Migne Reading Room

PG 21 · cols. 657–668 · Read from the page

Preparation for the Gospel, Book VIII

Preparation for the Gospel, Book VIII

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:657Read from the page
ὧν, ἐκ μὲν εἰρήνης συνεχὴς καὶ ἀδιάστατος πόλεμος. Ἐσθῆτές γε μὴν προβάτων εἰσὶν, ὡς οἱ ποιηταί πού φασιν, ἄνθος, κατὰ δὲ τὴν δημιουργὸν τέχνην, ὑφαντῶν ἔπαινος. Εἰ δέ τις ἐπὶ δόξῃ μέγα φρονεῖ, τὴν παρὰ τῶν φαύλων ἀποδοχὴν ἀσπαζόμενος, ἴστω μὲν καὶ αὐτὴς φαῦλος ὤν. Τὸ γὰρ ὅμοιον χαίρει τῷ ὁμοίῳ. Εὐχέσθω δὲ, καθαρσίων μεταλαχὼν, ἰαθῆναι τὰ ὦτα, δι' ὧν αἱ μεγάλαι ψυχῇ νόσοι κατασκήπτουσι. Μαθέτωσαν δὲ καὶ ὅσοι ἐπ' εὐτονίᾳ πεφύσηνται, μὴ ὑψαυχεῖν, ἀπιδόντες εἰς τὰς τῶν ἡμέρων καὶ ἀτιθάσσων ζώων ἀμυθήτους ἀγέλας, αἷς ἰσχὺς καὶ ῥώμη συγγεγένηνται. Τῶν γὰρ ἀτοπωτάτων ἐστὶν ἐπὶ θηρίων ἀρεταῖς, καὶ ταῦτα παρευημερούμενον ὑπ' αὐτῶν ἄνθρωπον ὄντα, σεμνύνεσθαι. Διὰ τί δ' ἄν τις εὐφρονῶν ἐπὶ σώματος εὐμορφίᾳ ἀγάλλοιτο, ἣν βραχὺς καιρὸς ἔσβεσε, πρὶν ἐπὶ μήκιστον ἀνθῆσαι, τὴν ἀπατηλὴν αὐτῆς ἀκμὴν ἀμαυρώσας; καὶ ταῦθ', ὁρῶν ἐν ἀψύχοις περιμάχητα καλλιγράφων ἔργα καὶ πλαστῶν, καὶ ἄλλων τεχνιτῶν, ἔν τε ζωγραφήμασι, καὶ ἀνδριάσι, καὶ ὑφασμάτων ποικιλίαις, ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ πόλιν ἑκάστην εὐδοκιμοῦντα. Τούτων οὖν, ὅπερ ἔφην, οὐδὲν παρὰ Θεῷ τῆς ἀγαθῆς μοίρας ἠξίωται. Καὶ τί θαυμάζομεν εἰ μὴ παρὰ Θεῷ; Οὐδὲ γὰρ παρὰ ἀνθρώποις τοῖς θεοφιλέσι, παρ' οἷς τὰ πρὸς ἀλήθειαν ἀγαθὰ καὶ καλὰ τετίμηται, φύσεως μὲν εὐμοίρου λαχοῦσι, μελέτῃ δὲ μετ' ἀσκήσεως τὴν φύσιν ἐπικοσμήσασιν, ὧν ἡ ἄνοδος φιλοσοφία δημιουργός. Ὅσοι δὲ νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς ἐμιμήσαντο, τὸ δοῦλον ψυχῆς σῶμα θεραπεύοντας, οἱ τὴν δέσποιναν ἐπιφάσκοντες ἰᾶσθαι. Ἐκεῖνοι μὲν γὰρ, ἐπειδάν τις εὐτυχὴς νοσήσῃ, κἂν ὁ μέγας ᾖ βασιλεὺς, πάνθ' ὑπερβάντες τὰ περίστωα, τοὺς ἀνδρῶνας, τὰς γυναικωνίτιδας, γραφὰς, ἄργυρον, χρυσὸν, ἄσημον, ἐπίσημον, ἐκπωμάτων ἢ ὑφασμάτων πλῆθος, τὸν ἄλλον τῶν βασιλέων ἀοίδιμον κόσμον· ἔτι δὲ τὸν οἰκετικὸν ὄχλον, καὶ τὴν φίλων ἢ συγγενῶν, ὑπηκόων τῶν ἐν τέλει θεραπείαν ἄξαντες, τῶν σωματοφυλάκων, ἄχρι τῆς εὐνῆς ἀφικόμενοι, καὶ τῶν περὶ αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ' ὅτι κλίναι λιθοκόλλητοι καὶ ὁλόχρυσοι θαυμάσαντες, οὔθ' ὅτι ἀραχνοϋφεῖς ἢ λίθῳ γεγραφημέναι στρωμναὶ, οὔθ' ὅτι ἐσθημάτων ἰδέαι διάφοροι· προσέτι δὲ τὰς περὶ αὐτὸν χλαίνας ἀπαμφιέσαντες, ἅπτον-
which, in place of peace, there is continual and unceasing war. Garments, moreover, are, as the poets somewhere say, the bloom of sheep, and with respect to the craftsman's art, the praise of weavers. And if anyone prides himself greatly upon glory, welcoming acceptance from the base, let him know that he himself also is base. For like delights in like. And let him pray, after partaking of purifications, to be healed in his ears, through which great diseases swoop down upon the soul. Let all those too who are puffed up over bodily vigour learn not to carry their necks high, looking away to the countless herds of tame and untamed animals, with which strength and might are congenital. For it is among the most absurd things for one who is a human being to plume himself upon the excellences of beasts, and that when he is surpassed by them. And why should anyone of sound mind exult in comeliness of body, which a brief season quenches, dimming its deceitful prime before it has blossomed to the full—and that too when he sees among lifeless things the prized works of fine painters and sculptors and other craftsmen, in paintings, and statues, and embroideries of woven stuffs, winning renown in every city in Greece and barbarian land. None of these things, therefore, as I said, has been deemed worthy before God of the portion of the good. And why do we wonder if not before God? For neither are they so among men dear to God, by whom the things truly good and noble are honoured, men who have obtained a happy nature, and by study with practice have adorned that nature, of which things philosophy, the way upward, is the maker. But all who have cared for a counterfeit education have not even imitated the physicians who heal the body that is slave of the soul, though professing to heal the mistress herself. For those men, whenever some prosperous person falls sick, even if he be the Great King, passing beyond all the colonnades, the men's halls, the women's apartments, paintings, silver, gold, uncoined, coined, multitude of drinking-cups or woven stuffs, and the rest of the famed finery of kings; and furthermore breaking through the throng of domestics, and the attendance of friends or kinsfolk, of subjects in high office, of bodyguards, when they have come right up to the couch, disregarding even the things around the body itself, admiring neither that the couches are inlaid with precious stones and of solid gold, nor that the coverlets are spider-spun or brocaded with stone, nor that the fashions of robes are varied; and stripping off besides the mantles about him, they take hold
Notes, col. 657

