Migne Reading Room

PG 21 · cols. 997–1008 · Read from the page

Preparation for the Gospel, Book XII

Preparation for the Gospel, Book XII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:997Read from the page
ἄμεινον ἢ χεῖρον, ὃς, γενόμενος δόγμα πόλεως κοινὸν, νόμος ἐπωνόμασται. » Καὶ ἑξῆς φησιν· « Τόδε δ' ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν, οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι, σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ' ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. Μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ, καὶ μηδαμῆ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον· ταύτην δ' εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱερὰν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἄνεσιν χρυσῆν οὖσαν· τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας· δεῖν δὲ τῇ καλλίστῃ ἀγωγῇ τοῦ νόμου ἀεὶ ξυλλαμβάνειν· ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μὲν ὄντος, πράου τε καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγὴν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα γένη. Καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν ὁ μῦθος ἀρετῆς σεσωσμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γένοιτο μᾶλλον ὃ νοεῖ· καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων, τούτῳ ἑπόμενον δεῖ ζῆν, πόλιν δὲ ἢ παρὰ θεῶν τινος ἢ παρ' αὐτοῦ τούτου γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇ τε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν. Οὕτω κακία δὴ καὶ ἀρετὴ σαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη. » Καὶ παρ' ἡμῖν ὁ θεῖος τὰ ὅμοια διδάσκει λόγος, φάσκων· « Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· » Καὶ πάλιν· « Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων· » ὅσα τε ἄλλα τούτοις παραπλήσια.
is better or worse, which, when it has become the common decree of a city, is named law." And next he says: "And this we know, that these passions within us, like certain sinews or cords indwelling, both pull us and, being opposite, draw against one another towards opposite actions, where indeed virtue and vice lie marked off from each other. For reason says that each man, ever following one of the pullings and in no way forsaking that one, ought to pull against the other sinews; and that this is the golden and sacred leading of calculation, called the common law of the city, whereas others are hard and of iron, while this soft relaxation is golden, and the others are like all manner of forms; and that one ought ever to lend aid to the noblest leading of law: for inasmuch as calculation is noble indeed, and gentle and not violent, its leading stands in need of helpers, so that within us the golden race may conquer the other races. And thus indeed the tale of virtue concerning us as being puppets would be preserved, and what being superior to oneself and inferior means would in a manner become clearer; and that as for a city and a private citizen, the latter, having received within himself the true account concerning the pullings, ought to live following it, while a city, having received an account either from one of the gods or from this very man who knows these things, and having established it as law, ought to consort thus both with itself and with the other cities. Thus vice indeed and virtue would be more clearly articulated for us." Among us also the divine word teaches the like, declaring: "I delight together in the law of God according to the inward man; but I see a different law in my members warring against the law of my mind;" And again: "Their thoughts between one another accusing or even defending them;" and whatever else is akin to these.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Ὅτι οὐ τὸ σῶμα, ἀλλ' ἡ ψυχὴ αἰτία τυγχάνει τῶν κακῶς ὑφ' ἡμῶν πραττομένων.
That not the body, but the soul is the cause of the things badly done by us.
« Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν, ὡς, εἰ ψυχὴ φανείη πρεσβυτέρα τοῦ σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα. — Πάνυ μὲν οὖν. — Τρόποι δὲ καὶ ἤθη, καὶ βουλήσεις, καὶ λογισμοὶ, καὶ δόξαι ἀληθεῖς, ἐπιμέ-
"Yet we remember having agreed in what went before that, if soul should appear older than the body, the things of soul too would be older than those of the body. — Assuredly so. — And habits and characters, and wishes, and calculations, and true opinions, attentive
PG 21:1000Read from the page
λειαί τε καὶ μνῆμαι, πρότερα μήκους σωμάτων, καὶ πλάτους, καὶ βάθους, καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος. — Ἀνάγκη. — Ἆρ' οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον, τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν, καὶ καλῶν, καὶ αισχρῶν, δικαίων τε καὶ ἀδίκων, καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; » Καὶ ταῦτα δὲ ἀπὸ τοῦ δεκάτου τῶν Νόμων προκείσθω. Συνᾴδει δὲ αὐτοῖς ὁ Μωϋσῆς πολλάκις ἐν τοῖς νόμοις εἰπὼν, « Καὶ ἐὰν ψυχὴ ἁμάρτῃ καὶ ποιήσῃ πλημμέλημα· » καὶ ὅσα τούτοις ἐμφερῶς εἴρηται παρ' αὐτῷ.
