Migne Reading Room

PG 21 · cols. 264–273 · Read from the page

Preparation for the Gospel, Book IV

Preparation for the Gospel, Book IV

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:264Read from the page
τὸς προστίθησι καὶ ταῦτα· « Ὧν δὴ τοῦτον ἐχόντων τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας. χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις. » Καὶ ἐπιλέγει· « Καὶ μὴν θύειν δεῖ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι χρὴ πᾶσι. Εἰ δὲ λέγοι τις, ὅτι οὐχ ἧττον τῶν καρπῶν καὶ τὰ ζῶα ἡμῖν εἰς χρῆσιν ὁ Θεὸς δέδωκεν· ἀλλ' οὖν γε ἐπιθυομένων τῶν ζώων φέρει τινὰ βλάβην αὐτοῖς, ἅτε τῆς ψυχῆς νοσφιζομένων. Οὐ θυτέον οὖν ταῦτα· ἡ γὰρ θυσία ὁσία τίς ἐστι καὶ κατὰ τοὔνομα· ὅσιος δὲ οὐδεὶς, ὃς ἐκ τῶν ἀλλοτρίων ἀποδίδωσι χάριτας, κἂν καρποὺς λάβῃ, κἂν φυτὰ, μὴ ἐθέλοντος. Πῶς γὰρ ὅσιον, ἀδικουμένων τῶν ἀφαιρεθέντων; Εἰ δὲ οὐδὲ καρπῶν ὁ ἁψάμενος ἀλλοτρίων ὁσίως οὐ θύει, τά γε τούτων τιμιώτατα παντελῶς οὐχ ὅσιον ἀφαιρουμένους τινῶν θύειν· τὸ γὰρ δεινὸν αὐτὸ γίνεται μεῖζον. Ἡ ψυχὴ δὲ πολλῷ τιμιώτερον τῶν ἐκ γῆς φυομένων, ἣν ἀφαιρεῖσθαι θύοντα ζῶα οὐ προσῆκε.» Καὶ ἐπιλέγει· « Ἀφεκτέον ἄρα τῶν ζώων ἐν ταῖς θυσίαις· » καὶ πάλιν φησί· «Τὸ τοίνυν μήθ' ὅσιον, μήτ' εὐδάπανον οὐ θυτέον.» Καὶ ἑξῆς· «Ὥστε καὶ τῶν ζώων εἰ ἀπαρκτέον αὐτὰ θεοῖς, τινὸς ἕνεκα θυτέον· καὶ γὰρ ἃ θύομεν, τούτων τινὸς ἕνεκα θύομεν. Ἆρ' οὖν τιμῆς ἡγήσαιτ' ἄν τις τυγχάνειν ἡμῶν, ἢ Θεὸς, ὅταν ἀδικοῦντες εὐθὺς διὰ τῆς ἀπαρχῆς φαινόμεθα, ἢ μᾶλλον ἀτιμίαν οἰήσαιτ' ἂν τὸ τοιοῦτο δρᾷν; Ἐν τῷ δέ γε θύειν ἀναιροῦντες τὰ μηδὲν ἀδικοῦντα τῶν ζώων ἀδικεῖν ὁμολογοῦμεν. Ὥστε τιμῆς μὲν ἕνεκα οὐ θυτέον τῶν λοιπῶν ζώων οὐδέν· οὐ μὴν οὐδὲ τῶν εὐεργεσιῶν αὐτοῖς χάριν ἀποδιδόντας. Ὁ γὰρ τὴν δικαίαν ἀμοιβὴν τῆς εὐεργεσίας καὶ τῆς εὐποιίας τὸ ἀντάξιον ἀποδιδοὺς οὐκ ἐκ τοῦ κακῶς τινα δρᾷν ὀφείλει ταῦτα παρέχειν· οὐδὲν γὰρ μᾶλλον ἀμείβεσθαι δόξει, ἢ κἂν εἰ τὰ τοῦ πέλας ἁρπάσας τις στεφανοίη τινὰς ὡς χάριν ἀποδιδοὺς καὶ τιμήν. Ἀλλ' οὐδὲ χάριν τινὸς ἕνεκα τῶν ἀγαθῶν· ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὖ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. Ὥστε οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς τὰ ζῶα· καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων· τὸν δὲ Θεὸν ἀμήχανον καὶ λαθεῖν. Εἰ τοίνυν θυτεον μὲν
