Migne Reading Room

PG 21 · cols. 1072–1081 · Read from the page

Preparation for the Gospel, Book XIII

Preparation for the Gospel, Book XIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1072Read from the page
Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. — Μηδεὶς ἄρα, ἦν δ' ἐγὼ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν,
Every necessity, he said, so it seems to me at least. — Let none of the poets, therefore, said I, O best of men, tell us,
Ὡς θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, Παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας·
That gods, resembling strangers from other lands, becoming of all sorts, go up and down through cities;
Μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδείς· μηδ' ἐν τραγῳδίαις, μηδ' ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην ὡς ἱέρειαν, ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶ βιοδώροις· καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν. Μηδ' αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. — Μὴ γὰρ, ἔφη. — Ἀλλ' ἄρα, ἦν δ' ἐγὼ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφας παντοδαποὺς φαίνεσθαι, ἐξαπατῶντες καὶ γοητεύοντες; — Ἴσως, ἔφη. Τί δέ; ἦν δ' ἐγὼ, ψεύδεσθαι ὁ Θεὸς ἐθέλοι ἂν, — ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; — Οὐκ οἶδα, ἦ δ' ὅς. — Οὐκ οἶσθα, ἦν δ' ἐγὼ, ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ' εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; — Πῶς, ἔφη, λέγεις; — Οὕτως, ἦν δ' ἐγὼ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι, καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. — Οὐδὲ νῦν πω, ἦ δ' ὅς, μανθάνω. — Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω, ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε, καὶ ἐψεῦσθαι, καὶ ἀμαθῆ εἶναι, καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος, πάντες ἥκιστ' ἂν δέξαιντο, καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ. — Πολύ γ', ἔφη. — Ἀλλὰ μὴν ὀρθότατά γ' ἂν, ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια· ἐπεὶ τό γε ἐν τοῖς λόγοις, μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος, καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος· ἢ οὐκ οὕτω; — Πάνυ μὲν οὖν. — Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπὸ ἀνθρώπων μισεῖται. — Δοκεῖ μοι. — Τί δὲ δὴ τὸ ἐν τοῖς λόγοις ψεῦδος, πότε, καὶ τί χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; Ἆρ' οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων τινὰς, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται; Καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν, ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι, ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος, ὅτι μά-
Nor let anyone tell lies against Proteus and Thetis; nor in tragedies or in the other poems let anyone bring in Hera altered as a priestess, collecting alms for the life-giving children of Inachus the Argive river; and let them not tell us many other such lies. Nor again let mothers, persuaded by these poets, terrify their little children, telling the myths badly, that forsooth certain gods go about by night taking on the semblance of many strangers of all sorts, lest at once they blaspheme against the gods and at the same time render their children more cowardly. — Let them not indeed, he said. — Yet then, said I, are the gods themselves such as not to change, while they make us think that they appear of all sorts, deceiving and bewitching us? — Perhaps, he said. What then? said I; would God be willing to lie, — either in word or in deed holding forth phantoms? — I do not know, said he. — Do you not know, said I, that the veritable falsehood, if it is possible to say this, all gods and men hate? — How do you mean? he said. — Thus, said I, that no one willingly consents to be deceived in the most sovereign part of himself and concerning the most sovereign things, rather above all things he fears to possess it there. — Not even yet, said he, do I understand. — Because you think, I said, that I am saying something lofty; whereas I say that to be deceived and to have been deceived in one's soul concerning the things that are, and to be ignorant, and there to hold and possess the falsehood, all men would least of all accept, and they hate it most of all in such a case. — Very much so indeed, he said. — Yet surely that of which I was speaking just now would most rightly be called in very truth falsehood: the ignorance in the soul of the one who has been deceived; since that in words is a kind of imitation of the affection in the soul, and an image that has come into being afterwards, not an altogether unmixed falsehood; or is it not so? — Altogether so indeed. — Real falsehood, then, is hated not only by gods, but also by men. — So it seems to me. — What then of the falsehood in words: when and for what is it useful, so as not to deserve hatred? Does it not both towards enemies and towards some of our so-called friends, whenever through madness or some folly they attempt to do some evil, then become useful like a medicine for the sake of averting it? And in the mythologies of which we were speaking just now, owing to our not knowing how the truth stands concerning ancient matters, likening the falsehood to the truth to the ut-