On the reading

Printed αὐτὴς, for αὐτὸς.

Printed ἄνοδος, for ἄνοθος.

PG 21:660Read from the page
ται χειρῶν, καὶ τὰς φλέβας προσπιεζοῦντες, ἀκριβοῦσι τοὺς παλμοὺς, εἰ σωτήριοι· πολλάκις δὲ καὶ τοὺς χιτῶνας ἀναστείλαντες, εἰ περιπληθής ἐσθ' ἡ γαστὴρ ἐξετάζουσιν, εἰ πεπυρωμένος ὁ θώραξ, εἰ ἄτακτα ἡ καρδία πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν. Ἔδει δὲ καὶ τοὺς φιλοσόφους, ἰατρικὴν ὁμολογοῦντας ἐπιτηδεύειν τῆς φύσει βασιλίδος ψυχῆς, καταφρονεῖν μὲν ἁπάντων, ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσιν· εἴσω δὲ προσιόντας ἅπτεσθαι διανοίας αὐτῆς, εἰ ὑπ' ὀργῆς ἀνισοταχεῖς καὶ παρὰ φύσιν κεκινημένοι παλμοί· ἅπτεσθαι καὶ γλώττης, εἰ τραχεῖα καὶ κακήγορος, εἰ πεπορνευκυῖα καὶ ἀταμίευτος· ἅπτεσθαι καὶ γαστρὸς, εἰ ἀπλήστῳ σχήματι ἐπιθυμίας διῴδηκε· καὶ συνόλως παθῶν καὶ νοσημάτων καὶ ἀῤῥωστημάτων, εἰ κεκρᾶσθαι δοκεῖ, διερευνᾷν ἕκαστον, ἵνα μὴ διαμαρτάνωσι τῶν προσφόρων εἰς τὸ σώζειν. Νυνὶ δὲ ὑπὸ τῆς τῶν ἔξω περιαυγασθέντες λαμπρότητος, ἅτε νοητὸν φῶς ἰδεῖν ἀδυνατοῦντες, πλαζόμενοι διετέλεσαν τὸν αἰῶνα, πρὸς μὲν τὸν βασιλέα λογισμὸν φθάσαι μὴ δυνηθέντες, ἄχρι δὲ τῶν προπυλαίων μόλις ἀφικνούμενοι, καὶ τοὺς ἐπὶ θύραις ἀρετῆς πλοῦτόν τε καὶ δόξαν καὶ ὑγείαν, καὶ τὰ συγγενῆ τεθαυμακότες, προσεκύνουν. Ἀλλὰ γὰρ, ὡς ὑπερβολὴ μανίας χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς, ἢ κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων οὕτω καὶ φαύλοις ἀνδράσι τῶν πρὸς ἀλήθειαν ἀγαθῶν· καὶ γὰρ οὗτοι τὸ κυριώτατον τῶν ἐν αὐτοῖς, διάνοιαν πεπήρωνται, ἧς βαθὺ σκότος ἀφροσύνη κατέχεεν. Εἶτα νῦν θαυμάζομεν, εἰ Σωκράτης, καὶ ὁ δεῖνα, ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ' ὅσα ἢ παρὰ φίλων πολυχρημάτων, ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων, παρῆν, λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι, τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν. Τίς δ' οὐκ ἂν ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; Εἰ δὲ σώματος θνητοῦ μεταλαχόντες, καὶ κηρῶν γέμοντες ἀνθρωπίνων, καὶ μετὰ τοσούτου πλήθους ἀδίκων ζῶντες, ὧν οὐδ' ἀριθμὸν εὑρεῖν εὔπορον, ἐπεβουλεύθησαν, τί τὴν φύσιν αἰτιώμεθα, δέον τὴν τῶν ἐπιθεμένων κακίζειν ὠμότητα; Καὶ γὰρ εἰ ἐν ἀέρι γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως δὲ λοιμικῆς μᾶλλον, ἢ οὐχ' ἧττον, φθοροποιός ἐστιν ἡ κακία. Ὡς δ' ὁπόταν, ὑετοῦ μὲν ὄντος, ἀνάγκη τὸν σοφὸν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι· βορέου δὲ ψυχροῦ καταπνέοντος, ῥίγει πιεσθῆναι καὶ ψύχει· θέρους δ' ἀκμάζοντος ἀλεαίνεσθαι· ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως· τὸν αὐτὸν τρόπον, τὸν ἐν τοῖς τοιούτοις χωρίοις ἐνοικοῦντα, ἔνθα φόνοι τε λιμοί τε, καὶ ἄλλων ἔθνεα κηρῶν, ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγκαῖον. Ἐπεὶ Πολυκράτει γε, ἐφ' οἷς δεινοῖς ἠδίκησε καὶ
