Migne Reading Room

PG 21 · cols. 1021–1032 · Read from the page

Preparation for the Gospel, Book XII

Preparation for the Gospel, Book XII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:1021Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΜϚʹ.
Chapter XLVI.
Ἔτι περὶ τοῦ αὐτοῦ.
Further concerning the same.
Τοῦ προφήτου Ἰεζεκιὴλ φήσαντος· «Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ Βορρᾶ·» καὶ ἑξῆς εἰπόντος, «Καὶ ἐν τῷ μέσῳ, ὡς ὁμοίωμα τεσσάρων ζώων. Καὶ ἡ ὅρασις αὐτῶν· ὡς ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς, καὶ πρόσωπα τέσσαρα τῷ ἑνί. Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι. Καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι·» καὶ ὁ Πλάτων ὁμοίως, ἄκουσον, ἅ φησι· «Νῦν δ', ἔφην αὐτῷ· Διαλεγώμεθα, ἐπειδὴ διωμολογησάμεθα, τό τε ἀδικεῖν καὶ τὸ δίκαια πράττειν, ἣν ἑκάτερον ἔχει δύναμιν. Πῶς; ἔφη. — Εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων, οἷαν ἔλεγε. — Ποίαν τινά; ἦ δ' ὅς. — Τῶν τοιούτων τινὰ, ἦν δ' ἐγὼ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας, καὶ ἡ Σκύλλης, καὶ Κερβέρου, καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι πολλαὶ εἰς ἓν γενέσθαι. — Λέγονται γὰρ, ἔφη. — Πλάττε τοίνυν μίαν μὲν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντας κεφαλὰς κύκλῳ καὶ ἀγρίων, καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὐτοῦ ταῦτα πάντα. — Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων ὁ λόγος, πεπλάσθω. — Μίαν δὴ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον, καὶ δεύτερον τὸ δεύτερον. — Ταῦτ', ἔφη, ῥᾴω καὶ πέπλασται. — Σύναπτε τοίνυν αὐτὰ εἰς ἓν, τρία ὄντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. — Ξυνῆπται, ἔφη. — Περίπλασον δὲ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾷν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι, ἓν ζῶον φαίνεσθαι ἄνθρωπον. — Περιπέπλασται, ἔφη. — Λέγωμεν δη τῷ λέγοντι, ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ ξυμφέρει, διότι οὐδὲν ἄλλο φήσει ἢ λυσιτελεῖν αὐτῷ, τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι, ποιεῖν ἰσχυρὸν τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα· τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν, καὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ· καὶ μηδὲν ἕτερον ἑτέρῳ ξυνεθίζειν, μηδὲ φίλον ποιεῖν, ἀλλ' ἐᾷν αὐτὰ ἐν αὐτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα. — Παντάπασι γὰρ, ἔφη, ταῦτ' ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν. — Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν, καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος· καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται, ὥσπερ γεωργὸς, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασσεύων, τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, ξύμμαχον
When the prophet Ezekiel had said: "And the hand of the Lord came upon me, and I saw, and behold, an uplifting wind was coming from the North;" and next had said, "And in the midst, as a likeness of four living creatures. And their appearance: as a likeness of a man upon them, and four faces to the one. And the likeness of their faces, the face of a man and the face of a lion on the right to the four, and the face of a calf on the left to the four. And the face of an eagle to the four;" Plato too speaks similarly; hear what he says: "Now then, I said to him: Let us discuss, since we agreed with one another regarding both doing injustice and practising just things, what power each of the two has. How? he said. — By fashioning an image of the soul in speech, so that he who said those things may know what sort of thing he was saying. — What sort of image? said he. — One of such kinds, said I, as ancient natures are fabled in myth to have come to be, both that of Chimaera, and that of Scylla, and of Cerberus, and certain other numerous ones where many forms grown together are said to have come to be into one. — For they are indeed spoken of, he said. — Fashion then one form of a manifold and many-headed beast, having in a circle heads of tame beasts and of savage ones, and able to change and to grow all these things out of itself. — The work, he said, is that of a clever modeller; nevertheless, since speech is more easily moulded than wax and such things, let it stand fashioned. — One other form then of a lion, and one of a man; and let the first be much the greatest, and the second second. — These, he said, are easier, and they stand fashioned. — Join them then into one, being three, so as somehow to have grown together with one another. — They are joined together, he said. — And mould around them on the outside the image of one, that of the man, so that to him who is unable to see the things within, but sees only the outer casing, it appears one living creature, a man. — It is moulded around, he said. — Let us say then to him who says that it is profitable for this man to do injustice, whereas to practise just things is not advantageous, that he will assert nothing else than that it is profitable for him, by feasting the manifold beast, to make strong the lion and the parts around the lion, while starving the man and making him weak, so as to be dragged whithersoever either of those two leads; and in no way to accustom the one to the other, nor make it a friend, but to leave them among themselves to bite and, fighting, to devour one another. — For altogether, he said, he who praises doing injustice would say these things. — Would not he in turn who says that just things are profitable affirm that one must practise those things, and say those things, whence the inner man of the man will be most master; and he will take care of the many-headed creature, like a husbandman, nourishing and domesticating the tame parts, and preventing the savage ones from growing, as an ally
Notes, col. 1021