PG 21:1073Read from the page
λιστα οὕτω χρήσιμον ποιοῦμεν; — Καὶ μάλα, ἦδ ὅς, οὕτως ἔχει. — Κατὰ δὴ τί οὖν δὴ τούτων, τῷ Θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον, διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ, ἀφομοιῶν ἂν ψεύδοιτο; — Γελοῖον μέντ' ἂν εἴη, ἔφη. — Ποιητὴς μὲν ἄρα εν Θεῷ ψευδὴς οὐκ ἔνι; — Οὔ μοι δοκεῖ. — Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; — Πολλοῦ γε δεῖ. — Ἀλλὰ δι' οἰκείων ἄνοιαν ἢ μανίαν; — Ἀλλ' οὐδεὶς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων, θεοφιλής. Οὐκ ἄρα ἐστὶν, οὗ ἕνεκα ἂν Θεὸς ψεύδοιτο. — Οὐκ ἔστι. — Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. — Παντάπασι μὲν οὖν, ἔφη. — Κομιδῆ ἄρα ὁ Θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τ' ἔργῳ καὶ λόγῳ. Καὶ οὔτε αὐτὸς μεθίσταται, οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας, οὔτε κατὰ λόγους, οὔτε κατὰ σημείων πομπὰς, οὔθ' ὕπαρ οὔτ' ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται, σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφη, τοῦτον δεύτερον τύπον εἶναι, ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς, μήθ' ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ; — Συγχωρῶ. — Πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες ἄλλα, τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· Οὐδ' Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὐτῆς γάμοις ᾄδοντα·
most, do we thus make it useful? — Very much so, said he, thus it stands. — On which of these grounds, then, is falsehood useful to God? Would He lie by making a likeness because He does not know ancient matters? — That would indeed be laughable, he said. — Then there is no lying poet in God? — It does not seem so to me. — Would He then lie out of fear of His enemies? — Far from it. — Or on account of the folly or madness of those dear to Him? — Nay, he said, none of the foolish and mad is dear to God. There is nothing, therefore, for the sake of which God would lie. — There is nothing. — In every way, therefore, the daemonic and the divine are free from falsehood. — Altogether so indeed, he said. — Completely, therefore, is God simple and true both in deed and in word; and neither is He Himself displaced, nor does He deceive others, either by apparitions, or by words, or by sendings of signs, whether in waking vision or in a dream. Thus, he said, it appears to me myself also, as you say it. Do you grant, therefore, he said, that this is the second mould within which one must both speak and compose concerning gods: that neither are they themselves sorcerers by changing themselves, nor do they lead us astray with falsehoods in word or in deed? — I grant it. — While praising, therefore, many other things of Homer, this we shall not praise: the sending of the dream by Zeus to Agamemnon; Nor that of Aeschylus, when Thetis says that Apollo, singing at her wedding,
Ἐνδαιτεῖσθαι τὰς ἑὰς εὐπαιδίας, Νόσων τε ἀπείρους, καὶ μακραίωνος βίου, Ξύμπαντά τ' εἰπὼν, θεοφιλεῖς ἐμὰς τύχας Παιὼν ἐπευφήμησεν, εὐθυμῶν ἐμέ. Κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα Ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. Ὁ δ' αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρὼν, Αὐτὸς τάδ' εἰπὼν, αὐτός ἐστιν ὁ κτανὼν Τὸν παῖδα τὸν ἐμόν.
Dwelt in celebration upon her fair offspring, unacquainted with diseases, and of long-lived life, and having spoken of all things together, Paean blessed my fortunes dear to the gods, cheering me. And I hoped that the divine mouth of Phoebus was free from falsehood, teeming with prophetic art. Yet the very one who sang the hymn, himself present at the feast, himself having spoken these things, is himself the slayer of my child.
Ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε, καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθόσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. — Παντάπασιν ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ καὶ ὡς νόμοις ἂν αὐτοῖς χρώμην. » Ταῦτα μὲν ὁ Πλάτων. Εὕροις δ' ἂν τὴν Ἑβραίων γραφὴν, οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ τοῦ τῶν ὅλων Θεοῦ, ἀλλ' οὐδὲ περὶ τῶν ἀμφ' αὐτὸν θείων ἀγγέλων, οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν, ὁμοίως ταῖς Ἑλληνικαῖς μυθολογίαις περιέχουσαν· τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον, ὅτι τε ἀγαθὸς ὢν ὁ Θεὸς τυγχάνει, καὶ τὰ
Whenever anyone says such things concerning gods, we shall be angry, and we shall not grant a chorus, nor shall we allow the teachers to use them for the education of the young, if our guardians are going to become pious towards God and divine, so far as is to the greatest degree possible for man. — Altogether, he said, I for my part grant these moulds and would use them as laws. » Thus far Plato. And you would find the Scripture of the Hebrews in no way containing shameful myths concerning the God of the universe, nor indeed concerning the divine angels around Him, nor at all events concerning the men dear to God, in the manner of the Greek mythologies; whereas the mould set forth by Plato, both that God happens to be good, and the
Notes, col. 1073