of his hands, and pressing the veins, examine closely the pulses, whether they are salutary; and oftentimes drawing back his tunics also, they inspect whether the belly is overfull, whether the chest is fevered, whether the heart beats disorderly; and thereupon they apply the appropriate treatment. So too the philosophers, who profess to practise the healing art of the soul, which is queen by nature, ought to have despised all the things that empty opinions fashion in their vanity, and entering within to have laid hold of the mind itself, whether its pulsations are unequal in speed through anger and moved contrary to nature; to have laid hold also of the tongue, whether it is harsh and slanderous, whether prostituted and unrestrained; to have laid hold also of the belly, whether it has swollen up in an insatiable posture of desire; and in general, of passions, diseases, and infirmities, if it seems to be blended with them, to search out each one thoroughly, so that they might not miss what is conducive to saving it. But as it is, dazzled by the brilliance of external things, since they are unable to behold intelligible light, they have spent their whole age wandering, unable to reach the kingly reason, and scarcely arriving even at the outer portals, and having marvelled at wealth and glory and health and their kindred things that stand at the doors of virtue, they worshipped them. Yet surely, just as it is the height of madness to use blind men as judges of colours, or deaf men of musical notes, so too is it to use base men as judges of things truly good; for these men too are maimed in the most sovereign part within them, their understanding, over which folly has poured deep darkness. And then we now wonder if Socrates, and this or that earnest man, lived on in poverty—men who never practised anything aimed at money-making, nor even deigned to accept what was available either from wealthy friends or from kings holding out great gifts, because they accounted the possession of virtue alone to be good and noble, labouring over which they disregarded all other goods. And who would not disregard counterfeit things out of forethought for the genuine? And if, having received a share in a mortal body, and being fraught with human ills, and living among so great a multitude of unjust men that it is not easy even to find their number, they were plotted against, why do we blame nature, when we ought to reproach the savagery of their assailants? For indeed if they had been in a pestilential air, they would certainly have been bound to fall sick; and wickedness is more destructive, or no less so, than a pestilential climate. And just as when rain falls, the wise man, if he passes his time in the open air, must necessarily be drenched; and when a cold north wind blows down, be pinched with frost and chill; and when summer is at its height, grow warm—for it is a law of nature that bodies are affected together with the yearly changes—in the same way, he who dwells in such places, where are slayings and famines and tribes of other banes, must necessarily meet in turn with the penalties arising from such things. Since Polycrates, at least, for the dreadful wrongs and
Notes, col. 660

On the reading

Printed οὐχ', for οὐχ.

