῆναι, εἶναι δ' αὐτὰ λόγῳ θεωρητά. Ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ, καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον, καὶ τὰ σώματα ἄπειρα. Συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχήματα, μέγεθος, βάρος· ἀλλ' ὁ μὲν Δημόκριτος ἔλεγε δύο, μέγεθος, καὶ σχῆμα· ὁ δὲ Ἐπίκουρος τούτοις καὶ τρίτον, βάρος, προσέθηκεν. Ἀνάγκη γὰρ, φησὶ, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. Εἶναι δὲ τὰ σχήματα αὐτῶν ἀτόμων περιληπτὰ οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτε ἀγκιστροειδεῖς, μήτε τριαινοειδεῖς, μήτε κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα, αἱ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχήματα, λόγῳ θεωρητά. Καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλ' ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον, λέγει ἀπαθῆ, ἀμέτοχον κενοῦ. Ὅτι δέ ἐστιν ἄτομος, σαφές· καὶ γάρ ἐστι στοιχεῖα, καὶ ζῶα κενὰ, καὶ ἡ μονάς. Ἐμπεδοκλῆς Μέτωνος, Ἀκραγαντῖνος, τέτταρα μὲν στοιχεῖα,
all things come to be, and into it again they are resolved. Just as our soul, he says, being air, holds us together, so also breath and air encompass the whole world; and air and breath are spoken of synonymously. Yet he too errs, thinking that living creatures consist of simple and uniform air and breath. For it is impossible that matter should subsist as the sole first principle of existing things; but one must also posit the efficient cause. For instance, silver is not sufficient for a cup to come into being, unless there be that which makes it, that is, the silversmith; and likewise in the case of bronze, and wood, and the rest of matter. Heraclitus and Hippasus of Metapontum say that fire is the first principle of all things. For they say that from fire all things come to be, and in fire all things end; and as this is quenched, all things are formed into a world. For first the thickest part of it, contracting into itself, becomes earth; next, when the earth is loosened by fire in accordance with nature, water is produced; and as it is vaporized, it becomes air. And again the world and all bodies are consumed by fire in the conflagration. Fire, therefore, is the beginning, because from this are all things; and the end, because into this all things are resolved. Democritus, whom Epicurus followed after a very long interval, said that the first principles of existing things are indivisible bodies, contemplable by reason, having no share of void, ungenerated, eternal, indestructible, neither able to be shattered, nor to receive a moulding out of their parts, nor to be altered, and that they are contemplable by reason. These, however, move in the void and through the void; and the void itself is infinite, and the bodies are infinite. And these three things belong to the bodies: shapes, size, weight; Democritus, however, asserted two, size and shape, while Epicurus added to these a third also, weight. For it is necessary, he says, that the bodies be moved by the blow of weight, since otherwise they will not be moved. And the shapes of the atoms themselves are comprehensible, not infinite; for there are neither hook-shaped ones, nor trident-shaped, nor ring-shaped, since these shapes are easily broken, whereas the atoms are impassible and unbreakable; and they have shapes of their own, contemplable by reason. And it is called an atom, not because it is smallest, but because it cannot be cut, being impassible and having no share of void; so that if one says atom, he means unbreakable, impassible, having no share of void. And that there is an atom is clear: for there are elements, and void living creatures, and the monad. Empedocles the son of Meton, of Agrigentum, posits four elements,
PG 21:1233Read from the page
πῦρ, ἀέρα, ὕδωρ, γῆν, δύο δὲ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτικὴ, τὸ δὲ διαιρετικόν. Φησὶ δὲ οὕτως·
fire, air, water, earth, and two primordial powers, friendship and strife, of which the one is unifying and the other divisive. And he speaks thus:
Τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς αἰθὴρ, Ἥρη τε φερέσβιος, ἠδ' Ἀϊδωνεὺς, Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
Hear first the four roots of all things: gleaming Zeus, and life-bringing Hera, and Aidoneus, and Nestis, who with her tears bedews the mortal fount.
Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥραν δὲ φερέσβιον τὸν ἀέρα, τὴν γῆν τὸν Ἀϊδωνέα, Νῆστιν δὲ καὶ κρούνωμα βρότειον, οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ. » Τοσαύτη μὲν ἡ τῶν πρώτων Φυσικῶν φιλοσόφων διαφωνία· τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν δόξα, οὐ Θεὸν, οὐ ποιητὴν, οὐ δημιουργὸν, οὐδέ τι τῶν ὅλων αἴτιον, οὐδὲ μὴν θεοὺς, οὐδ' ἀσωμάτους δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας, οὐδ' ὅλως τι τῶν ἐκτὸς αἰσθήσεων ἐν ταῖς ἀρχαῖς ὑποθεμένων. Μόνος δ' οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις νοῦν τῶν πάντων αἴτιον ἀποφήνασθαι. Φασὶ γοῦν, ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλόβοτόν γέ τοι τὴν ἑαυτοῦ χώραν δι' αὐτὴν εἴασε, τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων διήρθρωσεν. Οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. Ἦν γὰρ ἐν ἀρχῇ, φησὶν, ὁμοῦ τὰ πράγματα πεφυρμένα· Νοῦς δὲ, εἰσελθὼν, αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε. Θαυμάσαι δ' ἔστιν, ὡς οὗτος πρῶτος παρ' Ἕλλησι τοῦτον θεολογήσας τὸν τρόπον, δόξας Ἀθηναίοις ἄθεος εἶναι, ὅτι μὴ τὸν ἥλιον ἐθεολόγει, τὸν δὲ ἡλίου ποιητὴν, μικροῦ δεῖν καταλευσθεὶς ἔθανε. Λέγεται δὲ μηδὲ οὗτος σῶον φυλάξαι τὸ δόγμα. Ἐπιστῆσαι μὲν γὰρ νοῦν τοῖς πᾶσι, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. Ἐπάκουσον δ' οὖν, οἷα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις.
For by Zeus he means the heat and the ether, by life-bringing Hera the air, the earth by Aidoneus, and by Nestis and the mortal fount, as it were, the seed and the water. » So great, then, was the disagreement of the first Physical philosophers; and such also was their opinion concerning first principles, as they posited among the first principles no God, no maker, no demiurge, nor any cause of the universe at all, nor yet gods, nor incorporeal powers, nor intellectual natures, nor rational essences, nor anything whatever of the things beyond the senses. Anaxagoras alone, then, is recorded as the first of the Greeks to have declared in his discourses concerning first principles that mind is the cause of all things. At any rate, they say that he above all those before him admired natural philosophy: indeed he left his own land to be grazed by sheep on account of it, and was the first of the Greeks to articulate the doctrine concerning first principles. For he declared his view not only concerning the substance of all things, like those before him, but also concerning the cause that moves it. For in the beginning, he says, things were all mixed together; and Mind, entering in, brought them out of disorder into order. And one may wonder how this man, having been the first among the Greeks to theologize in this manner, was thought by the Athenians to be an atheist, because he did not make a god of the sun, but of the maker of the sun, and came within a little of being stoned to death. Yet it is said that not even he preserved his doctrine intact; for while he set mind over all things, he no longer rendered his natural philosophy concerning existing things in accordance with mind and reason. Hear, therefore, what charges Socrates in Plato's dialogue On the Soul brings against the man in these words.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Περὶ τῆς Ἀναξαγόρου δόξης. Ἀπὸ τῶν Σωκράτους ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς.
Chapter XV. Concerning the opinion of Anaxagoras. From the words of Socrates in Plato's dialogue On the Soul.
« Ἀλλ' ἀκούσας μέν ποτε ἐκ βιβλίου τινὸς, ὡς ἔφη, Ἀναξαγόρου, ἀναγινώσκοντος, καὶ λέγοντος, ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε, καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ, τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ
« But having once heard someone reading from a certain book, as he said, of Anaxagoras, and saying that mind is in fact the ordainer and cause of all things, I was delighted with this cause, and it seemed to me to be in a way right that mind should be the cause of all things, and
PG 21:1236Read from the page
ἡγησάμην, εἰ τοῦτο οὕτως ἔχει, τόν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν, καὶ ἕκαστον τιθέναι ὅπῃ ἂν βέλτιστα ἔχῃ. Εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπῃ ἢ γίνεται, ἢ ἀπόλλυται, ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπῃ βέλτιστόν ἐστιν αὐτὸν ἢ εἶναι, ἢ ἄλλο ὁτιοῦν πάσχειν, ἢ ποιεῖν. Ἐκ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὑτοῦ, καὶ περὶ τῶν ἄλλων, ἀλλ' ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον. Ἀναγκαῖον δὴ εἶναι τὸν αὐτὸν τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν γὰρ εἶναι ἐπιστήμην περὶ αὐτῶν. Ταῦτα δὴ λογιζόμενος, ἄσμενος εὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας πέρι τῶν ὄντων κατὰ νοῦν ἐμαυτῷ, τὸν Ἀναξαγόραν· καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν, ἢ στρογγύλη· ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον, καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι. Καὶ εἰ ἐν μέσῳ φαίη εἶναι αὐτὴν, ἐπεκδιηγήσεσθαι, ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ εἶναι. Καὶ εἴ μοι ταῦτα ἀποφαίνοιτο, παρεσκευάσμην ὡς οὐκέτι ὑποθησόμενος αἰτίας ἄλλο εἶδος. Καὶ δὴ καὶ περὶ ἡλίου παρεσκευάσμην ὡσαύτως πευσόμενος, καὶ σελήνης, καὶ τῶν ἄλλων ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα, καὶ τροπῶν, καὶ τῶν ἄλλων παθημάτων, πῇ ποτε ταῦτ' ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν, καὶ πάσχειν ἃ πάσχει· Οὐ γὰρ ἄν ποτ' αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ κεκοσμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν, ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν, ὡς ἔχει. Ἑκάστῳ οὖν αὐτῶν ἀποδιδόντα τὴν αἰτίαν, καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον, ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπιδιηγήσεσθαι ἀγαθόν. Καὶ οὐδ' ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας· ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους, ὡς τάχιστα οἷός τ' ἦν ἀνεγίνωσκον, ἵν' ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον. Ἀπὸ δὴ θαυμαστῆς, ὦ ἑταῖρε, ἐλπίδος ᾠχόμην φερόμενος. Ἐπεὶ δὲ προϊὼν, καὶ ἀναγινώσκων, ὁρῶ ἄνδρα τῷ μὲν νῷ οὐδὲν χρώμενον, οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ, καὶ αἰθέρας, καὶ ὕδατα αἰτιώμενον, καὶ ἄλλα πολλὰ καὶ ἄτοπα. Καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι, ὥσπερ ἂν εἴ τις λέγων, ὅτι Σωκράτης πάντα ὅσα πράττει, νῷ πράττει, κἄπειτα ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι ἐνθάδε διὰ ταῦτα νῦν κάθημαι, ὅτι σύγκειταί μοι τὸ σῶμα ἐξ ὀστῶν καὶ νεύρων· καὶ τὰ μὲν ὀστᾶ ἐστι στερεὰ, καὶ διαφυὰς ἔχει χωρὶς ἀπ' ἀλλήλων· τὰ δὲ νεῦρα, οἷα ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν τε καὶ δέρματος, ὃ συνέχει αὐτά. Αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν ξυμβολαῖς, χαλῶντα καὶ συντείνοντα τὰ νεῦρα, κάμπτεσθαί που ποιεῖ οἷόν τε εἶναι ἐμὲ τὰ νῦν τὰ μέλη· καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι. Καὶ αὖ περὶ τοῦ δια-
I thought that if this is so, the ordering mind orders all things and places each thing where it may be best. If therefore anyone should wish to find out the cause concerning each thing, how it comes into being, or perishes, or exists, he must find out this concerning it, namely how it is best for it either to exist, or to suffer or do anything else whatever. By this reckoning, then, it befits a man to consider nothing else, both concerning himself and concerning other things, save what is best and most excellent; and it is necessary that this same man should also know what is worse, for the knowledge concerning them is the same. Reckoning thus, I gladly thought that I had found a teacher of the cause concerning existing things after my own mind in Anaxagoras, and that he would tell me first whether the earth is flat or round, and after he had told me, would go on to explain the cause and the necessity, stating what is better, and that it was better for it to be such; and if he should say that it is in the middle, that he would go on to explain how it was better for it to be in the middle; and if he should set forth these things to me, I was prepared nevermore to long for another kind of cause. And indeed concerning the sun also I was prepared in like manner to inquire, and concerning the moon and the other stars, regarding their relative speed, and their turnings, and their other affections, in what way it is better for each of them both to do and to suffer what it suffers. For I would never have thought that he, when he asserted that they had been ordered by mind, would assign to them any other cause than that it is best for them to be thus as they are. Assigning therefore the cause to each of them, and in common to all what is best for each, I thought that he would also go on to explain the common good of all. And I would not have sold my hopes for a great price, but taking up the books with great eagerness, I read them as fast as I could, that I might as quickly as possible know the best and the worst. From a wonderful hope, my friend, I was swept away, when as I went on and read, I saw a man making no use of mind at all, nor charging any causes with ordering things, but alleging airs, and ethers, and waters, and many other absurdities. And he seemed to me to be in a plight most like as if someone should say that Socrates does by mind all that he does, and then, undertaking to state the causes of each of the things that I do, should say first that I am sitting here now on this account, because my body is composed of bones and sinews, and the bones are solid and have joints separate from one another, while the sinews, being such as to be tensed and relaxed, wrap round the bones together with the flesh and skin which holds them together; when the bones, then, are swung in their sockets, the sinews, relaxing and tensing, make me able, I suppose, to bend my limbs just now, and for this cause I sit here bent together. And again concerning my con-
