Migne Reading Room

PG 21 · cols. 1172–1177 · Read from the page

Preparation for the Gospel, Book XIII

Preparation for the Gospel, Book XIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1172Read from the page
μὴ τὸ νομιζόμενον φὰς ὑποβάλλειν. Μὴ γὰρ ἀδιαστόλως εἰπεῖν, πάσας εἶναι κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν ἐξεῖναι, ἀλλ' ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν. Οὕτω γὰρ εἶναι κοινὰς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα φαίη τις εἶναι κοινὰ, οἷς προσήκει διανεμόμενα πρὸς τῶν ἐπιτετραμμένων. Καὶ δὴ ταῦθ' οὕτως ἐχέτω. Τί δ' ἂν εἴποις μαθὼν, ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει; λέγων ὧδε· « Γυναικὶ μὲν, ἦν δ' ἐγὼ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος, μέχρι τεσσαρακονταέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δὲ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμον ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾷν τῇ πόλει μέχρι πέντε καὶ πεντηκονταέτους· » οἷς ἐπιλέγει· « Ὅταν δὲ δὴ, οἶμαι, αἵ τε γυναῖκες, καὶ οἱ ἄνδρες τοῦ γεννᾷν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾗ ἂν ἐθέλωσι. » Καὶ ἐπιλέγει· « Διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδὲν, ἐὰν γένηται· ἐὰν δέ τις βιάσηται, οὕτω ἐκτιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ. » Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. Τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει.
saying that he does not suggest what is commonly supposed. For he did not say without distinction that all the women are common, so that it is permitted even to any chance comers to indulge in licence, but that the distribution of them to the men lies in the authority of the rulers. For in this way they are common, just as one might say that the public moneys also are common, being distributed to whom it is fitting by those entrusted with them. And let these things indeed be so. What then would you say on learning that he also commands not to bring forth into the light what is conceived? speaking thus: "For a woman, said I, beginning from twenty years of age, up to forty years of age, she shall bear children for the city; and for a man, whenever he passes the swiftest prime as to running, from that time on he shall beget for the city up to five and fifty years of age;" to which he subjoins: "Now whenever, I suppose, both the women and the men pass beyond the age of begetting, we shall doubtless leave them free to have intercourse with whomsoever they wish." And he subjoins: "Having strictly charged them to endeavour most of all not to bring forth into the light any foetus, if it be conceived; and if any force its way, so to expose it, on the ground that there is no nurture for such a one." Such then are the matters concerning the training of women. And hear what sort of things are those concerning lawless love.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Ὁποῖα περὶ ἔρωτος ἐκθέσμου αὐτὸς διετάξατο ἐν Φαίδρῳ, οἷς ὁ Μωσῆς ἀντινομοθετεῖ.
What sort of things he himself ordained concerning lawless love in the Phaedrus, against which Moses legislates.
« Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν, καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι, ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν, ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ' ἀπομεστουμένου, ἔξω ἀποῤῥεῖ· καὶ οἷον πνεῦμα, ἤ τις ἠχὼ, ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη, πάλιν ὅθεν ὡρμήθη φέρεται· οὕτω τὸ τοῦ κάλλους ῥεῦμα, πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰὸν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον, καὶ ἀναπτεροῦσαν τὰς διόδους τῶν πτερῶν, ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν, καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. Ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ, καὶ οὔθ' ὅ τι πέπονθεν, οἶδεν, οὐδ' ἔχει φράσαι· ἀλλ' οἷον ἀπ' ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς, πρόφασιν εἰπεῖν οὐκ ἔχει. » Καὶ ἐπιλέγει ἑξῆς·
"And when he continues a long time doing this, and approaches with touching, both in the gymnasiums and in the other associations, then indeed the fountain of that stream, which Zeus when in love with Ganymede named 'desire', borne copiously towards the lover, part of it sank into him, and part, when he is filled full, flows off outside; and just as a wind, or some echo, leaping back from smooth and solid things, is borne back again whence it started, so the stream of beauty, going back again into the fair one through the eyes, wherein it is naturally fitted to go to the soul, having arrived and quickening the passages of the feathers, both waters them and has impelled them to grow wings, and filled in turn the soul of the beloved with love. He loves, therefore, yet is at a loss whom, and neither knows what he has suffered, nor is able to tell; but like one who has caught ophthalmia from another, he has no cause to tell." And he subjoins next:
PG 21:1173Read from the page
« Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μὲν ἀσθενεστέρως δὲ, ὁρᾷν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δὴ, οἷον εἰκὸς, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. » Ἐν οὖν τῇ συγκοιμήσει, τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγοι πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν, καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος. Ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἀπαρνηθῆναι, τὸ αὑτοῦ μέρος, χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. Ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες. » Εἶτα μεθ' ἕτερα ἐπιλέγει· « Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχ' ἄν που ἐν μέθαις, ἤ τινι ἄλλῃ ἀμελείᾳ, τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω, λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτὸ, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω, τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπάνια δὲ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες. Φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν. Ἐν δὲ τῇ τελευτῇ, ἄπτεροι μὲν, ὡρμηκότες δὲ πτεροῦσθαι, ἐκβαίνουσι τοῦ σώματος. Ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται. Εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆν πορείαν, οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας, εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν. Ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ' ἐραστοῦ φιλία. » Τοιαῦτα μὲν τὰ Πλάτωνος· ἀλλ' οὐ τὰ Μωσέως, ὃς διαῤῥήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν προσφερόμενος δίκην. Φησὶ γοῦν· « Ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι. » Καὶ· « Ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην γυναικός. » Τί δεῖ τανῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ σοφώτατος τὸν παιδεραστὴν, οὐδὲ γὰρ ἐν τοῖς Νόμοις ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι, προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα θησαυρὸν ὑφ' ἑτέρου τινὸς εὑρημένον; Ἐπάκουσον δὲ καὶ τῶνδε, ἵνα μή με συκοφαντεῖν ὑπολάβοις.
"And he desires in a manner similar to him, though more feebly, to see, to touch, to kiss, to lie down together; and indeed, as is likely, he soon thereafter does these things. In their lying together, therefore, the unruly horse of the lover has something to say to the charioteer, and claims in return for many toils to enjoy a little pleasure; while the horse of the darling has nothing to say, but swelling with desire and perplexed it embraces the lover, and kisses him, welcoming him as exceedingly well-disposed. And whenever they lie down together, he is ready, for his part, not to refuse to gratify the lover, should he beg to obtain it. If then the better elements of the mind prevail unto an orderly way of life and philosophy, they pass their life here blessed and harmonious, being masters of themselves and orderly." Then after other matters he subjoins: "But if they adopt a coarser and unphilosophical, yet ambitious way of life, perhaps in drunkenness, or some other carelessness, the two unruly beasts of burden in them, catching their souls unguarded and bringing them together into the same place, have chosen and accomplished that choice which is counted blessed by the many; and having accomplished it, for the rest of the time they do indeed use it, yet rarely, inasmuch as they are doing things not approved by their whole mind. Friends therefore these two also are to one another, though less than those others, both during their love and when they have passed beyond it, accounting that they have given and received the greatest pledges to one another, which it is unlawful ever to break and come into enmity. And at the end, wingless indeed, yet impelled to take wing, they depart from the body; so that they carry off no small prize of their erotic madness. For into darkness and the journey beneath the earth it is no longer the law that those should go who have already begun the journey beneath the heaven, but that passing a bright life they should be happy journeying with one another, and of like plumage for love's sake. These things so great, O boy, and so divine will the friendship from a lover bestow upon you." Such are the doctrines of Plato; but not so those of Moses, who expressly legislates the opposite of these things, with a loud voice pronouncing the fitting penalty against pederasts. At any rate he says: "Whosoever shall lie with a male as with a woman, both have wrought an abomination: let them be put to death, they are guilty." And: "Cursed is everyone who lies with a male as with a woman." What need is there now to convict how the wisest of men, having passed over the pederast — for not even in the Laws did he think fit to appoint a penalty of death against pederasts — commands to punish with death that one among household slaves who has not informed of a treasure found by someone else? Hear these things also, lest you suppose that I am making false accusations.
PG 21:1176Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Περὶ τῶν παρὰ Πλάτωνι φονικῶν νόμων, οὐκ ἀξίων ὄντων τῆς μεγαλονοίας αὐτοῦ, οἷς τοὺς Μωϋσέως ἀντιπαραβλητέον.
Concerning the homicide laws in Plato, not being worthy of his lofty mind, with which those of Moses must be compared.