PG 21:661Read from the page
ἠσέβηπε, χορηγὸς ἀπήντησε χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία· πρόσθες δ' ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο, καὶ προσηλοῦτο, χρησμὸν ἐκπιμπλάς· Οἶδα, ἐφῆκα ἐμαυτόν, οὐ πρὸ πολλοῦ θεωρῆσαι δόξαντα, ὑπὸ μὲν ἡλίου ἀλείφεσθαι, λούεσθαι δ' ὑπὸ Διός. Αἱ γὰρ διὰ συμβόλων αἰνιγματώδεις αὗται φάσεις, ἀδηλούμεναι τὸ πάλαι, τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην ἐλάμβανον πίστιν. Οὐκ ἐπὶ τέλει δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν ἐξ ἀρχῆς βίον ἐλελήθει πρὸ τοῦ σώματος τὴν ψυχὴν κρεμάμενος. Ἀεὶ γὰρ φοβούμενος καὶ τρέμων τὸ πλῆθος τῶν ἐπιτιθεμένων ἐπτόητο, σαφῶς ἐξεπιστάμενος, ὅτι εὔνους μὲν ἦν οὐδεὶς, ἐχθροὶ δὲ πάντες δυσπραξίᾳ ἀμείλικτοι. Τῆς δὲ ἀνηνύτου καὶ συνεχοῦς εὐλαβείας μάρτυρες οἱ τὰ Σικελικὰ συγγράψαντες, οἵ φασιν, ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα. Σημεῖον δέ· Τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι' ἧς φοιτήσειν ἔμελλεν ὡς αὐτὸν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἵνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα· ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν. Εἶτ' οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνὴν, ἃ μὴ θέμις ὑπ' ἀνδρῶν ὁρᾶσθαι, παρέρχεσθαι. Πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργιλῆς εὖρος καὶ βάθος διακοπῆναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐπικρύπτηται, ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν ἔμελλε διελέγχεσθαι. Πόσων ἄρα κακῶν ὁ ταῦτα παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικὸς, ᾗ πρὸ τῶν ἄλλων ὤφειλε πιστεύειν, μεστὸς ἦν; Ἀλλὰ γὰρ ἐῴκει τοῖς δι' ἀποῤῥῶγος ὄρους, ἐπὶ τῷ τὰς ἐν οὐρανῷ φύσεις ἀριδηλοτέρας κατανοῆσαι, κρημνοβατοῦσιν, οἳ μόλις φθάνοντες ἄχρι προνενευκότος αὐχένος, οὔτ' ἀναχωρεῖν ἔτι δύνανται, πρὸς τὸ λειπόμενον ὕψος ἀπειρηκότες, οὔτε καταβαίνειν θαῤῥοῦσι, πρὸς τὴν ὄψιν τῶν χασμάτων ἰλιγγιῶντες. Ἐρασθεὶς γὰρ, ὡς θείου πράγματος καὶ περιμαχήτου, τυραννίδος, οὔτε μένειν, οὔτε ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε· μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέῤῥει κακὰ ἀμύθητα· βουλομένῳ δ' ἀποδιδράσκειν, ὁ περὶ τοῦ ζῆν ἐπεκρέματο κίνδυνος, ὡπλισμένων, εἰ καὶ μὴ τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ' αὐτοῦ. Δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα τὸν τῶν τυράννων βίον φασὶ χρήσασθαι Διονύσιον. Καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου δείπνου παρασκευὴν, ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν. Ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ' ἐξαναστῆναι θαῤῥῶν διὰ τὸν τύραννον, οὔτ' ἀπολαῦσαί τινος τῶν παρεσκευασμένων διὰ δέος οἷός τε ὢν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν, ἀνατείνας τὸν αὐχένα καὶ τὰς ὄψεις, ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον. Συνεὶς δ' ὁ Διονύσιος, Ἆρ' ἤδη κατανοεῖς, ἔφη, τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν βίον; Ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν φενακίζειν·
impieties he committed, was met by the worse misery of his life as paymaster; and add further how he was punished by the Great King, and was impaled, fulfilling an oracle: I know—I yielded myself—that not long ago I seemed to behold myself being anointed by the sun, and washed by Zeus. For these enigmatic utterances through symbols, obscure of old, received most manifest confirmation through the deeds. Yet not only at the end, but throughout his whole life from the beginning he had, unawares, been hanging in his soul before his body. For ever fearing and trembling before the multitude of assailants, he cowered in terror, knowing full well that no one was well-disposed, while all were enemies implacable in misfortune. Witnesses of this endless and continual anxiety are the writers of Sicilian history, who say that he held in suspicion even the wife most pleasing to his heart. And here is a proof: the entrance into the bedchamber through which she was to come to him he ordered to be floored with planks, lest she should ever creep in unnoticed, and so that by the noise and clatter of her tread she might give prior warning of her arrival; and next, that she should pass in not merely unclad, but naked in all the parts which it is unlawful for men to see; and besides this, that the continuous ground along the way should be cut across to the width and depth of a farm trench, out of fear lest anything for a plot be secretly concealed, which was bound to be betrayed either by leaps or by long strides. How many evils, then, was he full of who watched and contrived such things against a wife whom he ought to have trusted before all others? Indeed, he resembled men climbing cliffs up a sheer mountain in order to observe more clearly the natures in heaven, who, barely reaching an overhanging ridge, can neither advance any further, exhausted before the remaining height, nor dare to come down, growing dizzy at the sight of the chasms. For having fallen in love with tyranny as though it were a divine and enviable thing, he supposed it safe neither to remain nor to run away; for while he remained, untold evils poured upon him one after another, and if he wished to run away, danger to his life hung over him from men armed against him, if not in their bodies, yet certainly in their minds. This is shown also by the deed which they say Dionysius employed towards the man who pronounced the life of tyrants happy. For having invited him to the display of a most splendid and sumptuous banquet, he ordered a sharpened axe to be suspended above him by a very fine thread. When, after reclining, he suddenly saw it, neither daring to rise up because of the tyrant, nor able out of fear to enjoy any of the things prepared, disregarding the abundant and rich pleasures, stretching upward his neck and his eyes, he awaited intently his own destruction. Perceiving this, Dionysius said: Do you now understand our celebrated and enviable life? For such it is, unless one should wish to cheat himself;
Notes, col. 661

On the reading

Printed ἠσέβηπε, for ἠσέβησε.