On the reading

Printed ἦδ, for ἦ δ'.

Printed εν, for ἐν.

PG 21:1076Read from the page
πρὸς αὐτοῦ γεγονότα πάντα, τοιαῦτα. Ἐφ' ἑκάστῳ δ' οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωσῆς ἐπιλέγει· «Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν· » ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φησί· «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. » Δόγμα δ' Ἑβραίων ἐστὶ καὶ τὸ μή εἶναι τὸν Θεὸν κακῶν αἴτιον· εἰ δὴ ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· « Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. » Διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ Θεὸς, πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον· « Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς τὰ ὀπίσω, ἡ ἄμπελος ἡ ἀλλοτρία; » Εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ Θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον, ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ Θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ' ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σωτηρίᾳ τῶν καμνόντων κακὰ νομίζοιτο προσφέρειν, τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας. Διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς, ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ Θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, ὡς « Ὁ μὲν Θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, καὶ ὅτι τὰ σκυθρωπὰ, καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν· » οἱ δὲ ὤνανται κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλόσοφον, ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν· « Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. » Ὡς δ' ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δ' ὁ δρῶν ταῦτα ὁ Θεὸς, οὐκ ἐατέον λέγειν τὸν ποιητήν· ἀλλ', εἰ μὲν, ὅτι ἐδεήθησαν κολάσεως, λέγοιεν, ὡς ἄθλιοι κακοὶ, διδόντες δὲ δίκην, ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι Θεόν τινι γίγνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ. » Ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοιοῦσθαι τὸν Θεὸν ἡ παρ' Ἑβραίοις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα· « Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι. » Καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ Δαβὶδ ἀναφωνεῖ λέγων· « Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. » Εἰ δέ πη τὸν τοῦ Θεοῦ Λόγον εἰσάγουσιν, ἐν εἴδει καὶ σχήματι ἀνθρωπίνῳ παραφαινόμενον, λεκτέον, ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ, καὶ Θέτιδι, καὶ Ἥρᾳ, οὐδ' ὡς οἱ θεοὶ οἱ περιερχόμενοι νύκτωρ, πολλοῖς ζώοις καὶ πανταδαποῖς ἰνδαλλόμενοι, καὶ τὸν τοῦ θεοῦ Λόγον ἀνθρώποις πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι· ἀλλ' ὡς αὐτὸς ὁ Πλάτων δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον. Ἐπεὶ οὖν τῶν ἐπὶ γῆς ζώων οὐδὲν ἦν θεοφιλέστερον γένος ἀνθρώπου, συγγενές τε καὶ οἰκεῖον τῷ Θεοῦ Λόγῳ, παρ' οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς φύσιν ἀπείργαστο· εἰκότως, οἷα φίλου ζώου
brought into being by Him, are such. At each, then, of the works of creation the marvellous Moses subjoins: «And God saw that it was good;» and over them all, summing up the account concerning all things, he says: «And God saw all things whatsoever He had made, and behold, they were very good.» And it is also a doctrine of the Hebrews that God is not the cause of evils; since indeed God did not make death, nor does He delight in the destruction of the living; for He created all things that they might exist, and wholesome are the generations of the world; «But through the envy of the devil death entered into the world.» Wherefore also in the prophet God is introduced speaking to him who out of his own choice had become evil: «Yet I planted you as a fruit-bearing vine, wholly true; how have you turned backwards into a strange vine?» And if anywhere evils should be said to befall the base from God, this must be understood equivocally, since punishments are so called, which God, being good, is said to bring on not to the harm of those who are punished, but for benefit and advantage; just as a physician too might be thought, for the preservation of the sick, to apply evils, namely painful and bitter treatments. Wherefore also in the case of divine Scripture, where it has been said that evils are brought upon men by God, Plato's words must be stated, that «God wrought things both just and good, and that He brought stern things, and things accounted evils by men, upon those worthy of them;» and when chastised they are benefited, not only according to the philosopher, but also according to the Scripture of the Hebrews, which says: «For whom the Lord loves, He disciplines; and He scourges every son whom He receives.» But that those who pay the penalty are wretched, while He Who did these things was God, the poet must not be allowed to say; rather, if they should say that they stood in need of chastisement, as wretched wicked men, and that in paying the penalty they were benefited by God, that is to be allowed; yet to affirm that God, Who is good, becomes the cause of evils to anyone, must be resisted in every way.» Moreover, concerning God's not changing, prophecy among the Hebrews also teaches somewhat after this manner in the person of God, saying: «Because I am the Lord your God, and I have not changed.» And in his theological hymns David too cries aloud, saying: «All will grow old like a garment, and like a wrap Thou wilt roll them up, and they will be changed. But Thou art the same, and Thy years will not fail.» And if anywhere they introduce the Word of God appearing in human form and fashion, it must be said that the oracles of the Hebrews do not introduce the Word of God as having appeared to men after the manner of the myths of the Greeks, like Proteus, and Thetis, and Hera, nor as the gods who go about by night, taking on the likeness of many and manifold living creatures; rather, just as Plato himself says that there is need at times, for the benefiting of friends, whenever through madness or some folly they attempt to do some evil, that then for the sake of averting it God's coming among men should take place as a useful remedy. Since, therefore, of the living creatures upon earth no race was dearer to God than man, being akin and belonging to the Word of God, by Whom he had also been wrought rational as to the nature of his soul, reasonably, as for a dear living creature
Notes, col. 1076