self adds these things also: « Since indeed these things are in this way, reasonably does Theophrastus forbid those who truly wish to be pious to sacrifice animate creatures, using also other such reasons as these. » And he adds: « Moreover, one must sacrifice those things by sacrificing which we shall harm no one; for nothing ought so much as the sacrificial victim to be harmless to all. And if someone should say that no less than the fruits God has given us the animals also for use, yet at all events when the animals are sacrificed it brings some harm to them, inasmuch as they are deprived of their soul. These, therefore, must not be sacrificed; for sacrifice is a certain holiness even according to the name; and no one is holy who renders thanks out of what belongs to others, even if he take fruits, even if plants, when [the owner] is unwilling. For how is it holy, when those from whom they are taken away are wronged? And if not even he who touches another's fruits sacrifices holily, it is altogether unholy to take away from some the things most precious of these and sacrifice them; for the outrage itself becomes greater. Now the soul is a far more precious thing than the things that grow out of the earth, which it was not fitting to take away by sacrificing animals.» And he adds: « One must abstain, then, from animals in sacrifices; » and again he says: «That, therefore, which is neither holy nor of easy expense must not be sacrificed.» And next: «So that with animals also, if one must offer them as first-fruits to gods, for the sake of something must they be sacrificed; for indeed the things that we sacrifice, we sacrifice for the sake of some one of these. Would then anyone, or God, deem that he receives honour from us when we straightway appear to be doing wrong through the first-fruits offering, or would he rather think that doing such a thing is a dishonour? Yet in sacrificing, by slaying those of the animals that do no wrong, we confess that we do wrong. So for the sake of honour none of the other animals must be sacrificed; nor yet in rendering thanks to them for their benefits. For he who renders the just requital of a benefit and the equivalent of a good deed ought not to furnish these by doing harm to someone; for he will seem no more to requite than even if someone, having seized his neighbour's goods, should crown certain persons as rendering thanks and honour. But neither as a favour for the sake of any of the good things; for he who hunts after being well treated by an unjust deed is suspected of not going to be grateful even when he has been well treated. So neither for a hoped-for benefit are the animals to be sacrificed to the gods; for indeed among men one might perhaps escape the notice of someone in doing this, whereas God it is impossible even to escape. If, therefore, sacrifice is to be offered indeed
Notes, col. 264