cares and memories, would have come into being prior to length of bodies, and breadth, and depth, and strength, if indeed soul also is prior to body. — Of necessity. — Is it not necessary, then, after this to agree that soul is the cause both of good things and of evil, both noble and base, both just and unjust, and of all opposites, if indeed we are going to set it down as the cause of all things?" Let these words too be set forth from the tenth book of the Laws. And with them agrees Moses, often saying in the laws, "And if a soul sin and commit a trespass;" and whatever things are spoken by him in like manner to these.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
Περὶ τοῦ καθαρῶς φιλοσοφοῦντος. Ἀπὸ τοῦ Θεαιτήτου.
Concerning him who practises philosophy purely. From the Theaetetus.
Τῆς παρ' Ἑβραίοις γραφῆς περὶ τοῦ σπουδῇ φιλοσοφοῦντος φασκούσης, « Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθήσεται καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ, » καὶ περὶ τῶν θεοφιλῶν προφητῶν, ὡς ἄρα δι' ἀκρότητα φιλοσοφίας ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις διῆγον, πρὸς μόνῳ τῷ Θεῷ τὴν διάνοιαν ἔχοντες· ἐπάκουσον τοῦ Πλάτωνος, ὅπως καὶ αὐτὸς τὸν τοιόνδε τοῦ βίου τρόπον ἐκθειάζει, ὧδέ πη περὶ τοῦ ἄκρως φιλοσοφοῦντος διεξιών· « Λέγωμεν δὴ, ὡς ἔοικεν, ἐπεί σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων· (τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι;) οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδὸν, οὐδὲ ὅπου δικαστήριον, ἢ βουλευτήριον, ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα, ἢ γεγραμμένα οὔθ' ὁρῶσιν, οὔτ' ἀκούουσι. Σπουδαὶ δὲ ἑταιριῶν ἐπ' ἀρχὰς, καὶ σύνοδοι, καὶ δεῖπνα, καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. Εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς, ἢ πρὸς ἀνδρῶν, ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν, ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. Καὶ ταῦτα πάντα οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν. Οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν· ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ, καὶ ἐπιδημεῖ· ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ, καὶ οὐδὲν ἀτιμάσασα, πανταχῆ πέταται, κατὰ Πίνδαρον, τά τε γᾶς ὑπένερθε, καὶ τὰ ἐπίπερθεν γεωμετροῦσα, οὐρανοῦ τε ὕπερ ἀστρονομοῦσα, καὶ πᾶσαν πάντη φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἴς τι τῶν ἐγγὺς οὐδὲν ἑαυτὴν συγκαθιεῖσα. — Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες; — Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται, ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δὲ ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. Ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ
Whereas the Scripture among the Hebrews declares concerning him who earnestly practises philosophy, "It is good for a man, when he bears a yoke from his youth; he will sit alone, and keep silence, because he has taken it upon himself," and concerning the prophets dear to God, how because of the summit of philosophy they passed their lives in deserts, and mountains, and caves, holding their mind towards God alone: hearken to Plato, how he too extols as divine such a way of life, discoursing somewhat thus concerning him who supremely practises philosophy: "Let us speak, then, as it seems, since it is your pleasure, concerning the leaders (for why should anyone speak of those who spend their time paltrily in philosophy?); these men, I suppose, from youth up in the first place do not know the way to the marketplace, nor where is a law-court, or council-chamber, or any other common assembly of the city; and laws and decrees spoken or written they neither see nor hear. And the strivings of political clubs for offices, and meetings, and banquets, and revels with flute-girls, it does not even in a dream occur to them to engage in. And whether anything has happened well or badly in the city, or what evil has come to anyone from his ancestors, whether on the male or female side, escapes his notice more than the proverbial pitchers of the sea. And all these things he does not even know that he does not know. For he does not abstain from them for the sake of winning repute; but in truth only his body lies in the city and sojourns there, while his mind, deeming all these things small and counting them as naught, flies everywhere, according to Pindar, measuring both the things beneath the earth and those upon its surface, and studying the stars above the sky, and investigating every nature everywhere of each whole among the things that are, lowering itself to nothing among the things near at hand. — How do you mean this, Socrates? — Just as Thales too, Theodorus, while studying the stars and looking upwards, when he fell into a well, a witty and graceful Thracian maidservant is said to have jeered at, saying that he was eager to know the things in heaven, while the things in front of him and at his feet escaped his notice. And the same jest suffices for
Notes, col. 1000

On the reading

Printed αισχρῶν, for αἰσχρῶν.