On the reading

Printed μή εἶναι, for μὴ εἶναι.

Printed πανταδαποῖς, for παντοδαποῖς.

PG 21:1077Read from the page
κηδόμενον τὸν ἐπουράνιον Λόγον, ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοῦ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος, ὡς μήτε τὸν Πατέρα γινώσκειν Θεὸν, μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν, μήτ' αὖ Θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζώου σχεδὸν ὅσον παρατροπὴν ἥκοντος· διὸ δὴ τὸν Σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως, οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀφανὲς καὶ τὸ ὁρώμενον. Πὴ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πὴ δὲ Θεοῦ Λόγος ἦν ἀληθὴς, οὐ γοητεύων, οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν· ἐπειδὴ τὸ Θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει καὶ Πλάτωνι. « Κομιδῇ ἄρα ὁ Θεὸς Λόγος, ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο, οὔτε ἄλλους ἐξηπάτα, οὔτε κατὰ φαντασίας, οὔτε κατὰ λόγους, οὔτε κατὰ σημείων πομπὰς, οὔθ' ὕπαρ, οὔδ' ὄναρ. » Πάντα γὰρ ὅσα τοιαῦτα, οἷα λογικῶν ψυχῶν ἰατρὸς, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους, ἀληθῶς, ἀλλ' οὐ δοκήσει, δι' οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο, τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν, διὰ τῆς κατηγγελμένης ὑπ' αὐτοῦ θεογνωσίας, καὶ ἀληθοῦς εὐσεβείας, πᾶσιν ἡμῖν δωρούμενος. Καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα. Τοῖς δὲ ἄλλως λέγουσι, χαλεπανοῦμέν τε, καὶ χορὸν οὐ δώσομεν, οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει.
caring, they say that the heavenly Word came for the healing of the whole race, which had undergone a strange sickness and madness, so as to know neither God the Father, nor the proper essence of its own intellectual nature, nor again the providence of God, the preserver of the universe, having come very nearly to the aberration of an irrational creature; wherefore indeed they say that the Saviour and physician stood present, not indeed departing from His own nature, nor yet deceiving those who beheld Him, but keeping both true, both the invisible and the visible. For in one respect He was seen as true man, and in another He was the true Word of God, neither practising sorcery nor deceiving the beholders; since that the Divine should be free from falsehood seemed right to Plato also. «Altogether, then, God the Word, being simple and true both in deed and in word, neither Himself departed from His own state, nor deceived others, neither by appearances, nor by words, nor by sendings of signs, neither in waking vision nor in a dream.» For all such things, as physician of rational souls, for the sake of the salvation of the whole race of men, truly, and not in mere seeming, He accomplished through the man whom He assumed, bestowing upon us all friendship with and return towards His Father, through the knowledge of God proclaimed by Him, and true piety. Such, then, are our doctrines. But with those who speak otherwise we shall both be angry and not grant them a chorus, nor yet allow teachers to use them for the instruction of the young, if our guardians are to become pious and divine, just as seemed best to the philosopher also.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Οτι πλέον οὐδὲν τῶν αἰσχρῶν μύθων αἱ περὶ τῶν Ἑλληνικῶν θεῶν διηγήσεις περιέχουσιν, αἷς μὴ πειθόμενον Σωκράτην ἔκτειναν Ἀθηναῖοι. Ἀπὸ τοῦ Εὐθύφρονος.
That the narratives concerning the Greek gods contain nothing more than shameful myths, for not believing which the Athenians put Socrates to death. From the Euthyphro.
« Αὐτοὶ δὲ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες, τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον· καὶ τοῦτον ὁμολογοῦσι τὸν αὐτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν, οὐκ ἐν δίκῃ· καὶ ἐκεῖνόν γε αὐτὸν αὐτοῦ πατέρα ἐκτεμεῖν, δι' ἕτερα τοιαῦτα. Ἐμοὶ δὲ χαλεπαίνουσιν, ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδικοῦντι. Καὶ οὕτως αὐτοὶ ἑαυτοῖς τὰ ἐναντία λέγουσιν, περί τε τῶν θεῶν, καὶ περὶ ἐμοῦ.—Ἆρα γε ὦ, Εὐθύφρον,
«Now men themselves happen to consider Zeus the best and most just of the gods; and they admit that he bound his father, because he swallowed his sons unjustly, and that that one in turn castrated his father because of other such things. Yet with me they are angry because I prosecute my father when he does wrong. And thus they say things contrary to themselves both concerning the gods and concerning me.—Is it then, O Euthyphro,
Notes, col. 1077

On the reading

Printed οὔδ', for οὐδ'.

Printed Οτι, for Ὅτι.

Printed Ἆρα γε, for Ἆρά γε.