On the reading

Printed ἐθέλοντας., for ἐθέλοντας,.

Printed φαινόμεθα, for φαινώμεθα.

Printed θυτεον, for θυτέον.

PG 21:265Read from the page
τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῶα τὸ παράπαν τοῖς θεοῖς. Καὶ πάλιν ἐπιλέγει· « Τοῖς μὲν γὰρ ἡ φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκοντο.
for the sake of some one of these things, yet for the sake of none of these is it to be done, it is clear that the animals are not to be sacrificed at all to the gods. And again he adds: « For with those things being done, both nature and the whole perception of the soul of men were well pleased.
Ταύρων δ' ἀκράτοισι φόνοις οὐ δεύετο βωμὸς,
And with unmixed slaughters of bulls no altar was drenched,
Ἀλλὰ μύσος τοῦτ' ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,
But this was the greatest defilement among men,
Θυμὸν ἀποῤῥήσαντας ἐέδμεναι ἠῗα γυῖα. »
Having torn away the life, to eat up the goodly limbs. »
Καὶ μεθ' ἕτερα· « Ὅταν δὲ νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ, καὶ, ὥς φασι, ταῖς τῶν βοῶν καὶ ἄλλων ζώων θοίναις, πότ' ἂν ἑκὼν σωφρονήσειε; πῶς δὲ, κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα, οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῶν, μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν; Πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοὶ, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων, μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρθὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ δίκαιος, καὶ ὅσιος ἔσεται; Θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ, νοῦς καθαρὸς, καὶ ψυχὴ ἀπαθής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δὲ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ· ἐοικέναι γὰρ δὴ τὰς τιμὰς ταῖς ἐπὶ τῶν ἀγαθῶν προεδρίαις, ὑπαναστάσεσί τε καὶ κατακλίσεσιν, οὐ συντάξεων δόσεσι. » Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη, ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα, οὐκ ἀλλότριόν τε μύσους. Οὐκ ἦν ἄρα θεὸς, οὐδέ τις ἀψευδὴς καὶ ἀγαθὸς δαίμων ὁ τὰς δι' αἱμάτων λοιβάς τε καὶ κνίσσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδός· οὐδ' ἐκεῖνοι πάντες, οἷς ὁ χρησμὸς θύειν ζῶα παρεκελεύσατο· πλάνον ἄρα καὶ ἀπατεῶνα, καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον, καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα, καὶ προστάξαντα μὴ μόνον τοῖς χθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ ἀστραίοις ζωοθυτεῖν. Τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκει ἂν ὑπο-
And after other things: « And when a youth learns that gods rejoice in costly outlays, and, as they say, in feasts of oxen and other animals, when would he willingly practise temperance? And how, supposing that in sacrificing these things he offers what is pleasing to the gods, will he think that it is not lawful to wrong them, being about to buy off his sin through the sacrifices? Whereas, once persuaded that the gods have no need of these things, and look towards the character of those who approach, receiving as the greatest sacrifice the right conception concerning both themselves and affairs, how shall he not be temperate and just, and holy? Now to gods the best first-fruits offering is a pure mind and a passionless soul; and it is fitting also to offer moderate first-fruits of other things, yet not perfunctorily, but with all readiness; for honours, indeed, resemble front seats in the case of good men, and risings up and givings of place at table, not payments of assessments. » Clearly indeed through these words, according to the Greeks and their philosophers, it has been acknowledged that nothing animate could reasonably be sacrificed to the gods; for the thing is unholy and unjust and harmful, and not foreign to defilement. Neither a god, then, nor any truthful and good demon was that oracle-giver who a little before was exacting libations of blood and savours of burnt fat; nor all those to whom the oracle exhorted to sacrifice animals; a deceiver, then, and a cheat, and an outright wicked demon must one call him who spoke falsely, and proclaimed as gods those who are not, and commanded to sacrifice animals not only to the earthly ones, but also to the heavenly and starry ones. Whom therefore, if not gods, all those spoken of it would be fitting to sup-
PG 21:268Read from the page
λαμβάνειν, αὐτὸς πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων.
pose, the writer himself will again relate through these words.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὅτι τὰ θυόμενα παρ' αὐτοῖς, δαίμοσιν, ἀλλ' οὐ θεοῖς θύεται.
