Migne Reading Room

PG 21 · cols. 973–984 · Read from the page

Preparation for the Gospel, Book XII

Preparation for the Gospel, Book XII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:973Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Περὶ τοῦ πρώτου τῶν ἀνθρώπων βίου.
Concerning the first life of human beings.
Μωϋσέως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ Θεοῦ γεγονέναι, Θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ, ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι, γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς· ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλληνικῇ τῇ φωνῇ διερμηνεύοντος. Λέγει δ' οὖν· «Θεὸς ἔνεμεν αὐτοὺς, αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῶον ὂν ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὑτῶν νομεύουσι. Νέμοντος δ' ἐκείνου, πολιτεῖαί τε οὐκ ἦσαν, οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων· (ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν·) ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δρυῶν καὶ πολλῆς ὕλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ' αὐτομάτης ἀναδιδούσης τῆς γῆς. Γυμνοὶ δὲ καὶ ἄστρωτοι, θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο. Τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο· μαλακὰς δὲ εὐνὰς εἶχον ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου. — Τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ', ὡς λόγος ἐπὶ Διὸς εἶναι, τὸν νῦν παρὼν αὐτὸς ᾔσθησαι.»
Whereas Moses sketched the first life of the earth-born to have been in the paradise of God, and that God led them in a way of life without money and without possessions, and that all things grew for them unsown and untilled, and that they were naked of the clothing that came afterwards; listen to the philosopher translating almost these very same things in the Greek tongue. He says, then: "God tended them, Himself overseeing them, just as now human beings, being another more divine creature, pasture other kinds inferior to themselves. And while He tended them, there were neither commonwealths nor possessions of wives and children; (for out of the earth they all came back to life, remembering nothing of the things before;) rather, all such things were absent, while they had abundant fruits both from oaks and from much woodland, growing not by tillage, but as the earth sent them up of its own accord. And naked and without bedding, they pastured for the most part in the open air. For the temper of the seasons was blended for them without distress; and they had soft couches as abundant grass sprang up out of the earth. — The life, O Socrates, of those under Cronus you hear of; whereas this one, which report says is under Zeus, the present one, you yourself being present have perceived."
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ὅτι καὶ τοῖς ἀλόγοις ζώοις ὡμίλουν.
That they also conversed with irrational animals.
Πάλιν Μωϋσέως ἀναγράψαντος, ὅτι ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων, οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ, καὶ ἡ γυνὴ τῷ ὄφει, καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου· ὁ Πλάτων οἷα γράφει ἐπάκουσον. «Εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως, πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ' ἀλλήλων ὁμιλοῦντες, καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως, εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθετό τι διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως· εὔκριτον, ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμονίαν διέφερον. Εἰ δ' ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους, οἷοι δὴ καὶ τανῦν περὶ αὐτῶν λέγονται· καὶ τοῦθ', οὕτως γε κατ' ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα εὔκριτον. Ὅμως δ' οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας.»
Again, when Moses had recorded that the serpent was more prudent than all the beasts, and what things the serpent said to the woman, and the woman to the serpent, and had set forth the conversations of the serpent; listen to what things Plato writes. "If, therefore, the nurslings of Cronus, since there was present to them so great leisure and ability for being able through speech to associate not only with human beings, but also with beasts, made full use of all these things for philosophy, conversing both with beasts and with one another, and inquiring from every nature whether any one, possessing some peculiar power, had perceived aught distinct from the rest towards a gathering of wisdom, it is easy to judge that those then surpassed those now immeasurably in regard to happiness. But if, filling themselves to satiety with meats and drinks, they recounted to one another and to the beasts tales such as are indeed even now told about them, this too, so at least to declare according to my opinion, is also very easy to judge. Nevertheless let us dismiss these things, until some capable informer appear to us as to which way those then held their desires concerning both sciences and the use of discourse."
PG 21:976Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὅπως περὶ τοῦ κατακλυσμοῦ μέμνηνται.