« Ὅτι δ' ἂν ὁ Θεὸς, φησὶν, ἀναιρῇ περί τε τῶν κτημάτων, καὶ τοῦ κινήσαντος, τοῦθ' ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ Θεοῦ. Καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύων δὲ, κακίας. Δοῦλος δὲ ἐὰν ᾖ, ὁ μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτ' ἂν, ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν· μὴ μηνύων δὲ, θανάτῳ ζημιούσθω. » Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας τι τῶν ἀπειρημένων, ἀλλ' ὁ ἑτέρου πλημμελήσαντος μὴ καταμηνύσας. Καὶ ἄλλως δὲ καθαρὸν ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε. Λέγει δ' οὖν· « Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν, καθηράσθω· ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω τῷ κεκτημένῳ. » Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο· « Ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθὲν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκε τῷ πάσχειν, πασχέτω· δύο δ' ἐξ ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸ αὑτοῦ θυμόν. » Καὶ τούτῳ προστίθησιν ἑξῆς ἕτερον τοιόνδε νόμον· « Ὁ δὲ θυμῷ μὲν, μετ' ἐπιβουλῆς δὲ κτείνας, τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπροσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἕτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς χρόνον. » Εἶθ' ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ· « Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν, ὁπότερος αὐτοῖν, ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ. » Καὶ πάλιν ἑξῆς φησιν· « Ἐὰν δὲ, ὃ γίγνεται μὲν, ὀλιγάκις δὲ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς, ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαίρεσθαι, καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν. Κατελθόντων δὲ τῶν κτεινάντων, ἀπαλλάττεσθαι γυναῖκά τε ἀπὸ ἀνδρὸς, καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς, καὶ μή ποτ' ἔτι κοινῇ παιδοποιήσασθαι. » Καὶ τούτοις ἐπιφέρει· « Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι' ὀργὴν κτείνῃ τινὰ, ἢ γυνή τις ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι τοὺς αὐτοὺς καθαρμοὺς, τριέτεις δὲ ἀπενιαυτήσεις διατελεῖν. Κατελθὼν δὲ ὁ τοιοῦτό τι δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω, μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ. Καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν, ἢ ἀδελφὴν ἀδελφὴ θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐγγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις, ὧν ἀδελφούς τε ἀδελφῶν, καὶ γονέας ἐστέρηκε παίδων· τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς μηδέποτε γιγνέσθω, μηδὲ κοινωνὸς ἱερῶν. Ἀδελφὸς δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι, μάχης γενομένης, ἤ τινι τοιούτῳ τρόπῳ ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας, ἔστω καθαρός. Καὶ ἐὰν πολίτης
"And whatsoever God, says he, may respond by oracle concerning both the possessions and him who moved them, let the city, ministering to the oracles of God, do this. And if the informer be a free man, let him win a reputation for virtue, and if he inform not, for vice. And if he be a slave, the informer would rightly become free at the hands of the city, paying his price to his master; whereas if he inform not, let him be punished with death." And here indeed it is not he who has disturbed any of the forbidden things that has been punished with death, but he who, when another has transgressed, has not informed against him. And otherwise too he pronounces a master pure, if he should slay his own slave in anger. At any rate he says: "And having slain his own slave, let him be purified; but if another's in anger, let him pay back the damage twofold to the owner." And hear this also of his laws, which he ordained concerning homicides: "If then anyone with his own hand slay a free man, and the deed done be done unpremeditatedly in some anger, in other respects let him suffer just as was fitting for one who slew without anger to suffer; and let him of necessity be exiled for two years, chastising his own anger." And to this he adds next another such law as this: "And he who has slain in anger indeed, yet with premeditation, in other respects again according to the former one, and for three years, just as the other was exiled for the two, let him be exiled, being punished for a longer time by reason of the greatness of his anger." Then next concerning him who has committed homicide a second time he legislates thus: "And if, having returned at some time again, either of the two, overcome by anger, do this same thing, let him go into exile and return no more." And again next he says: "And if — what happens indeed, though seldom — through anger a father or mother slay a son or daughter by blows, or in some violent manner, let them be purified with the same purifications as the others, and be exiled for three full years. And when those who slew have returned, let the wife be separated from the husband, and the husband from the wife, and let them never again beget children in common." And to these things he adds: "And if a husband through some anger slay his wedded wife, or a wife in like manner do this same thing to her own husband, let them be purified with the same purifications, and pass three-year exiles. And when he who has done any such thing has returned, let him not share in sacred rites with his own children, nor ever become a sharer of their table. And if a brother slay a brother, or a sister a sister in anger, as to the matters of purifications and exiles, just as has been stated for parents and offspring, let it be stated that it must be done for these also, who have bereaved brothers of brothers and parents of children; and let him never share the same hearth with these themselves, nor be a partaker of their sacred rites. But if a brother slay a brother in civil strife, when a battle has taken place, or in some such manner defending himself against one who first began hands of violence, having slain him just as an enemy, let him be pure. And if a citizen
Notes, col. 1176