That the things sacrificed among them are sacrificed to demons, and not to gods.
« Οἶδε δὲ ὁ τῆς εὐσεβείας φροντίζων, ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδὲν, δαίμοσι δὲ, ἀλλ' ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις, καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων. » Καὶ αὖθις ἑξῆς φησιν· « Ὅτι δὲ οὐ θεοῖς, ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυνάμεις καταμαθόντες, τοῦτο πεπίστωται παρ' αὐτῶν τῶν θεολόγων. Καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοὶ, οἱ δὲ ἀγαθοὶ, καὶ οὐκ ἐνοχλήσουσιν ἡμῖν.» Ταῦτα μὲν ὁ δεδηλωμένος. Ἐπεὶ δὲ τῶν δαιμόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναι, φέρε, πῶς ἴδωμεν, ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες, φαῦλοι δὲ οἱ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἁλίσκονται; Λάβοις δ' ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε. Τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. Εἰ δὲ φανεῖεν οἱ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοημένοι, καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος, καὶ ὁ Ζεὺς, Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἱ παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις, καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζώων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι· τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας; Εἰ γὰρ ἡ διὰ τῶν ζώων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη, μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος, καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσι, καὶ διά γε ταῦτα πάντα θεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν τῶν ἀνθρώπων σφαγήν; ἢ παντὸς αὕτη γένοιτ' ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη. Πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής; Φέρε οὖν ἐλέγξωμεν καὶ ἀποδείξωμεν, ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. Λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ χρόνους, φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας. Οἷς οὐχ ἡμεῖς, ἀλλ' αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἱ φωναὶ διαῤῥήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν, ὥστε ἤδη τοὺς
« And he who cares for piety knows that to gods indeed nothing animate is sacrificed, whereas to demons [it is], whether good ones or even bad ones; and whose part it is to sacrifice to these, even of those who up to a certain point stand in need of them. » And again next he says: « And that not to gods, but to demons, those who had learned the powers in the universe offered the sacrifices through blood, this has been confirmed by the theologians themselves. And indeed that of these some are maleficent, and others good, and will not trouble us.» Thus far the aforesaid writer. Now since he said that of the demons some are good and others bad, come, how may we see that all their reputed gods are convicted of being not even good demons, but bad ones? And you might take the proof of this also thus. What is good benefits, whereas the opposite harms. Now if those proclaimed in every place whether as gods or as demons, those very ones celebrated among them all and worshipped by all the nations, Cronus and Zeus, Hera and Athena and the like, and the unseen powers, and the demons working through the carved images, should appear rejoicing not only in slaughters and sacrifices of irrational animals, but also in manslaughters and human sacrifices, and in this way ruining the souls of wretched men, what worse harm than this could you conceive? For if the sacrifice by means of irrational animals was declared accursed and ill-sacrificed by the philosophers, abominable and unjust and unholy, and not harmless to those who sacrifice, and on account of all these things unworthy of gods, what must one think of the slaughter of men? Or beyond everything would this prove most impious and most unholy. How then could it reasonably be called dear to good demons, and not rather to all-polluted and all-destructive spirits? Come therefore, let us convict and demonstrate how greatly the ruin of polytheistic error prevailed over the life of men before the evangelical teaching of our Saviour. For it was dissolved and overthrown at no other time than about the times of Hadrian, when the teaching of Christ was already shining forth like light over every place. To these things not we, but again the voices of those very men who do not hold our views will bear witness expressly, accusing the times before this of such great wickedness that already the
Notes, col. 268