PG 21:1080Read from the page
τοῦτ' ἐστιν οὗ ἕνεκα τὴν γραφὴν φεύγω, ὅτι τὰ τοιαῦτα, ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι, δι' ἃ δὴ, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. Νῦν οὖν, εἰ καί σοι ταῦτα συνδοκεῖ, τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δὴ, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. Τί γὰρ καὶ φήσομεν, οἵ γε καὶ αὐτοὶ ὁμολογοῦμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; Ἀλλά μοι εἰπὲ πρὸς Φιλίου, σὺ ὡς ἀληθῶς ἡγῇ ταῦτα οὕτω γεγονέναι; — Καὶ ἔτι τούτων θαυμασιώτερα, ὦ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασι. Καὶ πόλεμον ἄρα ἡγῇ σὺ εἶναι τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς, καὶ μάχας, καὶ ἄλλα τοιαῦτα πολλὰ, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν; καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων, τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται, καὶ δὴ καὶ ἐν τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν. Ταῦτα ἀληθῆ εἶναι φῶμεν, ὦ Εὐθύφρον; — Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ', ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλὰ, ἐάνπερ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ' ὅτι ἐκπλαγήσῃ » Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. Διασαφεῖ δὲ την διάνοιαν ὁ Νουμήνιος, ἐν τῷ Περὶ τῶν παρὰ Πλάτωνι ἀποῤῥήτων, ὧδέ πη λέγων.
on account of this that I am defending myself against the indictment, that whenever anyone says such things concerning the gods, I somehow receive them with displeasure, wherefore indeed, as it seems, someone will say that I err. Now then, if these things seem so to you also, who know well concerning such matters, there is necessity indeed, as it seems, for us also to concede them. For what shall we even say, we who ourselves also confess that we know nothing concerning them? Yet tell me, by the god of friendship, do you truly suppose these things to have happened thus? — Yes, and things still more marvellous than these, O Socrates, which the multitude do not know. And do you then suppose that there is in reality war among the gods against one another, and terrible enmities indeed, and battles, and many other such things, such as are told by the poets? And by good painters both our other sanctuaries have been adorned with scenes, and in particular at the Great Panathenaea the robe full of such embroideries is brought up to the Acropolis. Shall we say that these things are true, O Euthyphro? — Not these alone, O Socrates, but, just as I said a moment ago, I shall relate to you many other things also, if indeed you wish, concerning the gods, on hearing which I know well that you will be astonished.» Thus Plato in the Euthyphro. And Numenius makes plain the meaning, in his work On the Secrets in Plato, speaking somewhat after this manner.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Νουμηνίου, ἐκ τῶν Παρὰ Πλάτωνι ἀποῤῥήτων. Περὶ τοῦ αὐτοῦ.
Of Numenius, from On the Secrets in Plato. On the same.
