ἐφικτὸν ἐμπαρέχειν· ὧν τὰ τέλεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ' ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ Υἱοῦ τὰ περὶ τοῦ Πατρὸς ἐπικομιζομένῳ, δεδωρῆσθαι. Ἔνθεν οἱ πάντες Ἑβραίων θεολόγοι, μετὰ τὸν ἐπὶ πάντων Θεὸν, καὶ μετὰ τὴν πρωτότοκον αὐτοῦ σοφίαν, τὴν τρίτην καὶ ἁγίαν δύναμιν, ἅγιον Πνεῦμα προσειπόντες, ἀποθειάζουσιν, ὑφ' οὗ καὶ ἐφωτίζοντο θεοφορούμενοι. Ἐξῆς δὲ οὐρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, ἀστέρα φασὶν ἀστέρος διαφέρειν ἐν δόξῃ. Θνητῇ μὲν οὖν φύσει οὐκ ἔστιν ἀριθμὸν ἄστρων δυνατὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα Θεὸν τὰ Ἑβραίων φασὶ λόγια, καὶ τῆς κατ' οὐρανὸν στρατιᾶς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἀγνοεῖν· διὸ παρ' αὐτοῖς λέγεσθαι· «Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν ἀσωμάτοις δυνάμεσιν ἐπινοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος διαφορὰ τυγχάνει, ἀναρίθμητά τε φῦλα καὶ γένη, ἀλλ' οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ. Διὸ καὶ τὸ καταληπτὸν αὐτῶν μόνῳ τῷ Θεῷ παριστάς τις θεολόγων φησί· «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ·» διὰ μὲν τοῦ ἀριθμοῦ δηλῶν τὸ τῷ Θεῷ καταληπτὸν αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ' ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ' ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία. Ἄλλος δέ τις προφήτης, περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν, ὧδέ πως τὸν ποιητὴν τῶν ἁπάντων θεολογεῖ, φάσκων· «Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Μή τοι νομίσῃς τοῦ παρ' ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα, μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων, ἀλλ' οἷόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν Θεὸν, ἀσώματον μὲν, καὶ ἄϋλον, καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν, καὶ πάντα λόγον ὄντα τὴν φύσιν· τροπικώτερον δὲ καὶ πνεῦμα, καὶ πῦρ, καὶ φῶς, καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζόμενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους, καὶ πνεύματα, καὶ θείας δυνάμεις, καὶ στρατιὰς οὐρανίους, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους, καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας, τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ Θεοῦ λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν τὸν τῆς δικαιοσύνης φασὶν ἥλιον, καὶ τὸ τούτου σύζυγον ἅγιον Πνεῦμα. Τὰ δὲ πάντα ἀθρόως αὐτῷ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, νοερά τε ζῶα καὶ λογικὰ, σὺν καὶ τοῖς κατ' οὐρανὸν φαινομένοις, οὐρανόν τε αὐτὸν, καὶ ὅσα ἔνδον οὗτος ἐν αὑτῷ περιλαβὼν ἔχει, μόνῳ τῷ ἐπὶ πάντων Θεῷ τῷ διὰ πάντων καὶ ἐν πᾶσι παμβασιλεῖ, καὶ πανηγεμόνι, καὶ αἰτίῳ τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων, ποιητῇ τε καὶ φροντιστῇ, καὶ σωτῆρι, τὸν πρέποντα ὕμνον καὶ τὴν προσήκουσαν θεολογίαν, ἡ θεία καὶ προφητικὴ Γραφὴ νέμειν πα-
attainable to supply; of which things the perfect and supremely holy ones have been bestowed upon the third from Himself, who is ruler and leader of those that come after, receiving through the Son the things concerning the Father. Hence all the theologians of the Hebrews, after the God over all, and after His firstborn wisdom, addressing the third and holy power as Holy Spirit, reckon it divine, by which also they were illuminated when inspired by God. Next after heaven, and sun, and moon, they say that star differs from star in glory. Now for mortal nature it is not possible to find the number of the stars, yet nevertheless the oracles of the Hebrews say that God the universal King is not ignorant either of the multitudes or of the appellations of the host in heaven; wherefore among them it is said: "He Who numbers the multitudes of stars, and calls them all by names." Thus indeed after the first ones, among the stars conceived in bodiless powers, excelling both in power and in essence of intellectual light, there happens to be a great difference, inconceivable to us, and innumerable tribes and kinds, yet not so also to the Maker of all things. Wherefore also one of the theologians, presenting their comprehensibility to God alone, says: "Ten thousand ten thousands ministered to Him, and a thousand thousands stood before Him;" signifying through the number their comprehensibility to God, and through the quantity their infinity to us; on account of which we too are accustomed by emphasis of hyperbole to call things many and infinite "myriads." And another prophet, recounting concerning their essence, speaks theologically after some such manner of the Maker of all things, saying: "O Lord my God, how exceedingly Thou hast been magnified, Thou hast clothed Thyself with thanksgiving and majesty, wrapping Thyself in light as a garment, stretching out the heaven like a curtain; Who makes His angels spirits, and His ministers a flame of fire." Do not indeed suppose that the beings signified partake of the essence of the mortal and earthly fire among us, nor yet of the blasts of air from irrational nature; rather, just as they also name God Himself—Who is bodiless indeed, and immaterial, and self-intellect, or rather above intellect and all reason by nature, yet more figuratively named spirit, and fire, and light, and by certain other appellations suited to mortal ears—so indeed the words of God, having addressed the intellectual and rational essences as angels and archangels, and spirits, and divine powers, and heavenly hosts, principalities too and authorities, and thrones, and lordships, as it were myriads upon myriads of stars and luminaries, say that the Sun of righteousness and its consort the Holy Spirit rule and preside over all. And all things together with the Son Himself and the Holy Spirit, both intellectual and rational living beings, along also with the things visible in heaven, and heaven itself, and whatsoever things this encompasses and holds within itself, to the only God over all, the universal King through all and in all, and universal Ruler, and Cause of all things, as Artificer of all, both Maker and Provider, and Saviour, the fitting hymn and the due theology the divine and prophetic Scripture to render ex-