How they make mention concerning the flood.
Μωϋσῆς, νομοθεσίαν ἀνθρώποις καταβεβλημένος, ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις. Μνημονεύει δὲ τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ' αὐτὸν βίου τῶν ἀνθρώπων· ἔπειτα παλαιῶν ἀνδρῶν τῶν παρ' Ἑβραίοις θεοφιλῶν, καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι. Καὶ ὁ Πλάτων δὲ ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν Νόμων γραφὴν, τὸν αὐτὸν τῷ Μωϋσῇ ζηλοῖ τρόπον. Ἐν προοιμίοις γοῦν τῶν Νόμων ἐπάκουσον ἅ φησιν· «Ἆρ' οὖν οἱ παλαιοὶ λόγοι ὑμῖν ἀλήθειάν τινα ἔχειν δοκοῦσι; — Ποῖοι δή; — Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος. — Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί. — Φέρε δὴ, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην, τὴν τῷ κατακλυσμῷ γενομένην. — Τὸ ποῖον δὴ περὶ αὐτῆς διανοηθέντες; — Ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομεῖς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους. — Δῆλον. — Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν, καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν, εἴς τε πλεονεξίας, καὶ φιλονεικίας, καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν. — Εἰκὴς γοῦν. — Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις, καὶ πρὸς θαλάττῃ κατοικούσας, ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι. — Θῶμεν. — Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι, καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον, ἢ πολιτικῆς, ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔῤῥειν. — Ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν.» Καὶ μεθ' ἕτερά φησιν· «Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο ἡ φθορὰ, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆθος πάμπολυ.» Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν, ἐπεξέρχεται βίους τῶν μετὰ τὸν κατακλυσμὸν ἀνθρώπων. Εἶθ' ὥσπερ Μωϋσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως, μετὰ τοὺς βίους τῶν μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων. Τῶν τε ἐπὶ Τροίας μνημονεύει, καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας, Περσῶν τε καὶ τῶν παρὰ τούτοις, εἴτ' ὀρθῶς, εἴτε καὶ μὴ βεβιωκότων. Εἶτα μετὰ τὴν τούτων ἱστορίαν, ἀπάρχεται τῆς τῶν Νόμων ἐκθέσεως, κἂν τούτῳ Μωϋσεῖ κατακολουθήσας.
Moses, having laid down a legislation for human beings, considered that he had need of ancient history in the preambles. And he makes mention of the flood and of the life of human beings after it; next he narrates the conduct of ancient men dear to God among the Hebrews, and on the other hand of those proved otherwise in transgressions, deeming that the history concerning these would be fitting for the laws he was enacting. And Plato likewise, having come forward to the writing of the Laws, emulates the very same manner as Moses. In the preambles, at any rate, of the Laws, listen to what he says: "Do then the ancient accounts seem to you to hold some truth? — Which ones indeed? — That many destructions of human beings have taken place by floods and diseases and many other things, in which some small portion of the race of human beings was left. — Altogether credible indeed is every such thing to everyone. — Come now, let us consider this one out of the many, that which took place by the flood. — Thinking what sort of thing indeed concerning it? — That those who at that time escaped the destruction would pretty well be certain mountain herdsmen, small sparks of the race of human beings preserved somewhere on summits. — Plainly. — And surely it is necessary, I suppose, that such men be inexperienced both in the other arts and in the contrivances practised in cities towards one another, both for covetousness and contentiousness, and whatsoever other villainies men devise against one another. — Likely, at any rate. — Let us lay down, then, that the cities in the plains and those dwelling by the sea utterly perished at that time. — Let us lay it down. — Therefore that all implements too were lost, and if aught belonging to art had been seriously discovered, either of statecraft or even of any other wisdom, all perished. — We shall say that these things were so at that time." And after other matters he says: "Let us say, therefore, that at that time, when the destruction took place, human affairs stood thus: a certain boundless, fearful desolation, and a very great abundance of fertile land." Having said these and other such things, he goes through the lives of the human beings after the flood. Then, just as Moses joins the way of life of the Hebrews of old who were dear to God to the narrative of things after the flood, Plato too in like manner, after the lives of those after the flood, endeavours to recount Greek antiquities, as the former did those of the Hebrews. And he makes mention both of the affairs at Troy, and of the first commonwealth in Lacedaemon, and of the Persians and those among them who had lived whether rightly or even not so. Then after the history of these, he begins the exposition of the Laws, having followed Moses in this also.
Notes, col. 976

On the reading

Printed Εἰκὴς, for Εἰκὸς.