PG 21:1001Read from the page
πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. Τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅ τι πράττει, ἀλλ' ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν, ἤ τι ἄλλο θρέμμα· τί δέ ποτ' ἐστὶν ἄνθρωπος, καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν, ζητεῖ τε, καὶ πράγματα ἔχει διερευνώμενος. Μανθάνεις γάρ που, ὦ Θεόδωρε, ἢ οὔ; — Ἔγωγε· καὶ ἀληθῆ λέγεις. — Τοιγάρτοι, ὦ φίλε, ἰδίᾳ τε συγγινόμενος ὁ τοιοῦτος ἑκάστῳ, καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θράτταις, ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας· καὶ ἡ ἀσχημοσύνη δεινὴ δόξαν ἀβελτηρίας παρεχομένη. Ἔν γε γὰρ ταῖς λαιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτε οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι, ἀπορῶν οὖν γελοῖος φαίνεται· ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις, οὐ προσποιητῶς, ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος, ληρώδης δοκεῖ εἶναι. Τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον, ἕνα τῶν νομέων, οἷον συβώτην, ἢ ποιμένα, ἤ τινα βουκόλον ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα· δυσκολώτερον δὲ ἐκείνων ζῶον καὶ ἐπιβουλότερον, ποιμαίνει τε καὶ βδάλλειν νομίζει αὐτούς. Ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ, ὅστις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάνυ σμικρὰ δοκεῖ ἀκούειν, εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν. Τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν, οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων ἑκάστῳ μυριάδες γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ, βασιλεῖς καὶ δοῦλοι, βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν· ἀλλ' ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων ἢ καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος, ἄτοπα αὐτῷ
all who pass their lives in philosophy. For in truth his fellow and his neighbour escape the notice of such a man, not only as to what he is doing, but almost even whether he is a human being or some other creature; whereas what a human being really is, and what pertains to such a nature, distinct from the rest, to do or to suffer, he inquires into and takes pains investigating. You understand, I suppose, Theodorus, or not? — I do indeed, and you speak truly. — Therefore, my friend, both when consorting privately with each man and publicly, as I said at the beginning, whenever in a law-court or anywhere else he is compelled to discourse about the things at his feet and before his eyes, he affords laughter not only to Thracian women, but also to the rest of the crowd, tumbling into wells and every perplexity through inexperience; and his awkwardness is terrible, producing an impression of silliness. For in revilings he has nothing personal wherewith to revile anyone, inasmuch as he knows no evil of anyone from not having practised it, so in his perplexity he looks laughable; and amidst the praises and the boastings of others, becoming plainly seen to laugh not affectedly, but in real truth, he seems to be foolish. For when a tyrant or a king is eulogized, he supposes he is hearing one of the herdsmen—such as a swineherd, or a shepherd, or some neat-herd—congratulated for milking much; yet a more intractable and more treacherous animal than those, he considers, do they tend and milk. And boorish and uneducated through lack of leisure, no less than the herdsmen, must such a man necessarily become, enclosed by his wall like a pen on a mountain. And when he hears of ten thousand plethra of land or still more, as though whoever possesses them possessed marvellous multitudes, he thinks he hears of very tiny things, accustomed as he is to look upon the whole earth. And when men hymn lineages, saying how noble someone is who has seven wealthy grandfathers to point to, he deems the praise to belong to men of altogether dim and narrow vision, unable through lack of education to look ever upon the whole, or to reckon that every man has had countless myriads of grandfathers and ancestors, among whom rich men and beggars, kings and slaves, barbarians and Greeks have often existed by tens of thousands for anybody whatsoever; but when men pride themselves on a roll of five-and-twenty ancestors, or even trace themselves back to Heracles the son of Amphitryon, absurdities to him
Notes, col. 1001

On the reading

Printed λαιδορίαις, for λοιδορίαις.