On the reading

Printed ἔχοντας, for ἔχοντος.

Printed δη, for δὴ.

PG 21:1024Read from the page
ποιησάμενος τὴν τοῦ λέοντος φύσιν· καὶ κοινῇ πάντων κηδόμενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ, οὕτω θρέψει. Κομιδῆ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαινῶν.»
having made the lion's nature; and caring for all in common, having made them friendly both to one another and to himself, thus he will rear them. For quite so in turn speaks he who praises what is just."
ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ.
Chapter XLVII.
Ὅτι καὶ Πλάτων εις δώδεκα φυλας νομοθετει τοὺς πολίτας, κατὰ μίμησιν τοῦ τῶν Ἑβραίων ἔθνους.
That Plato too legislates the citizens into twelve tribes, in imitation of the nation of the Hebrews.
Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου, καὶ ὁ Πλάτων ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὐτοῦ πολιτῶν φυλάξαι νομοθετεῖ, λέγων ὧδε· «Δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἴσα μόρια νενεμήσθω. Φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπικληρωθεῖσα, κατ' ἐνιαυτὸν παρεχέτω πέντε, οἷον ἀγρονόμους τε καὶ φυλάρχους.» Καὶ πάλιν φησὶ, ταξιάρχους αὐτοῖς προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον.
The whole nation of the Hebrews having been divided into twelve tribes, Plato too similarly legislates that it ought to be needful to observe this in the case of his citizens, speaking thus: "Into twelve parts, as equal in power as possible, let the whole land be distributed by us. And let one tribe, allotted to each part, furnish annually five men, as land-wardens and tribe-rulers." And again he says that the elected generals nominate twelve brigadiers for them, a brigadier for each tribe.
ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ.
Chapter XLVIII.
Ἐν ποταμίῳ τὴν πόλιν κατοικίζειν ὁ Πλάτων νομοθετεῖ τόπῳ· διαγράφει δὲ ἐοικότα τινὰ τῷ ἐν Ἱεροσολύμοις.
Plato legislates to settle the city in a riverine place; and he delineates one somewhat resembling that at Jerusalem.
Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον συνεστώσης βασιλικῆς μητροπόλεως ἄποθεν μὲν θαλάττης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης, πάμφορόν τε γῆν κεκτημένης· καὶ ὁ Πλάτων τοιαύτην τινὰ εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν τοῖς Νόμοις. Λέγει δὲ ὧδε· «Τόδε δὲ περὶ αὐτῆς ἐστιν, ὃ βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία; — Σχεδὸν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους. — Τί δὲ λιμένες; ἆρ' εἰσὶ κατ' αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος; — Εὐλίμενος μὲν οὖν αὕτη γε, ὥς δυνατόν ἐστι μάλιστα, ὦ ξένε. — Παπαί! οἷον λέγεις; Τί δὲ περὶ αὐτὴν ἡ χώρα; πότερα πάμφορος, ἢ καί τινων ἐπιδεής; —
Whereas the royal metropolis established of old formerly among the children of the Hebrews was far from the sea, and settled in mountains, and possessed an all-productive land, Plato too says that the one settled by him in the Laws must be somewhat of this sort. And he speaks thus: "And there is this point concerning it, which wishing to know I rather inquire, whether it will be a maritime one or inland? — Roughly, O stranger, the city at least, concerning which the things just now spoken by us were said, is distant from the sea unto some eighty stadia. — And what as to harbours? Are there any along it, or is it altogether harbourless? — Nay rather, well-harboured indeed is it, as much as is possible, O stranger. — Aha! what a thing do you say? And what of the country around it? Is it all-productive, or also in need of some things? —
Notes, col. 1024