Printed ἐμαυτόν,, for ἐμαυτὸν,.

Printed γεωργιλῆς, for γεωργικῆς.

PG 21:664Read from the page
ἐπειδὴ περιέχει παμπληθεῖς μὲν χορηγίας, ἀπόλαυσιν δ' οὐδενὸς χρηστοῦ· φόβους δ' ἐπαλλήλους, καὶ κινδύνους ἀνηκέστους, καὶ νόσον ἑρπηνώδους καὶ φθινώδους χαλεπωτέραν, ἀθεράπευτον ἀεὶ φέρουσαν ὄλεθρον. Οἱ δὲ πολλοὶ τῶν ἀνεξετάστων, ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώμενοι, ταὐτὸν πεπόνθασι τοῖς ἀγκιστρευομένοις ὑπὸ τῶν εἰδεχθῶν ἑταιριδίων, ἃ τὴν δυσμορφίαν ἐσθῆτι καὶ χρυσῷ, καὶ ταῖς τῆς ὄψεως ὑπογραφαῖς ἐπισκιάζοντα, γνησίου κάλλους ἀπορίᾳ, νόθον ἐπ' ἐνέδρᾳ τῶν θεωμένων δημιουργεῖ. Τοιαύτης γέμουσι βαρυδαιμονίας οἱ λίαν εὐτυχεῖς, ἧς τὰς ὑπερβολὰς αὐτοὶ δικάσαντες παρ' ἑαυτοῖς οὐ στέγουσιν. Ἀλλ' ὥσπερ οἱ τὰ ἄῤῥητα ὑπ' ἀνάγκης ἐκλαλοῦντες, ἀφιᾶσι τὰς ἐκ πάθους ἀψευδεστάτας φωνὰς, ἐπὶ συνουσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκωμένων ζῶντες, καθάπερ τῶν θρεμμάτων τὰ πρὸς ἱερουργίαν πιαινόμενα. Καὶ γὰρ ταῦτα τῆς πλείστης ἐπιμελείας ἐπὶ τῷ σφαγῆναι τυγχάνει διὰ πολύκρεων εὐωχίαν. Εἰσὶ δ' οἳ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδήλους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη καταλέγεσθαι περιττὸς πόνος· ἀπόχρη δ' ἓν ἔργον παράδειγμα πάντων ἑστάναι. Λέγεται τοίνυν ὑπὸ τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον τὸν ἐν Φωκίδι, νόμου κειμένου, τὸν ἱερόσυλον κατακρημνίζεσθαι, ἢ καταποντοῦσθαι, ἢ καταπίμπρασθαι· τρεῖς συλήσαντας τὸ ἐν Δελφοῖς ἱερὸν, Φιλόμηλον, καὶ Ὀνόμαρχον, καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας· τὸν μὲν γὰρ διὰ λόφου τραχέως καὶ λιθώδους ῥαγείσης πέτρας κατακρημνησθῆναί τε καὶ καταλευσθῆναι· τὸν δὲ, ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου, καὶ μέχρι θαλάσσης καταβάντος, ἐπιδραμόντος τοῦ πελάγους, εἰς ἀχανῆ βυθὸν αὐτῷ ζώῳ καταδῦναι· Φάϋλλον δὲ φθινώδει νόσῳ (διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος) συντακῆναι, ἢ ἐν τῷ ἐν Ἄβαις ἱερῷ συνεμπρησθέντα ἀπολέσθαι. Ταῦτα γὰρ φιλονεικότατον λέγειν ἀποβῆναι κατὰ τύχην. Εἰ μὲν γάρ τινες, ἢ ἐν διαφέρουσι καιροῖς, ἢ ἑτέραις ἐκολάσθησαν τιμωρίαις, εἰκὸς ἦν τὸ ἄστατον τῆς τύχης προφασίζεσθαι· πάντων δ' ἀθρόως, καὶ ὑφ' ἕνα καιρὸν, καὶ μὴ ἑτέραις τιμωρίαις, ἀλλὰ ταῖς περιεχομέναις ἐν τοῖς νόμοις κολασθέντων, εὔλογον φάσκειν, ὅτι Θεοῦ δικάσαντος ἐλάσαν. Εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων, καὶ τοῖς πλήθεσιν ἐπαναστάντων, καὶ δουλωσαμένων οὐ μόνον δήμους ἑτέρους, ἀλλὰ καὶ πατρίδας τὰς ἑαυτῶν, ἀτιμώρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν. Πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ Θεός· διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ, ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητὶ, καθάπερ ἐν ἡλίῳ, λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπίσχων μὲν τὰ περίαπτα, οἷς ἐγκεκάλυπται, γυμνὰ δὲ περιαθρῶν
since it contains abundant supplies indeed, yet enjoyment of nothing good; successive fears, and irremediable dangers, and a disease more grievous than creeping ulcer and consumption, bringing ever incurable destruction. Yet the mass of uninquiring men, deceived by its brilliant outward show, suffer the very same thing as those hooked by hideous little courtesans, who, shading over their ugliness with raiment and gold and pencillings of the eyes, for want of genuine beauty fashion a counterfeit one as a snare for beholders. With such misery are the overly prosperous filled, the excesses of which, having judged them for themselves, they cannot keep hidden within them; but like men blurting out unutterable things under compulsion, they utter voices most truthful wrung from suffering, living in the company of punishments both present and expected, just like cattle fattened for sacrifice. For these too receive the greatest care in order to be slaughtered for a feast rich in flesh. And there are some who even in the matter of impious wealth have paid penalties not obscure, but manifest, to recount the multitudes of whom would be superfluous labour; it suffices for one deed to stand as an example of all. It is related, accordingly, by those who have written the history of the Sacred War in Phocis, that whereas a law stood enacted that the temple-robber should be cast down a precipice, or drowned in the sea, or burned with fire, three men who plundered the sanctuary at Delphi—Philomelus, Onomarchus, and Phayllus—shared the punishments among them: for the one, over a rugged and stony ridge, when a rock broke away, was both hurled down the cliff and crushed with stones; the second, when the horse carrying him bolted and ran down as far as the sea, as the surge rushed in, sank into a yawning depth together with the beast itself; while Phayllus wasted away with a consumptive disease (for the account concerning him is twofold), or perished burned together with the temple at Abae. Now to say that these things turned out by chance is most contentious. For if only some of them, either at different times or by other punishments, had been chastised, it would have been plausible to allege the instability of fortune; but when all of them together, and at one time, were punished not by other punishments, but by the very ones contained in the laws, it is reasonable to affirm that they were convicted by God's passing judgement. And if some of the violent men left behind, who rose up against the multitudes and enslaved not only other peoples, but also their own fatherlands, have remained unpunished, it is nothing wonderful. For in the first place, man and God do not judge alike; because we examine what is manifest, whereas He, entering noiselessly even to the recesses of the soul, illumines the understanding brightly as though in sunlight, stripping off the trappings wherewith it has been wrapped, and surveying naked
Notes, col. 664