PG 21:1004Read from the page
καταφαίνεται σμικρολογίας. Ὅτι καὶ ὁ ἀπ' Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἦν, οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ' αὐτοῦ, γελᾷ, οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. Ἐν ἅπασι δὲ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων ὡς δοκεῖ, τὰ δ' ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν. — Παντάπασι τὰ γιγνόμενα λέγεις, ὦ Σώκρατες. — Ὅταν δέ γέ τινα αὐτὸς, ὦ φίλε, ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῶν ἐκβῆναι ἐκ τοῦ, Τί ἐγώ σε ἀδικῶ ἢ σὺ ἐμὲ, εἰς σκέψιν αὖ δικαιοσύνης τε καὶ ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν, καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον· ἢ ἐκ τοῦ, Εἰ βασιλεὺς εὐδαίμων κεκτημένος τε αὖ πολὺ χρυσίον, εἰς βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπίσκεψιν, ποίω τέ τινέ ἐστον, καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν· περὶ πάντων τούτων ὅταν αὖ δέοι λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν, καὶ δριμὺν, καὶ δικανικὸν, πάλιν αὖ ἀντίστροφα ἀποδίδωσιν· ἰλιγγιῶν τε γὰρ καὶ ἀπὸ ὑψηλοῦ κρεμασθεὶς, καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀληθείας ἀδημονῶν τε, καὶ ἀπορῶν, καὶ βαρβαρίζων, γέλωτα Θράτταις μὲν οὐ παρέχει, οὐδ' ἄλλῳ ἀπαιδεύτῳ οὐδενὶ, οὐ γὰρ αἰσθάνονται· τοῖς δ' ἐναντίως, ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. Οὗτος δὴ ἑκατέρου τρόπος, ὦ Θεόδωρε. Ὁ μὲν, τῷ ὄντι ἐν ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι, ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπιστάμενος συσκευάσασθαι, μηδὲ ὄψον ἡδῦναι, ἢ θῶπας λόγους· ὁ δ' αὖ, τὰ μὲν τοιαῦτα πάντα δυναμένου τορῶς τε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπὶ δεξιὰ ἐλευθέρως, οὐδ' ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων βίον ἀληθῆ. — Εἰ πάντας, ὦ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμὲ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατ' ἀνθρώπους εἴη. — Ἀλλ' οὔτ' ἀπολέσθαι τὰ κακὰ δυνατὸν, ὦ Θεόδωρε (ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ αἰεὶ εἶναι ἀνάγκη), οὔτ' ἐν θεοῖς αὐτὰ ἱδρύσθαι. Τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. Διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. Φυγὴ δὲ ὁμοίωσις Θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δέ ἐστι δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. Ἀλλὰ γὰρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι, ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δ' οὔ, ἵνα δὲ μὴ κακὸς, καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι. Ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγομεν. Θεὸς οὐδαμῆ οὐδαμῶς ἄδικος, ἀλλ' ὡς οἷόν τε δικαιότατος· καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν
do they appear, of pettiness. That the twenty-fifth upwards from Amphitryon too was such as fortune befell him, and the fiftieth from him, he laughs, since they cannot reckon and rid an unintelligent soul of vanity. And in all these matters such a man is laughed down by the many, in some things bearing himself haughtily, as he seems, and in the things at his feet being ignorant and perplexed at each point. — You state altogether what happens, Socrates. — Yet whenever he himself, my friend, draws someone upwards, and one of them is willing to step out of "Wherein do I wrong you or you me?" into the consideration, in turn, of justice and injustice, both what each of the two is, and wherein they differ from all things or from each other; or out of "Whether a king is happy possessing much gold too," into the inquiry concerning kingship and human happiness and wretchedness as a whole, of what sort the two are, and in what way it pertains to human nature to acquire the one of them and escape the other: concerning all these things, whenever in turn that man small in soul, and keen, and versed in the law-courts has to render an account, he pays back the exact reverse; for growing dizzy and suspended from on high, and looking downwards from aloft in mid-air, through truth being both dismayed, and perplexed, and stammering like a barbarian, he affords laughter not to Thracian women, nor to any other uneducated person, for they do not perceive it, but to all who have been reared in the opposite way than as slaves. This indeed is the character of each of the two, Theodorus: the one, of a man truly reared in freedom and leisure, whom indeed you call a philosopher, with whom one cannot find fault for seeming simple and good for nothing whenever he falls into servile ministrations, such as not knowing how to pack up a bed-roll, nor to sweeten a dish or flattering speeches; the other, again, of a man able to minister in all such things smartly and briskly, yet not knowing how to drape his cloak over the right shoulder like a freeman, nor having grasped the harmony of words so as rightly to hymn the true life of gods and happy men. — If you could persuade all men, Socrates, of what you say just as you do me, there would be more peace and fewer evils among men. — Yet neither is it possible