On the reading

Printed εις, for εἰς.

Printed φυλας, for φυλὰς.

Printed νομοθετει, for νομοθετεῖ.

Printed ὥς, for ὡς.

PG 21:1025Read from the page
Σχεδὸν οὐδενὸς ἐπιδεής· — Γείτων δὲ αὐτῇ πόλις ἆρ' ἔσται τις πλησίον; — Οὐ πάνυ· διὸ καὶ κατοικίζεται. Παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη, τὴν χώραν ταύτην ἔρημον ἀπείργασται, χρόνον ἀμήχανον ὅσον. — Τί δ' αὖ πεδίων τε, καὶ ὀρῶν, καὶ ὕλης, πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε; — Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ. — Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις; — Πάνυ μὲν οὖν. — Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. Ει μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος, καὶ μὴ πάμφορος, ἀλλ' ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός γε αὐτῇ, καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν, τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. Ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης σχεδὸν, ὅσον εὐλιμενωτέραν φὴς αὐτὴν εἶναι· ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. Πρόσοικος γὰρ θάλαττα χώρᾳ, τὸ μὲν παρ' ἑκάστην ἡμέραν ἡδὺ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα. Ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιπλᾶσα ἑαυτὴν, ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτήν τε πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ, καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως· παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται. Τραχεῖα δὲ οὖσα, δῆλον, ὡς οὐκ ἂν πολύφορός τ' εἴη καὶ πάμφορος ἅμα. Τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεπίμπλατ' ἄν· οὗ μεῖζον κακὸν, ὡς ἔπος εἰπεῖν, πόλει ἀνθ' ἑνὸς ἓν οὐδὲν ἂν γένοιτο, εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν.» Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένων, σκεψώμεθα ὅπως τὸν τῆς παρ' Ἑβραίοις παιδείας τρόπον, δι' ὧν εἰρήκαμεν ἀποδεξάμενος, τὸν Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὧδε.
In need of almost nothing; — And will there be any neighbouring city near to it? — Not at all; wherefore indeed it is being settled. For a certain ancient emigration having taken place in the spot has rendered this country desolate for an immense length of time. — And what again of plains, and mountains, and woodland, how has it obtained a share of each for us? — It resembles as a whole the nature of the rest of Crete. — Would you call it rougher rather than more level? — Quite so indeed. — Then it would not be incurable towards the acquisition of virtue. For if it was going to be both maritime and well-harboured, and not all-productive, but in need of many things, it would need some great saviour indeed for itself, and certain divine lawgivers, if it was not going to have many and varied and base manners, having come to be such by nature; whereas now it has as a consolation the distance of the eighty stadia. Yet it lies nearer than is needful to the sea, roughly in proportion as you say it is better-harboured; nevertheless even this is to be welcomed. For a sea dwelling beside a country is, for the passing of each day, something pleasant, yet in truth very much a briny and bitter neighbour. For filling itself with commerce and money-making through retail trade, engendering shifty and faithless manners in souls, it makes the city itself faithless and unfriendly both towards itself and towards other men likewise; yet against these things it possesses as a consolation also its being all-productive. And being rough, it is plain that it could not be both abundant in yield and all-productive at once. For if it had this, affording great exportation, it would in turn be filled in exchange with silver and gold coinage; than which, so to speak, no greater evil, setting one thing against one, could befall a city for the acquisition of noble and just manners." But since so many points have been demonstrated by us thus far also, let us examine how, having accepted through the things we have stated the manner of education among the Hebrews, he rejects the Greek one, writing in the tenth book of the Republic thus.
ΚΕΦΑΛΑΙΟΝ ΜΘʹ.
Chapter XLIX.
Ὅπως ὁ Πλάτων τὰ τῆς Ἑλληνικῆς προπαιδείας, ὡς ἐπιβλαβῆ τυγχάνοντα, παραιτεῖται.
How Plato rejects the things of Greek preliminary education, as happening to be harmful.
«Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω, (οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς, καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικούς)· λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ, οἷα τυγχάνει ὄντα. — Πῆ δὲ, ἔφη, διανοούμενος λέγεις; — Ῥητέον, ἦν δ' ἐγὼ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν. Ἔοικε γὰρ τῶν καλῶν ἁπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι· Ἀλλ' οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνήρ. Ἀλλ' ὃ λέγω ῥητέον. — Πάνυ μὲν οὖν, ἔφη.» Εἶθ' ἑξῆς
"To you indeed let it be spoken (for you will not denounce me to the poets of tragedy, and all the other imitative ones): all such things seem to be a ruin of the understanding of the hearers, as many as do not possess as a remedy the knowledge of them, what sort of things they happen to be. — With what in mind, he said, do you say this? — It must be spoken, said I, although a certain fondness and reverence holding me from childhood concerning Homer hinders me from speaking. For of all these fine tragic poets he seems to have become the first teacher and leader; Yet a man must not be honoured before the truth. But what I mean must be spoken. — Quite so indeed, he said." Then next
Notes, col. 1025