On the reading

Printed φησιν, for φησίν.

PG 21:269Read from the page
δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύσεως ὅρων χωρεῖν, ὑπὸ τῶν ὀλεθρίων πνευμάτων ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς· ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι, καὶ ἄλλαις μυρίαις ἀνθρωποθυσίαις ἱλεοῦσθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. Καί τις πατὴρ τὸν μονογενῆ παῖδα, καὶ μήτηρ τὴν ἀγαπητὴν θυγατέρα προσέθυον τῷ δαίμονι· καὶ κατέσφαττον οἱ φίλτατοι, ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων, τοὺς προσήκοντας, ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες, καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι τρόπον. Εὕροις δ' οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ καὶ σφᾶς αὐτοὺς τῶν δαιμόνων καθιέρουν θυσίαις. Ἐγὼ δὲ καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν, ὡς ἀνοσίαν καὶ ἀδικωτάτην, ἀπηγόρευσε, ταῦτα φάσκοντα πρὸς ῥῆμα.
superstitious went even beyond the bounds of nature, goaded to frenzy by the destructive spirits and outright possessed by demons, so as to suppose that they propitiated the blood-stained powers even with the blood of their dearest ones and with myriad other human sacrifices. And many a father sacrificed his only-begotten son, and a mother her beloved daughter, to the demon; and the dearest ones slaughtered their kinsfolk like some irrational and alien livestock, and sacrificed to their supposed gods throughout cities and lands their housemates and fellow citizens, having sharpened their humane and sympathetic nature towards pitilessness and inhumanity, and displaying a truly mad and demoniacal manner. Indeed you would find, on examining all history both Greek and barbarian, how some dedicated sons, others daughters, and others even themselves to the sacrifices of the demons. And of these things also I bring forward as witness the same man as before, in the very same books in which he forbade the sacrifice of irrational livestock as unholy and most unjust, saying these things word for word.
ΚΕΦΑΛΛΙΟΝ ΙϚʹ.
Chapter XVI.
Περὶ τῆς παλαιᾶς ἀνθρωποθυσίας, ἐκ τοῦ Πορφυρίου καὶ τῶν ἄλλων.
Concerning the ancient human sacrifice, from Porphyry and the others.
« Καὶ ὅτι ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ πλήρους οὔσης τῆς ἱστορίας λέγομεν, αὐτάρκη καὶ ταῦτα παραστῆσαι. Ἐθύετο γὰρ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ· ὃ δὴ ἐπιπολὺ κρατῆσαν ἔθος μετεβλήθη· ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων, μέχρι τῶν Κρονίων συνεῖχον· ἐνστάσης δὲ τῆς ἑορτῆς, προαγαγόντες τὸν ἄνθρωπον ἔξω πυλῶν, ἀντικρὺ τοῦ Ἀριστοβούλης ἕδους, οἴνου ποτίσαντες ἔσφαττον. Ἐν δὲ τῇ νῦν Σαλαμῖνι, πρότερον δὲ Κορωνείᾳ ὀνομαζομένῃ, μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος τῇ Ἀγραύλῳ τῇ Κέκροπος καὶ νύμφης Ἀγραυλίδος. Καὶ διέμενε τὸ ἔθος ἄχρι τῶν Διομήδους χρόνων· εἶτα μετέβαλεν, ὥστε τῷ Διομήδει τὸν ἄνθρωπον θύεσθαι. Ὑφ' ἕνα δὲ περίβολον ὅ τε τῆς Ἀθηνᾶς νεὼς, καὶ ὁ τῆς Ἀγραύλου καὶ Διομήδους. Ὁ δὲ σφαγιαζόμενος, ὑπὸ τῶν ἐφήβων ἀγόμενος, τρὶς περιέθει τὸν βωμόν· ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιε κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νηθεῖσαν πυρὰν ὡλοκαύτιζον. Τοῦτον δὲ τὸν θεσμὸν Διίφιλος ὁ τῆς Κύπρου βασιλεὺς κατέλυσε, κατὰ τοὺς Σελεύκου χρόνους τοῦ θεολόγου
« And that we say these things not lightly, but since history is full of them, even these instances suffice to establish. For in Rhodes also, on the sixth of the waxing month Metageitnion, a man used to be sacrificed to Cronus; which custom indeed, having prevailed for a long time, was changed; for they kept until the Cronia one of those publicly condemned to death, and when the feast arrived, leading the man forth outside the gates opposite the statue of Aristoboule, after giving him wine to drink they slaughtered him. And in what is now called Salamis, but formerly Coroneia, in the month called Aphrodisius among the Cyprians, a man used to be sacrificed to Agraulos the daughter of Cecrops and the nymph Agraulis. And the custom endured down to the times of Diomedes; then it changed, so that the man was sacrificed to Diomedes. And under one enclosure are both the temple of Athena and that of Agraulos and Diomedes. Now he who was being sacrificed, led by the youths, ran thrice round the altar; then the priest struck him with a spear in the throat, and thus they burnt him whole upon the heaped-up pyre. And this ordinance Diiphilus the king of Cyprus abolished, in the times of Seleucus the theologian
Notes, col. 269

On the reading

Printed ΚΕΦΑΛΛΙΟΝ, for ΚΕΦΑΛΑΙΟΝ.