PG 21:977Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ
Chapter XVI.
Ὅτι τὰ τῆς διδασκαλίας, ὀρθῶς ἡμῖν ἀπὸ τῶν θείων ἀρχόμενα, καταλήγει εἰς τὰ ἀνθρώπινα. Ἀπὸ τοῦ πρώτου τῶν Νόμων Πλάτωνος.
That the matters of instruction, rightly beginning among us from divine things, end in human things. From the first book of the Laws of Plato.
Μωϋσέως τὴν πᾶσαν αὐτοῦ νομοθεσίαν, τήν τε κατ' αὐτὸν πολιτείαν, εὐσεβείας τοῦ τῶν ὅλων Θεοῦ ἀναρτήσαντος, ἀπό τε τοῦ πάντων δημιουργοῦ τὴν καταρχὴν τῆς νομοθεσίας πεποιημένου· ἔπειτα τῶν θείων ἀγαθῶν ἐξέρχεσθαι τὰ ἀνθρώπινα διδάξαντος, τά τε θεῖα ἐπὶ τὸν πάντων ἡγεμόνα Νοῦν, αὐτὸν δὴ τὸν τῶν ὅλων Θεὸν ἀναθέντος· θέα ὅπως καὶ ὁ Φιλόσοφος, τοῖς αὐτοῖς βαίνων ἴχνεσιν, ἐπιμέμφεται μὲν τοῖς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέταις, τὸν δ' ἀρέσκοντα τῷ Μωϋσεῖ νόμον ἐκδιδάσκει, λέγων οὕτως· «Πῆ δὴ οὖν σε ἔτ' ἂν ἐβουλόμην διελόμενον λέγειν, αὐτός τ' ἀκούειν, βούλει σοι φράζω; — Πάνυ μὲν οὖν. — Ὦ ξένε, ἐχρῆν εἰπεῖν· οἱ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες. Ἅπαντα γὰρ τἀγαθὰ πορίζουσι. Διττὰ δ' ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα. Ἤρτηται δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα· εἰ δὲ μὴ, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα, ὧν ἡγεῖται ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον, ἰσχὺς, εἴς τε δρόμον, καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι· τέταρτον δὲ δὴ πλοῦτος, οὐ τυφλὸς, ἀλλ' ὀξὺ βλέπων, ἄνπερ ἅμ' ἕπηται φρονήσει. Ὁ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν ἡ φρόνησις· δεύτερον δὲ μετὰ νοῦν σώφρων ψυχῆς ἕξις· ἐκ δὲ τούτων μετὰ ἀνδρείας κραθέντων, τρίτον ἂν εἴη δικαιοσύνη· τέταρτον δὲ ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει. Καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτω· μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον. Τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπει, περί τε γάμους ἀλλήλοις ἐπικοινωνουμένους. Μετὰ δὲ ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων, μέχρι γήρως τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ, καὶ ἀτιμάζοντα ἐν ἁπάσαις ταῖς τούτων ὁμιλίαις· τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς, καὶ τὰς ἐπιθυμίας, ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλακότα, ψέγειν τε ὀρθῶς, καὶ ἐπαινεῖν δι' αὐτῶν τῶν νόμων.» Καὶ μετὰ βραχέα φησί. «Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους, πᾶσι τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι' ἀληθοῦς δόξης ἰόντας· ὅπως
Since Moses suspended his whole legislation, and the commonwealth framed by him, from piety towards the God of all, and made the beginning of his legislation from the Maker of all; and next taught that human goods proceed from the divine, and referred the divine to the Mind Who is ruler of all, even the God of all Himself; behold how the Philosopher too, treading in the same footsteps, finds fault with the lawgivers of the Cretans and Lacedaemonians, and teaches thoroughly the law pleasing to Moses, speaking thus: "In what way, then, I should have wished you further to distinguish and speak, and myself to hear, do you wish me to tell you? — By all means. — O stranger, you ought to have said: the laws of the Cretans are not in vain pre-eminently held in repute among all the Greeks; for they stand rightly, rendering happy those who use them. For they provide all good things. Now goods are twofold, the one human, the other divine. And the one sort depends upon the divine; and if a city receives the greater, it acquires the lesser also; if not, it is deprived of both. Now the lesser are those of which health leads, beauty is second, and the third is strength, both for running and for all other movements with the body; and fourth indeed is wealth, not blind, but keen-sighted, provided it follows along with prudence. And what first again of the divine goods is leader is prudence; and second after mind is a temperate habit of soul; and out of these mingled with courage, third would be justice; and fourth, courage. Now all these are ranked by nature before those others. And indeed the lawgiver too must rank them thus; and after these he must enjoin that the rest of the ordinances for the citizens look for them towards these. And of these, the human look towards the divine, and the divine all together towards the ruling mind, both in regard to marriages contracted in partnership with one another. And after these things, in the begettings and rearings of children, as many as are male and as many as are female, both while they are young and as they advance to older age, right up to old age, he must take care rightly by honouring and dishonouring them in all their dealings; and having examined and watched closely their pains and pleasures, and desires, and the pursuits of all loves, he must rightly both blame and praise them through the laws themselves." And after a little he says: "And the giver of the laws, looking over these things, will set guardians over all these, some proceeding through prudence, others through true opinion; in order that
Notes, col. 977