On the reading

Printed τραχέως, for τραχέος.

Printed κατακρημνησθῆναί, for κατακρημνισθῆναί.

Printed ἐλάσαν, for ἑάλωσαν.

PG 21:665Read from the page
τὰ βουλήματα, καὶ διαγινώσκων εὐθὺς τά τε παράσημα καὶ δόκιμα. Μηδέποτ' οὖν, τὸ οἰκεῖον δικαστήριον τοῦ θείου προκρίναντες, ἀψευδέστερον αὐτὸ καὶ εὐβουλότερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. Ἐν ᾧ μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλαὶ αἰσθήσεις, πάθη ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμός· ἐν ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ' ἐξαπάτῃ, δικαιότης δὲ καὶ ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς ἐξορθοῦσθαι πέφυκεν. Ἔπειτ', ὦ γενναῖε, μὴ νομίσῃς ἀλυσιτελὲς ἐπίκαιρον εἶναι τυραννίδα. Οὐδὲ γὰρ ἡ κόλασις ἀλυσιτελές· ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς ἢ ὠφελιμώτερον, ἢ οὐκ ἀποδέον· οὗ χάριν ἐν ἅπασι μὲν τοῖς ὀρθῶς γραφεῖσι παρείληπται νόμοις· οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται. Ὅπερ γὰρ ἐν δήμῳ τύραννος, τοῦτ' ἐν νόμῳ κόλασις. Ἐπειδὰν οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς πόλεις ἀρετῆς, ἀφθονία δ' ἀφροσύνης ἐπιπολάσῃ, τηνικαῦτα ὁ Θεὸς, ὥσπερ ῥεῦμα χειμάῤῥου, τὴν φορὰν τῆς κακίας ἀποχετεῦσαι γλιχόμενος, ἵνα καθάρῃ τὸ γένος ἡμῶν, ἰσχὺν καὶ κράτος δίδωσι τοῖς τὰς φύσεις ἀρχικοῖς. Ὠμῆς γὰρ δίχα ψυχῆς οὐ καθαίρεται κακία. Καὶ ὅνπερ τρόπον αἱ πόλεις ἐπ' ἀνδροφόνοις, καὶ προδόταις, καὶ θεοσύλοις δημίους ἀνατρέφουσιν, οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν, ἀλλὰ τὸ τῆς ὑπηρεσίας χρήσιμον ἐξετάζουσαι· τὸν αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ κόσμου κηδεμὼν οἷα δημίους κοινοὺς ἐφίστησι τοὺς τυράννους ταῖς πόλεσιν, ἐν αἷς ἂν αἴσθηται βίαν, ἀδικίαν, ἀσέβειαν, τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως ἤδη ποτὲ στάντα λωφήσῃ. Τηνικαῦτα καὶ τοὺς αἰτίους, ὡς ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς ὑπηρετήσαντας, ἐφ' ἅπασιν, ὥσπερ τινὰς κορυφαίους, ἀξιοῖ μετέρχεσθαι. Καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις, ὅταν παραβληθεῖσαν ὕλην ἀναλώσῃ, τελευταῖον αὑτὴν ἐπινέμεται· τοῦτον τὸν τρόπον καὶ οἱ ἐπὶ τοῖς πλήθεσι δυναστείας εἰληφότες, ὅταν, δαπανήσαντες τὰς πόλεις, κενὰς ἀνδρῶν ἐργάσωνται, τὰς ὑπὲρ ἁπάντων τίνοντες δίκας ἐπιδιαφθείρονται. Καὶ τί θαυμάζομεν εἰ διὰ τυράννων ὁ Θεὸς κακίαν ἀναχυθεῖσαν ἐν πόλεσι, καὶ χώραις, καὶ ἔθνεσιν ἀποδιοπομπεῖται; πολλάκις γὰρ μὴ χρώμενος ὑπηρέταις ἄλλοις, αὐτὸς δι' ἑαυτοῦ τοῦτ' ἐργάζεται, λιμὸν ἐπάγων, ἢ λοιμὸν, ἢ σεισμὸν, καὶ ὅσα ἄλλα θεήλατα, οἷς ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι καθ' ἑκάστην ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης ἐρημοῦται, διὰ προμήθειαν ἀρετῆς. Ἱκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται· δι' ὧν μάλιστα παρίσταται τὸ εἶναι Πρόνοιαν. Εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ' ὑποικουροῦντα ἐνδοιασμὸν εἰπὲ θαῤῥῶν· ἀμφότεροι γὰρ ᾗ τἀληθὲς ἔχει συνδιαπονήσαντες εἰσόμεθα. » Καὶ μεθ' ἕτερα πάλιν φησίν· « Ἀνέμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν πλεόντων, ὡς ἐνόμιζες,
its purposes, and distinguishing straightway both the counterfeit and the genuine. Let us never, therefore, preferring our own tribunal to the divine, say that it is more unerring and wiser in counsel; for that is not pious. For in the one there are many things that cause error—deceitful senses, treacherous passions, the heaviest siege-work of vices—whereas in the other there is nothing that makes for deceit, but justice and truth, whereby each thing, when adjudicated, is naturally set right in praiseworthy fashion. Next, my noble friend, do not suppose that timely tyranny is unprofitable. For neither is chastisement unprofitable; rather, the paying of penalties is for the good either more beneficial, or does not fall short; for the sake of which it has been included in all rightly