μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος.» Καὶ μετὰ βραχέα ἐπιλέγει· « Λεκτέον οὖν. Καὶ δὴ, κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. Ἐροῦσι δὲ τάδε· Ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ· τελευτῶν, πάντα κακὰ παθὼν, ἀνασκινδυλευθήσεται, καὶ γνώσεται, ὅτι οὐκ εἶναι δίκαιον, ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν.» Ταῦτα λόγοις ὁ Πλάτων. Ἔργοις δὲ πολὺ πρότερον οἱ παρ' Ἑβραίοις δίκαιοι καὶ προφῆται μνημονεύονται τὰ εἰρημένα πάντα πεπονθέναι· « οἵ γε, δικαιότατοι ὄντες, ὡς ἀδικώτατοι ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, καὶ αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, ων οὐκ ἦν ἄξιος ὁ κόσμος.» Καὶ οἱ ἀπόστολοι δὲ τοῦ Σωτῆρος ἡμῶν, τὴν ἀνωτάτω δικαιοσύνην τε καὶ εὐσέβειαν μετιόντες, δόξαν δὲ ἀδικίας παρὰ τοῖς πολλοῖς περιβαλλόμενοι, ὁποῖα ἔπασχον, αὐτῶν πάρεστιν ἐπακοῦσαι λεγόντων· « Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις.» Καὶ, « Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν. Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.» Ἀλλὰ καὶ εἰσέτι δεῦρο οἱ γενναῖοι τοῦ Σωτῆρος ἡμῶν μάρτυρες, καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες, ὅσα δὴ κατέλεξεν ὁ Πλάτων, πεπόνθασιν· ἐπεὶ καὶ ἐμαστιγώθησαν, δεσμά τε καὶ στρέβλας ὑπέμειναν, καὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ, καὶ τέλος πάντα τὰ δεινὰ παθόντες, ἀνεσκινδυλεύθησαν. Ὧν οὐδένα παρ' Ἕλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις· ὡς εἰκότως τινὰ φάναι, τὸν φιλόσοφον οὐδὲν ἕτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ' ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.
unto death, seeming indeed to be unjust throughout life, yet being just." And after a little he adds: "It must be said, then. And indeed, even if it be spoken rather bluntly, do not suppose that it is I who speak, O Socrates, but those who praise injustice ahead of justice. And they will say the following: That the just man thus conditioned will be scourged, will be racked, will be bound, will have both his eyes cut out; at the end, having suffered all evils, he will be impaled, and will recognize that one ought to wish not to be, but to seem just." Thus Plato in words. Yet in deeds long before, the just men and prophets among the Hebrews are recorded to have suffered all the things aforementioned: "who indeed, though being most just, as though most unjust were stoned, were sawn asunder, died by slaughter of the sword, went about in sheepskins and goatskins, being destitute, afflicted, ill-treated, wandering in deserts, and mountains, and caves, and the holes of the earth, of whom the world was not worthy." And what things the apostles too of our Saviour suffered, while pursuing supreme justice and godliness, yet clothed with a reputation of injustice among the multitude, it is possible to hear from themselves when they say: "We have become a spectacle to the world, both to angels and to men." And: "Unto this present hour we both hunger, and thirst, and are poorly clad, and are buffeted, and are homeless; being reviled we bless, being persecuted we endure, being slandered we entreat; we have become as the offscourings of the world." Moreover, even hitherto the noble martyrs of our Saviour, throughout the whole inhabited world of men practising not seeming, but being both just and godly, have suffered all the things that Plato enumerated: since they both were scourged, endured bonds and racks, and indeed also had both their eyes cut out, and finally, having suffered all dreadful things, were impaled. Like unto whom, should you search among the Greeks, you would find no one; so that one might reasonably say that the philosopher did nothing other than prophesy through these words concerning those illustrious among us in godliness and true justice.
Μωϋσέως κατά τινας ἀποῤῥήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως, Θεοῦ τινα παράδεισον γεγονέναι φάντος, κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως· ἄντικρυς μονονουχὶ τὰ ῥήματα μεταποιήσας ὁ Πλάτων, ἐπάκουσον οἷα ἐν Συμποσίῳ καὶ αὐτὸς ἀλληγορῶν τέθεικεν· ἀντὶ μὲν τοῦ παραδείσου τοῦ Θεοῦ, κῆπον Διὸς ὀνομάσας· ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐτοῦ γενομένης ἀπάτης, Πενίαν ἐπιβουλεύουσαν ὑποθέμενος· ἀντὶ δὲ τοῦ πρώτου ἀνδρὸς, ὃν ἡ τοῦ Θεοῦ
Whereas Moses according to certain mystical accounts said that in the beginning of the constitution of the world there existed a certain paradise of God, and that in this the man was deceived through the woman by the serpent, listen to what sort of things Plato too, having downright all but altered the words, has set down allegorizing in the Symposium: instead of the paradise of God, naming a garden of Zeus; instead of the serpent and the deceit wrought by it, supposing Poverty plotting; and instead of the first man, whom God's