PG 21:272Read from the page
γενόμενος, τὸ ἔθος εἰς βουθυσίαν μεταστήσας. Προσήκατο δὲ ὁ δαίμων ἀντ' ἀνθρώπου τὸν βοῦν. Οὕτως ἰσάξιόν ἐστι τὸ δρώμενον. Κατέλυσε δὲ καὶ ἐν Ἡλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις, ὡς μαρτυρεῖ Μάνεθως ἐν τῷ περὶ ἀρχαϊσμοῦ καὶ εὐσεβείας. Ἐθύοντο δὲ τῇ Ἥρᾳ, καὶ ἐδοκιμάζοντο καθάπερ οἱ ζητούμενοι καθαροὶ μόσχοι καὶ συσφραγιζόμενοι. Ἐθύοντο δὲ τῆς ἡμέρας τρεῖς, ἀνθ' ὧν κηρίνους ἐκέλευσεν ὁ Ἄμωσις τοὺς ἴσους ἐπιτίθεσθαι. Ἔθυον δὲ καὶ ἐν Χίῳ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες, καὶ ἐν Τενέδῳ, ὥς φησιν Εὔελπις ὁ Καρύστιος· ἐπεὶ καὶ Λακεδαιμονίους φησὶν ὁ Ἀπολλόδωρος τῷ Ἄρει θύειν ἄνθρωπον. Φοίνικες δὲ ἐν ταῖς μεγάλαις συμφοραῖς ἢ πολέμων, ἢ λοιμῶν, ἢ αὐχμῶν, ἔθυον τῶν φιλτάτων τινὰ ἐπιψηφίζοντες Κρόνῳ· καὶ πλήρης τε ἡ Φοινικικὴ ἱστορία τῶν θυσάντων, ἣν Σαγχουνιάθων μὲν τῇ Φοινίκων γλώττῃ συνέγραψε, Φίλων δὲ ὁ Βύβλιος εἰς τὴν Ἑλλάδα γλῶσσαν δι' ὀκτὼ βιβλίων ἡρμήνευσεν. Ἴστρος δὲ ἐν τῇ συναγωγῇ τῶν Κρητικῶν θυσιῶν φησι, τοὺς Κουρῆτας τὸ παλαιὸν τῷ Κρόνῳ θύειν παῖδας. Καταλυθῆναι δὲ τὰς ἀνθρωποθυσίας σχεδὸν τὰς παρὰ πᾶσί φησι Πάλλας, ὁ ἄριστα περὶ τῶν τοῦ Μίθρα συναγαγὼν μυστηρίων, ἐπὶ Ἀδριανοῦ τοῦ αὐτοκράτορος. Ἐθύετο γὰρ καὶ ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν τῇ Ἀθηνᾷ κατ' ἔτος παρθένος, νῦν δὲ ἔλαφος. Καὶ μὴν καὶ οἱ ἐν Λιβύῃ Καρχηδόνιοι ἐποίουν τὴν θυσίαν, ἣν Ἰφικράτης ἔπαυσε. Καὶ Δουμάτιοι δὲ τῆς Ἀραβίας κατ' ἔτος ἕκαστον ἔθυον παῖδα, ὃν ὑπὸ βωμὸν ἔθαπτον, ᾧ χρῶνται ὡς ξοάνῳ. Φίλαρχος δὲ κοινῶς πάντας τοὺς Ἕλληνας, πρὶν ἐπὶ πολεμίους ἐξιέναι, ἀνθρωποκτονεῖν ἱστορεῖ. Καὶ παρίημι Θρᾷκας καὶ Σκύθας, καὶ ὡς Ἀθηναῖοι τὴν Ἐρεχθέως καὶ Πραξιθέας θυγατέρα ἀνεῖλον. Ἀλλ' ἔτι γε νῦν τίς ἀγνοεῖ, κατὰ τὴν Μεγάλην πόλιν τῇ τοῦ Λασιαρίου Διὸς ἑορτῇ, σφαζόμενον ἄνθρωπον; » Καὶ πάλιν φησίν· « Ἀφ' οὗ μέχρι νῦν οὐκ ἐν Ἀρκαδίᾳ μόνον τοῖς Λυκαίοις, οὐδ' ἐν Καρχηδόνι τῷ Κρόνῳ κοινῇ πάντες ἀνθρωποθυτοῦσιν, ἀλλὰ κατὰ περίοδον, τῆς τοῦ νομίμου χά-
having lived, having changed the custom into bull-sacrifice. And the demon accepted the ox instead of a man: so equal in worth is the deed performed! And in Heliopolis of Egypt also Amosis abolished the law of human slaughter, as Manetho bears witness in his book on antiquity and piety. Now they used to be sacrificed to Hera, and were examined just like the pure calves that are sought out and sealed. And three used to be sacrificed each day, in whose stead Amosis ordered an equal number of waxen ones to be set on. And in Chios also they used to sacrifice a man to Dionysus Omadius, tearing him limb from limb, and in Tenedos, as Euelpis the Carystian says; since Apollodorus says that the Lacedaemonians also sacrificed a man to Ares. And the Phoenicians, in great calamities whether of wars, or of pestilences, or of droughts, used to sacrifice one of their dearest ones, voting him over to Cronus; and the Phoenician history is full of those who sacrificed, which Sanchuniathon composed in the tongue of the Phoenicians, and Philo of Byblus translated into the Greek language in eight books. And Ister, in his collection of the Cretan sacrifices, says that the Curetes of old sacrificed boys to Cronus. And that human sacrifices among almost all peoples were abolished in the reign of Hadrian the emperor is stated by Pallas, who compiled the best account concerning the mysteries of Mithras. For in Laodicea in Syria also a virgin used to be sacrificed yearly to Athena, whereas now a hind [is]. Moreover, the Carthaginians in Libya also used to perform the sacrifice, which Iphicrates stopped. And the Dumatians of Arabia also every single year sacrificed a boy, whom they buried beneath an altar which they use as a carved image. And Philarchus records that all the Greeks in common, before going out against enemies, slew human victims. And I pass over Thracians and Scythians, and how the Athenians slew the daughter of Erechtheus and Praxithea. Nay, even now who does not know that in the Great City, at the feast of Zeus Lasiarius, a man is slaughtered? » And again he says: « Since which time until now, not in Arcadia alone at the Lycaea, nor in Carthage to Cronus, do all in common offer human sacrifice, but periodically, for the ordinance's sa-
Notes, col. 272

