«Εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῷ ἐν τῷ πρὸς τοὺς Ἕλληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν. Ἀπαιτεῖ δ' ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικὸς, ὁ Πλειστονίκης ἐπικληθεὶς, ἐν τῇ δʹ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ' αὐτὸν πράξεων, μάρτυρα παρατίθεται Πτολεμαῖον τὸν Μενδήσιον. Καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει· Κατέσκαψε δὲ τὴν Ἀούαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος. Ὁ δὲ Πτολεμαῖος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισὶν ὅλαις ἐκθέμενος βίβλοις, κατὰ Ἄμωσίν φησι τὸν Αἰγύπτου βασιλέα, Μωσέως ἡγουμένου, γεγονέναι Ἰουδαίοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνῶπται κατὰ Ἴναχον ἠκμακέναι τὸν Μωσέα. Παλαίτερα δὲ τῶν Ἑλληνικῶν μνημονεύεσθαι τὰ Ἀργολικὰ, τὰ ἀπὸ Ἰνάχου λέγω, Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τοῖς Χρόνοις διδάσκει. Τούτων δὲ τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικὰ, τὰ ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτόχθονος, ὥς φησι κατὰ λέξιν ὁ Τατιανός· ἐννέα δὲ τὰ Ἀρκαδικὰ τὰ ἀπὸ Πελασγοῦ· λέγεται δὲ καὶ οὗτος αὐτόχθων. Τούτων δὲ ἄλλων δυοῖν νεώτερα τὰ Φθιωτικὰ τὰ ἀπὸ Δευκαλίωνος. Εἰς δὲ τὸν χρόνον τῶν Τρωϊκῶν ἀπὸ Ἰνάχου γενεαὶ μὲν εἴκοσιν, ἢ μιᾷ πλείους διαριθμοῦνται· ἔτη δὲ, ὡς ἔπος εἰπεῖν, υʹ καὶ πρόσω. Εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν Κτησίας λέγει φανήσεται. Τῷ δευτέρῳ καὶ τετρακοσιοστῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλούχου τοῦ ὀγδόου δυναστείας τῷ δευτέρῳ καὶ τριακοστῷ, ἡ Μωσέως κατὰ Ἄμωσιν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Ἀργεῖον ἐξ Αἰγύπτου κίνησις. Ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα, τὸν μετ' Ἴναχον, ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς, καὶ ἡ ἐν Σικυῶνι βασιλεία πρώτου μὲν Αἰγιαλέως, εἶτα δὲ Εὔρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτῃ. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἀνθρώπων γενέσθαι λέγει· ὅθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη πατέρα θνητῶν ἀνθρώπων. Ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ, κατακολουθήσας Ἀκουσιλάῳ, γράφει· Καί ποτε προαγαγεῖν βουληθεὶς
"Concerning these things, then, it has been spoken accurately by Tatian in his [discourse] To the Greeks, and it has also been spoken by Cassianus in the first [book] of his Exegetica. Nevertheless, our treatise demands that we also run over the things spoken on this topic. Apion the grammarian, therefore, surnamed Pleistonices, in the 4th [book] of his Egyptian Histories, although disposed with hostile hatred towards the Hebrews, inasmuch as he was an Egyptian by race, so as even to have composed a book against the Jews, when making mention of Amosis the king of the Egyptians and of the deeds in his time, adduces Ptolemy of Mendes as a witness. And the words of his statement run thus: And Amosis razed Avaris, having lived in the time of the Argive Inachus, as Ptolemy of Mendes recorded in his Chronicles. Now this Ptolemy was a priest, and having set forth the deeds of the Egyptian kings in three whole books, he says that in the time of Amosis the king of Egypt, with Moses leading them, the journey of the Jews out of Egypt took place; from which things it has been seen together that Moses flourished in the time of Inachus. And that the Argolic matters, I mean those from Inachus, are recorded as more ancient than the [other] Greek matters, Dionysius of Halicarnassus teaches in his Chronicles. And younger than these by forty generations are the Attic matters, those from Cecrops the double-natured, forsooth, and earth-born, as Tatian says word for word; and by nine, the Arcadian matters, those from Pelasgus; and this man too is called earth-born. And younger than these by another two are the Phthiotic matters, those from Deucalion. And up to the time of the Trojan events from Inachus twenty generations, or more by one, are numbered through; and years, so to speak, 400 and upwards. And if Ctesias says that the matters of the Assyrians are by many years older than the Greek matters, it will appear. In the four hundred and second year of the empire of the Assyrians, and in the thirty-second of the sovereignty of Beluchus the eighth, took place Moses's movement out of Egypt in the time of Amosis the Egyptian and in the time of Inachus the Argive. And in Greece, in the time of Phoroneus who was after Inachus, there was the flood in the time of Ogygus, and the kingship in Sicyon, first of Aegialeus, then of Europs, then of Telchin, and that of Cres in Crete. For Acusilaus says that Phoroneus was the first of men; whence also the poet of the Phoronis said that he was the father of mortal men. Hence Plato in the Timaeus, having followed Acusilaus, writes: And once, wishing to lead on