« Εἰ μὲν, γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων, εἶτα ἐδυσχέραινεν αὐτῇ, καὶ κατηγόρει, ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις τῶν δὲ ἐδωδὰς, τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας, ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα, εἴπερ ὁ Πλάτων ταῦτα λαβὼν εἰς τὸ φανερὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν, ὥσπερ τὸν Σωκράτην. » Ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων, τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα, καὶ κοάλεμον, καὶ εἴτις ἄλλος, θεολογεῖ κακῶς· αὐτὸν δὲ τὸν Σωκράτην ἐπ' αὐτοῦ τε, καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ, ἐν ᾧ περὶ εἰωθότος ἤλεγχεν ἑκάστῳ προσομιλῶν·
«If Plato, having proposed to write concerning the theology of the Athenians, had then expressed displeasure with it and denounced it, as containing seditions against one another, and both unions with some children and devourings of others, and in requital for these things punishments inflicted upon fathers by the others, and by brothers upon brothers, which it celebrates in song, and other such things—if indeed Plato had taken these up and denounced them openly, he seems to me that he would have afforded the Athenians an occasion to prove wicked once again by killing him too, just as they killed Socrates.» But since on the one hand he would not have chosen to live rather than to speak the truth, and on the other hand he saw that he would be able both to live and to speak the truth safely, he placed in the character of the Athenians Euthyphro, being a boastful man and a blockhead, and one who, if anyone else does, theologizes badly; and Socrates himself both in his own person and in his own manner, wherein after his wonted fashion he cross-examined while conversing with each person;
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὅτι μὴ δεῖ ταῖς τῶν πολλῶν προσέχειν δόξαις, μηδὲ τῆς ἰδίας μετατίθεσθαι προαιρέσεως, διὰ θανάτου φόβον. Ἀπὸ τοῦ Κρίτωνος.
That one must not pay heed to the opinions of the multitude, nor shift from one's own resolve out of fear of death. From the Crito.
« Ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μὴ, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. Σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον, εἴτε μή. Ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος, οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ, ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται. Τοὺς δὴ λόγους, οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον, οὐ δύναμαι νῦν ἐκβάλλειν ἐπειδή
«O dear Crito, your eagerness would be worth much, if it were accompanied by some rightness; if not, the greater it is, the more troublesome. We must therefore consider whether these things are to be done or not. Since not only now, but always too, I am such a man as to obey nothing else of what is mine than the argument which on reflection appears best to me. Accordingly, the arguments which I used to speak in time past I cannot now cast out since
Notes, col. 1080

On the reading

Printed ἐκπλαγήσῃ », for ἐκπλαγήσῃ. ».

Printed την διάνοιαν, for τὴν διάνοιαν.