On the reading

Printed τὸ αὑτοῦ θυμόν, for τὸν αὑτοῦ θυμόν.

PG 21:1177Read from the page
πολίτην, ὡσαύτως, ἢ ξένος ξένον. Ἐὰν δὲ ἀστὸν ξένος, ἢ ξένον ἀστὸς ἀμυνόμενος κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι. Καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. Ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας πατέρα, τοῖς αὐτοῖς ἔνοχος ἔστω νόμοις. Ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἀγορὰν, μήτε ἱερὰ, μήτε λιμένας, μήτε ἄλλον τινὰ σύλλογον μηδένα μιαίνων· ἐάν τέ τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων, καὶ ἐὰν μή· ὁ γὰρ νόμος ἀπαγορεύει. Ὁ δὲ μὴ ἐπεξιὼν, δέον, ἢ μὴ προαγορεύων, εἰργέσθω τῶν ἐντὸς ἀνεψιότητος· τὸ δὲ δεύτερον, ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω. Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτῆς γυναῖκα, φευγέτω ἀειφυγίαν. » Τοιοῦτοι μὲν οἱ τοῦ φιλοσόφου νόμοι. Εἰ δὲ χρὴ καὶ τοὺς Μωσέως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον οἷα περὶ τῶν φονικῶν διατάττεται. « Ἐὰν πατάξῃ τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. Εἰ δὲ οὐχ ἑκὼν, ἀλλ' ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. Ἐαν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ, ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. Ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῶος ἔστω ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. Ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ, ἢ τὴν παιδίσκην αὐτοῦ ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. Ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ αὐτὸν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς, ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. » Τοιαῦτα δὴ καὶ τὰ Μωσέως. Αὖθις δὲ ὁ Πλάτων τινὰ τρόπον, καὶ δι' ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν οἰκέτην προστάττει, ἐπάκουσον. « Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν, ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται, καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ λόγῳ, τῷ μὴ κινεῖν ὅτι μὴ κατέθετο, ἐκεῖνος ἀεὶ ζημιούσθω. Ἐὰν δὲ δοῦλος, μὴ πείσας τὸν δεσπότην τῶν χωρίων, ἅπτηταί του τῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς, ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω. » Τοιαῦτα μὲν τὰ κατὰ τῶνδε, οὐκ ἄξια τῆς Πλάτωνος μεγαλονοίας. Ὡς δὲ σεμνὰ καὶ φιλάνθρωπα
slay a citizen, in like manner, or a foreigner a foreigner. And if a foreigner slay a citizen or a citizen a foreigner in self-defence, let it be according to the same rules as regards being pure. And if a slave slay a slave, in like manner. But if again a slave slay a free man in self-defence, just like one who has slain a father, let him be subject to the same laws. Whosoever of deliberate purpose and unjustly with his own hand slays any one of the citizens, first indeed let him be barred from the lawful assemblies, polluting neither market-place, nor temples, nor harbours, nor any other assembly whatsoever, whether any of men forbid the doer of these things or not; for the law forbids him. And he who does not prosecute, when he ought, or does not give public warning, if he be of those within the degree of cousinship, first let him be barred, and secondly let him become liable to prosecution by anyone who wishes to avenge the deceased. And if a wife wound her own husband with intent to kill him, or a husband his own wife, let that one go into perpetual exile." Such are the laws of the philosopher. And if one must compare those of Moses also with these, hear what sort of ordinances he makes concerning homicide. "If anyone strike a man, and he die, let him be put to death. But if not willingly, and God delivered him into his hands, I will give thee a place whither the slayer shall flee. And if anyone set upon his neighbour to kill him by guile, and flee for refuge, from My altar shalt thou take him to put him to death. He who strikes his father or his mother, let him be put to death. And if two men rail at one another, and one strike his neighbour with a stone or with a fist, and he die not, but be laid upon his bed, if the man arise and walk abroad upon his staff, let him who struck him be quit; only he shall pay for his loss of time, and the charges of healing. And if anyone strike his manservant or his maidservant with a rod, and he die under his hands, he shall be avenged by justice. And if anyone strike the eye of his manservant, or the eye of his maidservant, and blind it, he shall send them forth free in return for their eye." Such indeed are the ordinances of Moses also. And hear again in what manner and for what sort of things Plato commands a household slave to be maltreated with inexorable blows: "Whenever anyone wishes to gather the grape now called 'noble', or the figs surnamed 'noble', if indeed he take from his own, let him enjoy the fruit however he may wish and whenever he wishes; but if from others' without having persuaded the owner, in accordance with the saying, 'not to move what one did not lay down', let that man always be punished. And if a slave, without having persuaded the master of the lands, touch any of such things, for every berry of the clusters and fig of the fig-tree let him be scourged with blows equal in number to these." Such are the rules concerning these matters, not worthy of the lofty mind of Plato. And how solemn and humane
Notes, col. 1177

On the reading

Printed ἑαυτῆς, for ἑαυτοῦ.

Printed Ἐαν, for Ἐὰν.