τούσαις τῇ τοῦ τρόπου μοχθηρίᾳ προσηγορίαις ὀνομάζει. Τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσεβείας ἐκπεπτωκότα, καὶ κακίας μὲν ἰοῦ, καὶ δυσσεβείας αὐτὸν αὑτῷ δημιουργὸν ὑποστάντα, σκότους δὲ καὶ ἀλογίας ποιητὴν ἐκ τῆς τοῦ φωτὸς αὐθεκουσίου ἀναχωρήσεως γεγονότα, δράκοντα καὶ ὄφιν, μέλανά τε καὶ ἑρπυστικὸν, ἰοῦ θανατηφόρου γεννητικὸν, θῆρά τε ἄγριον, καὶ ἀνθρωποβόρον λέοντα, καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀποκαλεῖν εἴωθεν. Ὑπόθεσιν δ' αὐτῷ φασιν οἱ θεῖοι λόγοι γεγονέναι τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν, ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν διηγούμενοι· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῗ ἀνατέλλων; Συνετρίβη ἐπὶ γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Καὶ πάλιν· «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα.» Καὶ αὖθις· «Σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγεννήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι,» καὶ τὰ ἑξῆς. Οἷς ἐπιλέγει· «Ἐν ὄρει ἁγίῳ Θεοῦ ἐγεννήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγεννήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοὶ, ὑψώθη ἡ καρδία σου, ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους· διὰ πλῆθος ἁμαρτιῶν σου, ἐπὶ τὴν γῆν ἔῤῥιψά σε.» Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν, καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι' οἰκείαν μεγαλαυχίαν, καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν. Μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τούτῳ, τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν, τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως, ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς, τῆς τε ἐν τοῖς βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς χοροῖς διατριβῆς, τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον, κρίσει δικαίᾳ, καὶ ἀποφάσει τοῦ μεγάλου Θεοῦ Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ' ἡμῖν, τὸ δ' ὑπὸ τῶν θείων λογίων δηλούμενον, ἀντικατηλλάξατο. Ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα, καταλειφθὲν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ' οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε. Τέθειται δὲ καὶ τούτοις ἡ θεία Γραφὴ προσφυεῖς τὰς προσηγορίας, γυμνότερον μὲν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ κοσμοκράτορας, καὶ πνευματικὰ πονηρίας ἐπονομάζει συμβολικῶς δὲ, ὅτε τὸν θεοφιλῆ παρορμᾷ μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι' ὧν φησιν· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Δεῖγμα δὲ τούτων
ting appellations for the wickedness of its character [Scripture] names. Him at least who began the fall, and became both to himself and to others the cause of apostasy from the superior ones, as having fallen utterly to the ground from the piety of the more divine beings, and having set himself up for himself as artificer of the venom of malice and of impiety, and having become a maker of darkness and unreason out of his voluntary withdrawal from the light, it is accustomed to call dragon and serpent, black and creeping, generative of death-bearing venom, and wild beast, and man-devouring lion, and again the basilisk among reptiles. And the divine words say that the ground of his falling away was madness of wits and derangement of mind, recounting at once his fall and his insanity in some such way as this: "How has Lucifer, who rises early in the morning, fallen from heaven! He who sends unto all the nations has been crushed to the earth. Yet you said in your mind: Into heaven I will ascend, above the stars of heaven I will set my throne, I will be like the Most High." And again: "Thus says the Lord: Because your heart was lifted up, and you said: I am a god, I have inhabited the dwelling of God." And again: "You are a seal of likeness, and a crown of beauty; in the delight of the paradise of God you were born; every goodly stone you have been bound with," and what follows. To which it adds: "On the holy mountain of God you were born, in the midst of fiery stones you were born; blameless were you in your days, from the day that you were created, until iniquities were found in you; your heart was lifted up upon your beauty, your understanding was corrupted together with your beauty; because of the multitude of your sins, I have cast you to the earth." Through these words, then, we have learned outright the former abode of the one signified together with the more divine powers, and his falling away from the superior ones through his own boastfulness and fighting against God. And there is an innumerable other race under him, guilty of like offences, which for the sake of its impiety, having fallen away from the lot of the pious, in exchange for its bright-shining and more divine raiment of old, and its honour in the royal courts and its abode among blessed and angelic choirs, received instead—by righteous judgement and sentence of the great God—to inhabit Tartarus, the place fitting for the impious, which the divine words call the abyss, and darkness—not that among us, but that signified by the divine oracles. Of whom a certain brief and small fragment, left behind around the earth and the sublunary air for the sake of a training-ground for the athletes of piety, has become a joint cause of the polytheistic error among men, which differs in nothing from godlessness. And to these also divine Scripture has given fitting appellations—more plainly, when it names them wicked spirits and demons, principalities too and authorities, and world-rulers, and spiritual [hosts] of wickedness, and symbolically, when it urges the God-loving man to stand in no dread of the throng of hostile demons, through the words in which it says: "Upon asp and basilisk you will tread, and you will trample down lion and dragon." And a proof of their