On the reading

Printed Ει, for Εἰ.

PG 21:1028Read from the page
ἐπιλέγει· »Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον, μηδὲ ἄλλον ὁντιναοῦν τῶν ποιητῶν, ἐρωτῶντες, εἰ ἰατρός τις ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς ἰατρικῶν λόγων μόνον. Τίνας γὰρ ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός; ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐγγόνους; μηδ' αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν ἀλλ' ἐῶμεν. Περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων πέρι καὶ στρατηγιῶν, καὶ διοικήσεων πόλεων, καὶ παιδείας πέρι ἀνθρώπων, δίκαιόν που ἐρωτᾷν αὐτὸν πυνθανομένους· Ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ καὶ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ· λέγε ἡμῖν, τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων, καὶ δι' ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί; Σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι, καί σφας ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς ἕξει τινὰ εἰπεῖν; — Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων. — Οὔκουν λέγεταί γε οὐδ' ὑπ' αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πόλεμος ἐπὶ Ὁμήρου ὑπ' ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς. — Ἀλλ' οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς, πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου, καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; — Οὐδαμῶς τοιοῦτον οὐδέν. — Ἀλλὰ δὴ, εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῇν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ, καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικήν; ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτῳ ἠγαπήθη, καὶ οἱ ὕστεροι, ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοῦ βίου, διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις. — Οὐδ' αὖ, ἔφη, τοιοῦτον οὐδὲν λέγεται. Ὁ γὰρ Κρεώφιλος, ὦ Σώκρατες, ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γελοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ ἐστι. Λέγεται γάρ που, ὡς πολλὴ ἀμέλεια περὶ αὐτὸν ἦν ἐπ' αὐτοῦ ἐκεί-
he adds: "About the other things, then, let us not demand an account from Homer, nor from any other whomsoever of the poets, asking whether any of them was a physician, and not merely an imitator of medical discourses. For whom is any poet, of the ancient or of the recent ones, said to have made healthy, just as Asclepius did? Or what disciples of medicine did he leave behind, just as that man left his descendants? Nor again concerning the other arts let us question him, but let us leave them aside. Concerning, however, the greatest and noblest things of which Homer undertakes to speak, concerning wars and generalships, and administrations of cities, and concerning the education of men, it is surely just to question him, inquiring: O dear Homer, if indeed you are not third from the truth concerning virtue, a craftsman of an image, whom indeed we defined as an imitator, but even second, and were able to know what sort of pursuits make men better or worse in private and in public; tell us, which of the cities was better governed through you, just as Lacedaemon was through Lycurgus, and through many others many cities great and small? And what city credits you with having been a good lawgiver, and with having benefited them? For Italy and Sicily name Charondas, and we Solon; but who will be able to name anyone as naming you? — I do not think so, said Glaucon. — Assuredly it is not said even by the Homeridae themselves. Well then, what war in Homer's time is remembered as having been well fought under his command or counsel? None. — Well then, as belongs to the works of a wise man, are many inventions and ingenious contrivances for arts or certain other affairs spoken of, just as again concerning both Thales the Milesian and Anacharsis the Scythian? — In no wise anything of the sort. — Well then, if not in public, in private is Homer himself while living said to have become for certain men a guide of education, who cherished him for his company, and handed down to posterity a certain Homeric way of life; just as Pythagoras himself was pre-eminently cherished for this, and his successors, even to this day naming their manner of life Pythagorean, seem somehow conspicuous among the rest? — Neither again, he said, is anything of the sort reported. For Creophilus, O Socrates, the companion of Homer, would appear even more ridiculous than his name in regard to education, if the things said concerning Homer are true. For it is said, I suppose, that there was great neglect towards him in the time of that very
Notes, col. 1028