for evils to perish, Theodorus (for there must needs always be something contrary to the good), nor for them to have their seat among gods; but mortal nature and this region they haunt of necessity. Wherefore too one must try to flee from hence thither as speedily as possible. And flight is assimilation to God so far as is possible; and assimilation is to become just and holy with wisdom. Yet indeed, my best of men, it is not at all easy to persuade men that not after all for the reasons for which the many say one ought to flee wickedness and pursue virtue should the one be practised and not the other—namely so as not to seem bad, and so as to seem good. For these things are what is called old wives' chatter, as appears to me; whereas the truth let us state thus. God is in no way and in no wise unjust, but as righteous as can be; and there is nothing more like Him
PG 21:1005Read from the page
ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. Περὶ τοῦτον καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς, καὶ ἡ εὐγένειά τε, καὶ ἡ ἀνδρεία. Ἡ μὲν γὰρ τούτου γνῶσις, σοφία καὶ ἀρετὴ ἀληθινή· ἡ δὲ ἄγνοια, ἀμαθία καὶ κακία ἐναργής. Αἱ δ' ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι, ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι, φορτικαὶ, ἐν δὲ τέχναις, βάναυσοι. Τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστ' ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι. Ἀγάλλονται γὰρ τῷ ὀνείδει, καὶ οἴονται ἀκούειν, ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλ' ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. Λεκτέον οὖν ταληθὲς, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται. Ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ἣν δεῖ ἥκιστα ἀγνοεῖν. Οὐ γάρ ἐστιν, ἣν δοκοῦσι, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν. — Τίνα δὴ λέγεις; — Παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου· οὐχ ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας, λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι· οὗ δὴ τίνουσι δίκην, ζῶντες τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται. Ἂν δὲ εἴπωμεν, ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὐτοῖς ὁμοιότητα διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται. — Καὶ μάλα δὴ, ὦ Σώκρατες. — Οἶδά τοι, ὦ ἑταῖρε. Ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναι, καὶ δέξασθαι, περὶ ὧν ψέγουσι, καὶ θελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι, καὶ μὴ ἀνάνδρως φυγεῖν· τότε ἀτόπως, ὦ δαιμόνιε, τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς, περὶ ὧν λέγουσι, καὶ ἡ ῥητορικὴ ἐκείνων πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν. »
than whoever among us in turn becomes as just as possible. About this man also is a man's true cleverness, and his nobility too, and his courage. For the knowledge of this is genuine wisdom and virtue, whereas ignorance of it is manifest folly and wickedness. And the other seeming clevernesses and wisdoms, when they occur in political powers, are vulgar, and in arts, illiberal. For one who acts unjustly, therefore, and speaks or does unholy things, it is by far best not to grant him to be clever through knavery. For they exult in the reproach, and suppose that they hear that they are not triflers, mere burdens of the earth, but men such as those must be who are to be saved in a city. One must therefore speak the truth, that they are all the more such as they do not suppose themselves to be, because they do not suppose it. For they are ignorant of the penalty of injustice, of which one ought least of all to be ignorant. For it is not what they think, stripes and deaths, which men sometimes suffer while doing no injustice at all, but one which it is impossible to escape. — Which one, then, do you mean? — Though patterns, my friend, stand in reality, the divine one most blessed, and the godless one most wretched, failing to see that it is so, through stupidity and utter folly they unwittingly grow like the latter because of their unjust deeds, and unlike the former; for which very thing they pay the penalty, living the life fitting to that to which they grow like. And if we say that, unless they rid themselves of their cleverness, even when they have died that place pure of evils will not receive them, while here they will always have a manner of life in likeness to themselves, evil men consorting with evil, these things indeed they will altogether hear, as clever and knavish men listening to certain fools. — Very much so indeed, Socrates. — I know well, my companion. One thing, however, has befallen them, whenever in private they must give and receive an account concerning the things they censure, and are willing manfully to stand their ground for a long time, and not flee in unmanly fashion: then strangely, my good sir, at last they themselves fail to satisfy themselves concerning the things of which they speak, and that rhetoric of theirs somehow withers away, so that they seem to differ nothing from children."
Notes, col. 1005