On the reading

Printed Ὁ, for Ὃ.

PG 21:980Read from the page
πάντα ταῦτα ξυνδήσας ὁ νοῦς, ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ. Οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς, καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν, πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις, τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστί τε πάντα ταῦτα, καὶ ὅπη τάξιν εἰληφότα διάδηλά ἐστι τῷ περὶ νόμων ἐμπείρῳ, τέχνῃ τε καί τισιν ἔθεσι· τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.» Καὶ παρ' ἡμῖν δὲ εἴρηται· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν, καὶ δικαιοσύνην, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν.» Ἀλλὰ καὶ Μωϋσῆς πολὺ πρότερον, ἀπὸ τῆς περὶ Θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος, ἑξῆς τε ἐφαρμόσας τὴν κατ' αὐτὸν πολιτείαν, καὶ τὰ περὶ συμβολαίων καὶ τὰ περὶ τοῦ κοινοῦ βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ Θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανείας, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι' ἀληθοῦς δόξης ἰόντας.
mind, having bound all these things together, may render them followers of temperance and justice, and not of wealth nor of ambition. Thus, O strangers, I for my part would have wished you, and even now still wish, to go through thoroughly how in the laws said to be of Zeus and in those of Pythian Apollo, which Minos and Lycurgus laid down, all these things are both contained, and how having received order they are manifest to one experienced concerning laws, both by art and by certain habits, whereas to the rest of us they are in no wise evident." Among us too it has been said: "Seek first the kingdom, and righteousness, and all these things shall be added to you." Nay, Moses also long before, having made his beginning from the teaching concerning God, and next having fitted thereto the commonwealth framed by him, both the ordinances concerning contracts and those concerning common life, appoints over all as rulers and guardians those consecrated to God, even as the oracles also teach, righteous men, hating arrogance, some proceeding through prudence, others through true opinion.
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Ὅτι καλὸν ἐξ ἔτι νέας ἡλικίας τοὺς παῖδας τοῖς τῆς θεοσεβείας ἔθεσιν ἐγγυμνάζειν.
That it is good from a still young age to train children thoroughly in the habits of godliness.
«Λέγω οὖν καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι, τοῦτ' αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾷν, παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστου προσήκουσιν. Οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν, ἤ τινα οἰκοδόμον· τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδικῶν οἰκοδομημάτων παίζειν χρή· τὸν δ' αὖ γεωργοῦντα· καὶ ὄργανα ἑκατέρῳ σμικρὰ τῶν ἀληθινῶν μιμήματα παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον. Καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι, προμανθάνειν· οἷον τέκτονα μετρεῖν, ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα· καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. Κεφάλαιον δὲ παιδείας λέγομεν τὴν ὀρθὴν τροφὴν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεή-
"I say, therefore, and affirm that he who is going to be a good man in anything whatsoever must practise this very thing straightway from childhood, both playing and being in earnest in such things as befit each matter. As for instance, he who is going to be a good husbandman or some builder: the one must play by building some of children's buildings, and the other in turn by tilling the ground; and he who rears each of them must provide for each small implements, imitations of the real ones. And moreover, as many branches of learning also as it is necessary to have learned beforehand, he must learn beforehand: as for instance, a carpenter to measure or apply the line, and a warrior to ride on horseback in play, or doing some other of such things; and one must endeavour through their games to turn thither the pleasures and desires of the children, whither having arrived they must have their end. And the chief point of education we say is the right nurture, which will lead the soul of him who plays as much as possible into love of that wherein it will be
PG 21:981Read from the page