PG 21:1237Read from the page
λέγεσθαι ὑμῖν ἑτέρας τοιάσδε αἰτίας λέγοι, φωνάς τε, καὶ ἀέρας, καὶ ἀκοὰς, καὶ ἄλλα ἄττα μυρία τοιαῦτα αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν· ὅτι, ἐπειδὴ Ἀθηναίοις ἔδοξε, βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον παραμένοντα ὑπέχειν τὴν δίκην, ἣν ἂν κελεύσωσιν. Ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ περὶ Βοιωτοὺς ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι, πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν, ὑπέχειν τῇ πόλει δίκην ἥν τιν' ἂν τάττῃ. Ἀλλ' αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον. Εἰ δέ τις λέγοι, ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν, καὶ ὀστᾶ, καὶ νεῦρα, καὶ ὅσα ἄλλα ἔχω, οὐκ ἂν οἷός τε ἦν ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦθ' ἃ νῷ πράττω, ἀλλ' οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου. » Εἶτα ἐπιλέγει· « Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιτιθεὶς τῇ γῇ, ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν· ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν, οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν, οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν· ἀλλὰ ἡγοῦνται τούτου ἄν ποτε Ἄτλαντα ἰσχυρότερον, καὶ ἀθανατώτερον, καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν· καὶ ὡς ἀληθῶς, τὸ ἀγαθὸν καὶ δέον ξυνδεῖν καὶ συνέχειν οὐδὲν οἴονται. » Τοσαῦτ' ὁ Σωκράτης περὶ τῆς Ἀναξαγόρου δόξης. Ἦν δὲ Ἀναξαγόρου μὲν διάδοχος, τῆς τε διατριβῆς ὁμοῦ καὶ τῆς δόξης, Ἀρχέλαος. Ἀρχελάου δὲ ἀκουστὴς γεγονέναι λέγεται Σωκράτης. Πλὴν ἀλλὰ Φυσικοὶ καὶ ἄλλοι, Ξενοφάνης, καὶ Πυθαγόρας, συνακμάσαντες Ἀναξαγόρᾳ, περὶ ἀφθαρσίας Θεοῦ καὶ ψυχῆς ἀθανασίας ἐφιλοσόφησαν. Ἐκ τούτων δὲ καὶ μετὰ τούτους αἱ τῆς Ἑλλήνων φιλοσοφίας ὑπέστησαν αἱρέσεις· τῶν μὲν τοῖσδε, τῶν δὲ ἑτέροις ἐξηκολουθηκότων, τινῶν δὲ καὶ ἰδίας δόξας ἐπινενοηκότων. Πάλιν δ' οὖν ὁ Πλούταρχος τὰς περὶ θεῶν ὑπολήψεις τῶν αὐτῶν τοῦτοι γράφει τὸν τρόπον.
versing with you he should state other such causes, alleging voices, and airs, and hearings, and ten thousand other such things, neglecting to state the real causes: that since it seemed to the Athenians to be better to condemn me, on this account it has seemed better to me in turn to sit here, and more just to stay behind and undergo the penalty which they may command. For, by the dog, as I think, these sinews and these bones would long ago have been either around Megara or around Boeotia, borne by an opinion of what is best, if I had not thought it more just and nobler, rather than fleeing and running away, to undergo for the city whatever penalty it may appoint. But to call such things causes is altogether absurd. Yet if someone should say that without having such things, both bones and sinews and all else that I have, I would not be able to do what seemed good to me, he would speak the truth; that, however, on account of these things I do what I do, and in doing these things act by mind, and not by the choice of what is best, would be a great and extreme carelessness of speech. » Then he adds: « Wherefore indeed one man, putting a vortex round the earth, makes the earth remain fast beneath the heaven, while another props it up on the air as a base, as though it were a broad kneading-trough; whereas the power by which they are placed in the best way possible as they now lie, this they neither seek nor think to have any divine strength, but suppose that they will sometime find out an Atlas stronger than this and more immortal and holding all things together more, and in truth they think that the good and the fitting binds and holds together nothing at all. » So much says Socrates concerning the opinion of Anaxagoras. Now the successor of Anaxagoras, both of his school and of his opinion together, was Archelaus; and Socrates is said to have been a hearer of Archelaus. Nevertheless other Physical philosophers also, Xenophanes and Pythagoras, who flourished along with Anaxagoras, philosophized concerning the incorruptibility of God and the immortality of the soul. And from these and after these arose the sects of Greek philosophy, some having followed these men, others others, and some having also devised opinions of their own. Again, therefore, Plutarch writes the conceptions of the same men concerning the gods in this manner.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ. Δόξαι φιλοσόφων περὶ θεῶν. Ἀπὸ τοῦ Πλουτάρχου.
Chapter XVI. Opinions of the philosophers concerning the gods. From Plutarch.
« Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μιλήσιος, καὶ Θεόδωρος ὁ Κυρηναῖος, καὶ Εὐήμερος
« Some of the philosophers, such as Diagoras of Miletus, and Theodorus of Cyrene, and Euhemerus
Notes, col. 1237

On the reading

Printed τοῦτοι, for τοῦτον.