On the reading

Printed », for «.

PG 21:1029Read from the page
νου, ὅτε ἔζη. — Λέγεται γὰρ οὖν, ἦν δ' ἐγώ. Ἀλλ' οἴει, ὦ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἆρ' ἂν πολλοὺς ἑταίρους ἐποιήσατο, καὶ ἐτιμᾶτο, καὶ ἠγαπᾶτο ὑπ' αὐτῶν; Ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης, καὶ Πρόδικος ὁ Κεῖος, καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ' ἑαυτῶν παρεστάναι ἰδίᾳ συγγινόμενοι, ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὐτῶν οἰκεῖν οἷοί τε ἔσονται, ἐὰν μὴ σφᾶς αὐτῶν τῆς παιδείας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρουσιν αὐτοὺς οἱ ἑταῖροι· Ὅμηρον δὲ ἄρα οἱ ἐπ' ἐκείνου, εἴπερ οἷός τε ἦν πρὸς ἀρετὴν ὀνινάναι ἀνθρώπους, ἢ Ἡσίοδον, ῥαψῳδεῖν ἂν περιιόντας εἴων, καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ, καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι; ἢ εἰ μὴ ἔπειθον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν; — Παντάπασιν, ἔφη, δοκεῖς μοι, ὦ Σώκρατες, ἀληθῆ λέγειν. — Οὐκοῦν τιθῶμεν, ἀπὸ Ὁμήρου ἀρξάμενοι, πάντας τοὺς ποιητικοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἶναι, καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσι, τῆς δ' ἀληθείας οὐχ ἅπτεσθαι· ἀλλ', ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτόμον ποιήσει δοκοῦντα εἶναι, αὐτὸς δὲ οὐκ ἐπαΐων περὶ σκυτοτομίας, καὶ τοῖς μὴ ἐπαΐουσιν, ἐκ τῶν χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσι. — Πάνυ μὲν οὖν. — Οὕτω δὴ, οἶμαι, καὶ τὸν ποιητικὸν φήσομεν χρώματα ἄττα ἑκάστῳ τῶν τεχνῶν τοῖς ὀνόμασι καὶ ῥήμασιν ἐπιχρωματίζειν, αὐτὸν οὐκ ἐπαΐοντα, ἀλλ' ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λόγων θεωροῦσι δοκεῖν· ἐάν τε περὶ σκυτοτομίας τι λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δοκεῖν λέγεσθαι, ἐάν τε περὶ στρατηγίας, ἐάν τε περὶ ἄλλου ὁτουοῦν. Οὕτω φύσει αὐτὰ ταῦτα μεγάλην τινὰ κήλησιν ἔχει· ἐπιγυμνωθέντα γε τῶν τῆς μουσικῆς χρωμάτων, τάδε τῶν ποιητῶν, αὐτὰ ἐφ' ἑαυτῶν λεγόμενα, οἶμαί σε εἰδέναι οἷα φαίνεται. Τεθέασαι γὰρ, ἢ οὔ; — Ἔγωγ', ἔφη.» Καὶ τούτων δὲ οὕτως ἐχόντων, εὖ μοι ἔχειν δοκεῖ βραχέα ἄττα τῶν Πλάτωνος διελθεῖν, δι' ὧν λογικώτερον τὸν περὶ Θεοῦ καὶ προνοίας συνίστησι λόγον, τοῖς Ἑβραίων κἀν τούτῳ παριστάμενος δόγμασι. Πρῶτα δὲ θεασώμεθα, ὅπως τὰς δόξας τῶν ἀθέων ἐκτίθησι.
man, when he was alive. — For so indeed it is said, said I. Yet do you think, O Glaucon, if Homer was in reality able to educate men and render them better, as being able in these matters not to imitate, but to have knowledge, would he not have made himself many companions, and been honoured and cherished by them? Whereas Protagoras the Abderite, forsooth, and Prodicus the Cean, and very many others are able, associating in private, to impress upon those of their own time that they will be able to manage neither their household nor their city, unless they set them over their education, and for this wisdom they are so exceedingly loved that their companions all but carry them about upon their heads; yet Homer, then, if indeed he was able to benefit men towards virtue, or Hesiod, would the men of his time have suffered them to go around reciting rhapsodies, and would they not have clung to them rather than to gold, and compelled them to stay with them at home? Or if they did not persuade them, would they not themselves have attended them whithersoever they went, until they partook sufficiently of