σει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς.» Καὶ τοῦτο προλαβὼν Μωϋσῆς, ἐνομοθέτησεν εἰρηκώς· «Καὶ ἔσται τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.» Ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι. Τοῦτο δὲ καὶ εἰς δεῦρο, κατά τι πάτριον ἔθος, παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.
needful for him, when he has become a man, to be accomplished in the excellence of the matter." Anticipating this too, Moses enacted a law, having said: "And these words, all that I command you today, shall be in your heart and in your soul, and you shall teach them diligently to your sons." Which very thing indeed it is customary for the children of the Hebrews to do, rearing up all the young from tender age in the teachings of godliness. And even down to this day, according to an ancestral custom, this is earnestly practised among the nation of the Jews.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Ὅτι παιδείαν χρὴ μόνην ἡγεῖσθαι τὴν εἰς ἀρετὴν προάγουσαν· οὐχὶ δὲ τὴν εἰς χρηματισμὸν ἤ τινα βιοποριστικὴν ἐπιτήδευσιν.
That one must account that alone to be education which leads on to virtue, and not that directed towards money-making or any livelihood-seeking pursuit.
«Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν, ἀόριστον γένηται. Νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς, λέγομεν, ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινὰ, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας, καὶ ναυκληρίας, καὶ ἄλλων τινῶν τοιούτων μάλιστα πεπαιδευμένων σφόδρα ἀνθρώπων. Οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη· τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. Ταύτην τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ' ἂν μόνην παιδείαν προσαγορεύειν· τὴν δὲ εἰς χρήματα τείνουσαν, ἤ τινα πρὸς ἰσχὺν, ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον, καὶ οὐκ ἀξίαν τοπαράπαν παιδείαν καλεῖσθαι. Ἡμεῖς δὲ μηδὲν ὀνόματι διαφερώμεθα αὐτοῖς, ἀλλ' ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω· ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται. Καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστι κατὰ δύναμιν ἐπανορθοῦσθαι, τουτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.» Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει· «Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετήν. Ἡδονὴ δὲ, καὶ φιλία, καὶ λύπη, καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται, μήπω δυναμένων λόγον λαμβάνειν· λαβόντων δὲ τὸν λόγον, συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη ἔσθ' ἡ συμφωνία σύμπασα μὲν ἀρετὴ, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρ-
"Let not, therefore, even what we say education is be left undefined. For at present, when reproaching and praising the upbringings of individuals, we speak of one of us as being educated, and another as uneducated, sometimes towards retail dealings and ship-owning, and when men are very highly trained in certain other such matters. For our present discourse, as seems likely, would not belong to those who deem these things to be education, but rather the education from childhood towards virtue, making one a desirer and lover of becoming a complete citizen, knowing how both to rule and to be ruled with justice. Having marked off this nurture, this discourse, as it seems to me, would now wish to call this alone education; whereas that which tends towards wealth, or any towards strength, or even towards any other cleverness apart from mind and justice, [it holds] to be both vulgar and illiberal, and not worthy at all to be called education. Let us, however, in no wise quarrel with them over a name, but let the statement just now agreed upon by us abide: that those rightly educated pretty well become good men. And surely one must nowhere dishonour education, since among the noblest things it comes first to the best men; and if ever it goes astray, and it is possible according to one's power to set it right again, everyone throughout life must always do this according to his power." And in the second book of the Laws also he adds: "By education, then, I mean the virtue that first comes to children. Pleasure, and affection, and pain, and hatred, if they arise rightly in souls while they are not yet able to grasp reason, and when they have grasped reason, agree with reason that they have been rightly habituated by fitting habits—this concord in its entirety is virtue, while that part of it which has been nurtured in respect of pleasures and pains in the right
Notes, col. 981

On the reading

Printed τουτο, for τοῦτο.