On the reading

Printed ταληθὲς, for τἀληθὲς.

PG 21:1008Read from the page
ΚΕΦΑΛΑΙΟΝ Λʹ.
Chapter XXX.
Περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας.
Concerning all the sophistry among men.
Καὶ παρ' ἡμῖν περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας εἴρηται· « Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γὰρ, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; » Ἀλλὰ καὶ περὶ τοῦ δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ Θεὸν φιλοσοφοῦντας διδασκόμεθα ἐν οἷς εἴρηται· « Σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. » Καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν θνητὸν βίον εἰλῆσθαί φησί που ὁ θεῖος Λόγος· « Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι· » καί· « Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. » Λέγει δὲ καὶ ὁ προφήτης· « Ἀρὰ, καὶ κλοπὴ, καὶ μοιχεία, καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι. » Περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν Θεόν φησιν ὁ Μωϋσῆς· « Ὀπίσω Κυρίου τοῦ θεοῦ σου πορεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ. » Ὁ δ' αὐτὸς μιμεῖσθαι τὸν Θεὸν διδάσκει λέγων· « Ἅγιοι ἔσεσθε, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ἅγιός ἐστι. » Δίκαιον δὲ καὶ ὁ Δαυῒδ τὸν Θεὸν εἰδὼς, ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι παρορμῶν φησι· « Δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν. » Ὁ δ' αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε, λέγων· « Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν· » καί· « Μὴ φοβοῦ, ὅταν πλουτίσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. » Ἀλλὰ μηδὲ τὰς ἐν ἀνθρώποις ἀρχὰς θαυμάζειν ἐδίδασκεν ἐν τούτοις· « Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἀπελεύσεται εἰς τὴν γῆν αὐτοῦ· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. »
Among us also it has been said concerning all the sophistry among men: "For the wisdom of this world is foolishness with God. For it is written, I will destroy the wisdom of the wise, and the understanding of the prudent I will set aside. Where is a wise man? Where is a scribe? Where is a debater of this age?" Moreover, concerning the need for those who philosophize according to God to entertain no petty thoughts, we are taught in the words where it is said: "While we look not at the things that are seen, but at the things that are not seen; for the things that are seen are temporary, whereas the things that are not seen are eternal." And concerning the fact that wickedness revolves around the earth and mortal life, the divine Word says somewhere: "Redeeming the time, because the days are evil;" and: "Sufficient to the day is its own evil." And the prophet also says: "Cursing, and theft, and adultery, and murder are poured out upon the earth, and they mingle blood upon blood." And concerning fleeing from here to God, Moses says: "After the Lord your God you shall walk, and to Him you shall cleave." And the same teaches us to imitate God, saying: "You shall be holy, because the Lord your God is holy." And David also, knowing that God is righteous, and urging us ourselves to become imitators, says: "Righteous is the Lord, and He loved righteousnesses." And the same taught us to despise wealth, saying: "If wealth flows in, do not set your heart upon it;" and: "Do not fear when a man grows rich, or when the glory of his house is multiplied; because upon his dying he shall not take all things, nor shall his glory descend along with him." Moreover, he taught us not even to admire principalities among men in these words: "Do not trust in rulers, in sons of men, in whom there is no salvation. His spirit shall go forth, and he shall depart into his earth; in that day all his thoughts shall perish."
Notes, col. 1008

On the reading

Printed πλουτίσῃ, for πλουτήσῃ.