written laws, and those who wrote them are praised by all. For what a tyrant is in a people, that chastisement is in a law. Whenever, therefore, a lack and dire scarcity of virtue overtakes cities, and an abundance of folly overflows on the surface, then God, eager to drain off the rushing stream of wickedness like the current of a winter torrent, so that He may cleanse our race, gives strength and might to those who are masterful by nature. For without a stern soul wickedness is not cleansed away. And just as cities maintain public executioners against manslayers and traitors and temple-robbers, not approving the disposition of the men, but looking to the usefulness of their service; in the same way the Guardian also of the great city of this world sets up tyrants like public executioners over the cities in which He perceives violence, injustice, impiety, and all other evils flooding over, so that at length they may be stayed and abate. Then at last the guilty agents themselves also, as having rendered their service out of an impure and pitiless soul, He thinks fit to visit with punishment after them all, like ringleaders. For just as the power of fire, when it has consumed the fuel cast beside it, last of all feeds upon itself; in this way those also who have seized despotic powers over the multitudes, when they have exhausted the cities and made them empty of men, perish upon the ruin, paying the penalties on behalf of all. And why do we wonder if through tyrants God purges away wickedness poured forth in cities and countries and nations? For oftentimes, without using other ministers, He Himself works this through Himself, bringing on famine, or pestilence, or earthquake, and all other god-sent visitations, whereby great and populous throngs perish every day, and a large portion of the inhabited earth is laid waste, out of forethought for virtue. Sufficiently, then, for the present at least, it has been spoken, as I think, to show that none of the base is happy; whereby above all it is established that Providence exists. But if you are not yet persuaded, speak boldly the doubt still lurking within; for by labouring through it together we shall both know how the truth stands." And after other matters he says again: "Rushes of winds and rains, not for the harm of sailors, as you supposed,
PG 21:668Read from the page
ἢ γεωργούντων, ἀλλ' ἐπ' ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ Θεὸς ἐργάζεται. Ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ' ὑπὸ σελήνην ἅπαντα χῶρον πνεύμασιν· ἀμφοτέροις δὲ ζῶα καὶ φυτὰ τρέφει, καὶ αὔξει, καὶ τελειοῖ. Εἰ δὲ τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεωπόνους ἔστιν ὅτε βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ' ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους. Ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ' ὠφελείᾳ, πολλάκις δ' ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι' ἧς ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων· οὕτω καὶ ὁ Θεὸς, οἷα πόλεως, τοῦ παντὸς ἐπιμελούμενος κόσμου, θέρη χειμαίνοντα, καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῇ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τούτων ἀνωμαλίαις ζημιοῦσθαι. Τὰς οὖν τῶν στοιχείων εἰς ἄλληλα μεταβολὰς, ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς ἀναγκαιότατον ἔργον, ἀκωλύτους παρέχεται· πάχναι δὲ καὶ χιόνες, καὶ ὅσα ὁμοιότροπα, ἀέρος ἐπακολουθεῖ καταψύξει, καὶ πάλιν προσαράξει καὶ παρατρίψει νεφῶν ἀστραπαί τε καὶ βρονταί. Ὧν οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ' ὑετοὶ καὶ πνεύματα, ζωῆς καὶ τροφῆς καὶ αὐξήσεως τοῖς περὶ γῆν αἴτια, ὧν ταῦτα ἐπακολουθήματα. Οἷα, γυμνασιάρχου φιλοτιμίαις πολλάκις ἀνειμένας ποιουμένου δαπάνας, ἀνθ' ὕδατος ἐλαίῳ καταιονώμενοί τινες τῶν ἀπειροκάλων, εἰς τοῦδαφος ῥανίδας ἀποστάζουσιν· ὁ δ' ὀλισθηρότατος αὐτίκα γίνεται πηλός· ἀλλ' οὐκ ἄν τις εὖ φρονῶν εἴποι, τὸν πηλὸν καὶ τὸν ὄλισθον προμηθείᾳ τοῦ γυμνασιάρχου γεγονέναι, παρηκολουθηκέναι δὲ ἄλλως τῇ ἀφθονίᾳ τῶν χορηγιῶν ταῦτα. Ἶρις δὲ καὶ ἅλως, καὶ ὅσα ὁμοιότροπα, πάλιν ἐστὶν αὐτῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθήματα, οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ' ἐπισυμβαίνοντα ἔργοις· οὐ μὴν ἀλλὰ παρέχει τινὰ καὶ ταῦτα χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνεμίας γὰρ καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας ἀπὸ τούτων τεκμαιρόμενοι προλέγουσι. Τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενεύκασιν, ὑπὲρ τοῦ τοὺς ἐμπεριπατοῦντας χειμῶνος μὲν ἀλεαίνεσθαι, θέρους δὲ καταπνεῖσθαι. Παρακολουθεῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. Τί δὲ τοῦτ' ἐστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι σκιαὶ, τῇ ἡμετέρᾳ πείρᾳ διασημαίνουσι τὰς ὥρας. Καὶ μὲν δὲ τὸ πῦρ φύσεως ἀναγκαιότατον ἔργον· ἐπακολούθημα δὲ τούτου καπνός· ἀλλ' ὅμως παρέχεταί τινα ὠφέλειαν
or husbandmen, rather God works this for the benefit of our whole race. For with waters He cleanses the earth, and with winds all the space beneath the moon; and by both He nourishes living creatures and plants, and makes them grow, and brings them to perfection. And if at times He harms mariners or husbandmen who act out of season, it is nothing wonderful; for these are a small part, whereas His care is for the whole race of men. Just as, then, the oil for anointing in the gymnasium is set out for benefit, yet often the gymnasiarch, on account of civic needs, has altered the order of the customary hour, whereby some of those who anoint themselves have come too late; so too God, caring for the whole world as for a city, is accustomed to make stormy summers and spring-like winters for the benefit of the whole, even if certain shipmasters or tillers of the earth should suffer loss through their irregularities. Knowing, therefore, the mutual changes of the elements, out of which the world was framed and holds together, to be a most necessary work, He supplies them unhindered; while hoar-frosts and snows, and all things of like kind, follow upon the chilling of the air, and again lightnings and thunders follow upon the dashing together and friction of clouds. None of these, perhaps, is by primary providence; rather, rains and winds are causes of life and nourishment and growth for the things upon earth, and these are consequences of them. Just as, when a gymnasiarch through lavishness often makes unstinted outlays, certain vulgar fellows, drenching themselves with oil instead of water, drip drops upon the ground, and straightway most slippery mud arises; yet no one of sound mind would say that the mud and the slipperiness came about by the forethought of the gymnasiarch, but rather that these followed incidentally upon the abundance of the supplies. Again, the rainbow and the halo, and all things of like kind, are consequences when those things are mingled with the clouds, not primary works of nature, but things supervening upon natural works; nevertheless even these afford a certain necessary use to the more prudent, for judging from them they foretell calms and winds, fair weather and storms. Do you not see the colonnades throughout the city? Most of these face towards the south, so that those walking in them may be warmed in winter and cooled by the breeze in summer. Yet something else also attends upon this, which does not arise by the intention of the builder. And what is this? The shadows falling from our feet mark out the hours for our experience. And indeed fire is a most necessary work of nature, and smoke is a consequence of it; yet nevertheless it too affords a certain benefit
Notes, col. 668

On the reading

Printed δὲ, for δὴ.