education? — Altogether, he said, you seem to me, O Socrates, to speak the truth. — Shall we then lay down, beginning from Homer, that all the poetic men are imitators of images of virtue, and of the other things about which they compose, and do not lay hold of the truth; but, just as we were saying right now, the painter will make what seems to be a shoemaker, though himself understanding nothing about shoemaking, and for those who do not understand, but view from the colours and shapes? — Quite so indeed. — Thus indeed, I think, we shall say that the poetic man too lays on certain colours upon each of the arts with names and phrases, himself not understanding anything save how to imitate, so that to others of like sort viewing from the words it seems good; whether he says something about shoemaking in metre and rhythm and harmony, it seems to be spoken very well, or whether about generalship, or about anything else whatsoever. So great an enchantment of some sort do these very things possess by nature; for stripped at least of the colours of music, these works of the poets, spoken by themselves alone, I think you know how they look. For you have observed it, or not? — I for my part have, he said." And since these things also stand thus, it seems good to me to go through some brief passages of Plato's, through which he more rationally establishes the account concerning God and providence, standing beside the doctrines of the Hebrews in this too. And first let us behold how he sets forth the opinions of the atheists.
PG 21:1032Read from the page
ΚΕΦΑΛΑΙΟΝ Νʹ.
Chapter L.
Περὶ τῆς τῶν ἀθέων δόξης. Ἀπὸ τοῦ δεκάτου τῶν Νόμων.
Concerning the opinion of the atheists. From the tenth book of the Laws.
«Λέγουσί πού τινες, ὡς πάντα ἐστὶ τὰ πράγματα γιγνόμενα, καὶ γενόμενα, καὶ γενησόμενα, τὰ μὲν φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην. — Οὐκοῦν καλῶς. — Εικός γέ τοί που σοφοὺς ἄνδρας ὀρθῶς λέγειν. Ἑπόμενοί γε μὴν αὐτοῖς, σκεψώμεθα τοὺς ἐκεῖθεν, τί ποτε καὶ τυγχάνουσι διανοούμενοι. — Πάντως. — Ἔοικε, φασὶ, τὰ μὲν μέγιστα αὐτῶν καὶ κάλλιστα ἀπεργάζεσθαι φύσιν καὶ τύχην, τὰ δὲ σμικρότερα τέχνην· ἣν δὴ παρὰ φύσεως λαμβάνουσαν τὴν τῶν μεγάλων καὶ πρώτων γένεσιν ἔργων πλάττειν καὶ τεκταίνεσθαι πάντα τὰ σμικρότατα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν. — Πῶς λέγεις; — Ὧδέ πη σαφέστερον ἐρῶ. Πῦρ, καὶ ὕδωρ, καὶ γῆν, καὶ ἀέρα, φύσει πάντα εἶναι καὶ τύχῃ φασὶ, τέχνῃ δὲ οὐδὲν τούτων· καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης, ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι, παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἑκάστων, ᾗ συμπέπτωκεν, ἁρμόττοντα οἰκείως πως θερμὰ ψυχροῖς, ἢ ξηρὰ πρὸς ὑγρὰ, καὶ μαλακὰ πρὸς σκληρὰ, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκράσθη. Ταύτῃ καὶ κατὰ ταὐτὰ οὕτω γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα ἂν κατ' οὐρανὸν, καὶ ζῶα αὖ, καὶ φυτὰ ξύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασὶν, οὐδὲ διά τινα θεὸν, οὐδὲ διὰ τέχνην, ἀλλ' ὃ λέγομεν, φύσει καὶ τύχῃ. Τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην, αὐτὴν θνητὴν ἐκ θνητῶν, ὕστερα γεγεννηκέναι παιδιάς τινας, ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλ' εἴδωλ' ἄττα ξυγγενῆ ἑαυτῶν, οἷα γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶ συνέριθοι τέχναι. Αἷ δ' εἴ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας, ὁπόσαι τῇ φύσει ἐκοίνωσαν τὴν αὐτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ, καὶ γεωργικὴ, καὶ γυμναστική. Καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι, κοινωνοῦν φύσει, τέχνῃ δὲ τὸ πολύ. Οὕτω δὲ καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δὲ, ἧς οὐκ ἀληθεῖς εἶναι τὰς θέσεις. — Πῶς λέγεις; — Θεοὺς, ὦ μακάριε, πρῶτον εἶναί φασιν οὗτοι τέχνῃ, οὐ φύσει, ἀλλά τισι νόμοις, καὶ τούτους ἄλλους ἄλλῃ, ὅπη ἕκαστοι ἑαυτοῖς συνωμολόγησαν νομοθετούμενοι. Καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα· τὰ δὲ δὴ δίκαια οὐδ' εἶναι τὸ παράπαν φύσει,
"Some say, I suppose, that all things coming into being, both having come into being and going to come into being, are partly by nature, partly by art, and partly through chance. — Well said, then? — It is likely indeed, surely, that wise men speak rightly. Following them, however, let us examine those of that school, what ever it is they happen to have in mind. — By all means. — It seems, they say, that nature and chance bring to pass the greatest and noblest of them, and art the smaller ones; which indeed, receiving from nature the generation of the great and primary works, moulds and fashions all the smallest ones, which indeed we all call artificial. — How do you mean? — Thus somehow I will state it more clearly. Fire, and water, and earth, and air, they say, all exist by nature and chance, and none of these by art; and the bodies again after these—those of earth, and sun, and moon, and concerning the stars—have come into being through these, being altogether soulless; and being borne by chance, each by the chance of the power of each, according as they have fallen together, fitting together in some congenial way, hot with cold, or dry towards wet, and soft towards hard, and all things whatsoever have by necessity been blended together by chance through the blending of opposites. In this way and after the same manner they have thus begotten both the whole heaven and all things whatsoever may be in heaven, and living creatures again, and all plants together, all the seasons having arisen out of these, not through mind, they say, nor through any god, nor through art, but, as we say, by nature and chance. And art afterwards, having arisen later out of these, itself mortal from mortal things, has later begotten certain playthings, not partaking much of truth, but certain images akin to themselves, such as painting begets and music and as many arts as are fellow-workers with these. And those of the arts which really beget something serious as well are such as have united their own power in partnership with nature, like medicine again, and husbandry, and gymnastic. And indeed statesmanship too, they say, has some small part sharing in nature, but the greater part by art. And thus too all legislation is not by nature, but by art, whose enactments are not true. — How do you mean? — Gods, my good sir, first of all these men say exist by art, not by nature, but by certain laws, and that these are different in different places, according as each people agreed among themselves in framing laws. And indeed noble things too are one thing by nature, and another by law; whereas the things that are just do not exist at all by nature,
Notes, col. 1032

On the reading

Printed Εικός, for Εἰκός.

Printed Αἷ, for Αἱ.