PG 21:1081Read from the page
μοι ἥδε ἡ τύχη γέγονεν· ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ, οὕσπερ καὶ πρότερον· Ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι εὖ ἴσθι, ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ' ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμις, ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα, καὶ χρημάτων ἀφαιρέσεις. Πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά; Εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε, ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ, οὔ· ἢ πρίν με δεῖν ἀποθνήσκειν, καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο, ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς. Ἐπιθυμῶ δ' ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδ' ἔχω, ἢ ὁ αὐτὸς καὶ ἐάσομεν χαίρειν, ἢ πεισόμεθα αὐτῷ. Ἐλέγετο δέ πως, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν, ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθρωποι δοξάζουσι, δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή. Τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; Σὺ γὰρ, ὅσα γε τἀνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. Σκόπει δή. Οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι, ὅτι οὐ πάσας χρὴ δόξας τὰς τῶν ἀνθρώπων τιμᾷν, ἀλλὰ τὰς μὲν, τὰς δ' οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μὲν, τῶν δ' οὔ; Τί φής; ταῦτα οὐχὶ καλῶς λέγεται; — Καλῶς. — Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾷν, τὰς δὲ πονηρὰς μή; — Ναί. Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων πονηραὶ δὲ αἱ τῶν ἀφρόνων; — Πῶς δὲ οὔ; Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; Γυμναζόμενος ἀνὴρ, καὶ τοῦτο πράττων, πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ, καὶ ψόγῳ, καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου, ὃς ἂν τυγχάνῃ ἰατρὸς, ἢ παιδοτρίβης ὤν; — Ἑνὸς μόνου.— Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους, καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν. — Δηλαδή. — Ταύτῃ ἄρα πρακτέον αὐτῷ, καὶ γυμναστέον, καὶ ἐδεστέον γε, καὶ ποτέον, ᾗ ἂν τῷ ἑνὶ δοκῇ τῷ ἐπιστάτῃ, καὶ ἐπαΐοντι μᾶλλον, ἢ ξύμπασι τοῖς ἄλλοις. — Ἔστι ταῦτα. — Εἶεν. Ἀπειθήσας δὲ τῷ ἑνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων, ἆρα οὐδὲν κακὸν πείσεται;
this fortune has befallen me; rather, they appear to me much the same, and I revere and honour the very same ones as before also; than which unless we have better things to say at present, know well that I will by no means give way to you, not even if the power of the multitude should scare us like children with bogeys even more than those now present, sending bonds and deaths upon us, and confiscations of goods. How then might we examine them most reasonably? If first we should take up again this argument of which you speak, the one concerning opinions, whether it was rightly said on each occasion or not, that to some of the opinions one must pay heed, and to others not; or whether before I had to die it was rightly said, whereas now it has after all become manifest that it was said idly for the sake of talk, while in truth it was child's play and nonsense. Yet I for my part desire to examine thoroughly, O Crito, in common with you, whether it will appear at all different to me, since I am in this plight, or the same, and whether we shall bid it farewell or obey it. Now it used to be stated somehow thus, as I think, on each occasion by those who supposed themselves to say something of weight, just as I was saying just now, that of the opinions which men hold, one ought to count some of great worth, and others not. By the gods, O Crito, does not this seem to you to be rightly said? For you, so far at least as human prospects go, are clear of being about to die tomorrow, and the present misfortune would not lead you astray. Consider then. Does it not seem to you to be adequately said that one must not honour all the opinions of men, but some and not others? nor of all men either, but of some and not of others? What do you say? Is not this rightly said? — Rightly. — Must one then honour the good ones, and not the wicked ones? — Yes. And are not the good ones those of the prudent, and the wicked ones those of the foolish? — How could they not be? Come then, how again were such things as these stated? A man in training, and practising this in earnest, does he pay heed to every man's praise and blame and opinion, or to that one man's alone, whoever happens to be a physician or a trainer? — To one man's alone.— Then he must fear the blames and welcome the praises of that one man, and not those of the multitude. — Clearly. — In this way, therefore, he must act and exercise, and eat indeed and drink, as seems good to the one man who is master and has knowledge, rather than to all the rest together. — So it is. — Very well. And if he disobeys the one man and dishonours his opinion and his praises, while honouring those of the multitude who have no knowledge at all, will he suffer no evil?