PG 21:984Read from the page
θῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς ἄχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ' αὐτὸ ἀποτεμὼν τῷ λόγῳ, καὶ παιδείαν προσαγορεύων, κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.» Ταῦτα ὁ Πλάτων. Προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ ἐν Ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν, καὶ στέργειν διδάσκων ἃ δεῖ στεργεῖν, τάδε φησί· «Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Καὶ ὁ Σολομῶν ὁμοίως· «Ἀκούσατε, φησὶ, παῖδες, παιδείαν πατρός. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνησθε.» Καὶ πάλιν· «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ.» Καί· «Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ.» Καί· «Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων.» Μυρία δ' ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι, παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀνάληψιν ἀρετῆς, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα.
way, so as to hate what one ought to hate straightway from the beginning right to the end, and to love what one ought to love—if you cut off this very part in discourse and call it education, according to my judgement at least you would call it rightly." Thus Plato. Yet David, anticipating him in the Psalms, teaching to hate what one must hate and to love what one must love, speaks these things: "Come, children, hearken to me; I will teach you the fear of the Lord. Who is the man that wills life, loving to see good days? Cease your tongue from evil, and your lips from speaking guile. Turn away from evil, and do good; seek peace, and pursue it." And Solomon in like manner: "Hear, says he, O children, the instruction of a father. For I bestow a good gift upon you; do not forget my laws." And again: "Acquire wisdom, acquire understanding; do not forget." And: "Say that wisdom is your sister, and gain prudence as an acquaintance for yourself." And: "Do not enter upon the ways of the ungodly, nor envy the ways of transgressors." And ten thousand other such things might you find in the scriptures of the Hebrews, instructive towards godliness and the attainment of virtue, fitting alike for the young and for those mature in age.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Ὅτι παραπλησίως Ἑβραίοις καὶ ὁ Πλάτων εἰκόνα θειοτέρων τὰ τῆδε εἶναι ἐδόξαζεν.
That similarly to the Hebrews Plato too held the things here to be an image of more divine things.
Τοῦ θείου χρησμοῦ φήσαντος Μωϋσῇ, «Ὅρα ποιήσης πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·» τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος, «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων,» εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων τὰ παρὰ Μωϋσῇ σύμβολα περιέχειν διδάσκοντος· ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὰ ὅμοια διερμηνεύει ἐν ἕκτῳ τῆς Πολιτείας ὧδε γράφων· «Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν, κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίνεται. Διαβολὴ δὲ ἐν πᾶσι πολλή. — Παντάπασι μὲν οὖν. — Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται ἃ ἐκεῖ ὁρᾷ, μελετῆσαι εἰς ἀνθρώπων ἤθη, καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι, καὶ μὴ μόνον ἑαυτὸν πλάττειν· ἆρα κακὸν δὴ δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης, καὶ ξυμπάσης τῆς δημοτικῆς ἀρετῆς; — Ἥκιστά γε, ἦ δ' ὅς. Ἀλλ' ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ, ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις, καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν, ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι; — Οὐ
Whereas the divine oracle had said to Moses, "See that you make all things according to the pattern shown to you on the mountain;" and the sacred word spoke more clearly, "Who served a copy and shadow of the heavenly things," teaching outright that the symbols in Moses contain an image of the more divine things among intelligible realities; listen to how Plato too expounds similar things in the sixth book of the Republic, writing as follows: "Conversing with God indeed and with order, the philosopher at least becomes orderly and divine so far as is possible for a human being. Yet slander is abundant in all things. — Altogether so indeed. — If, therefore, said I, some necessity arise for him to practise putting what he sees there into the characters of human beings, both privately and publicly, and not merely to mould himself, do you think he will prove a poor craftsman of temperance and justice, and of popular virtue as a whole? — Not in the least, said he. — Yet if indeed the multitude perceive that we speak true things about him, will they then be angry with the philosophers, and distrust us when we say that a city could never otherwise be happy unless the painters who use the divine pattern should sketch it out? — They will not
Notes, col. 984

On the reading

Printed στεργεῖν, for στέργειν.

Printed ποιήσης, for ποιήσῃς.