On the reading

Printed φησι, for φησὶ.

Printed Λασιαρίου, for Λατιαρίου.

PG 21:273Read from the page
ρι⟨…⟩ μνήμης, ἐμφύλιον ἀει αἷμα ῥαίνουσι πρὸς τοὺς βωμούς. » Ταῦτα μὲν οὖν ἐκ τῆς προδηλωθείσης κείσθω γραφῆς· ἐκ δὲ τοῦ πρώτου συγγράμματος τῆς Φίλωνος Φοινικικῆς ἱστορίας παραθήσομαι ταῦτα.
ke of remembrance, they ever sprinkle kindred blood towards the altars. » Let these things, then, stand set down from the aforesaid writing; and from the first book of Philo's Phoenician History I shall set beside them these things.
« Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι λύτρον τοῖς τιμωροῖς δαίμοσι. Κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες Ἰσραὴλ προσαγορεύουσι, βασιλεύων τῆς χώρας, καὶ ὕστερον μετὰ τὴν τοῦ βίου τελευτὴν εἰς τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθεὶς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ λεγομένης υἱὸν ἔχων μονογενῆ, ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν, τοῦ μονογενοῦς οὕτως ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξι, κινδύνων ἐκ πολέμου μεγίστων κατειληφότων τὴν χώραν, βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν, βωμόν τε κατασκευασάμενος κατέθυσε. » Ταῦτα μὲν οὖν τοῦτον εἶχε τὸν τρόπον. Εἰκότως ἄρα ὁ θαυμάσιος Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ, αὐτὰ δὴ ταῦτα ἐπιμεμφόμενος, τοιάδε καὶ αὐτὸς τὴν πλάνην τῶν ἀνθρώπων ἀπολοφύρεται λέγων· « Φέρ' οὖν δὴ, καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῖν οἱ θεοὶ, καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες· νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονεικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας, ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀναίδην ἐμφορεῖσθαι φόνων. Ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη ὡσανεὶ λοιμοὶ ἐπισκήψαντες, σπονδὰς ἀπῄτησαν ἀνημέρους. Ἀριστομένης γοῦν ὁ Μεσσήνιος τῷ Ἰθωμίτῃ Διὶ τριακοσίους ἀπέσφαξε· τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας· ἐν οἷς καὶ Θεόπομπος ἦν ὁ Λακεδαιμονίων βασιλεὺς, ἱερεῖον εὐγενές. Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν Χεῤῥόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὐτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι. Ταύτας σου τὰς θυσίας ἐπὶ σκηνῆς τραγῳδεῖ ὁ Εὐριπίδης. Μόνιμος δὲ ἱστορεῖ ἐν τῇ Τῶν θαυμασίων συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι. Λυκτίους γὰρ, Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι, Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί. Καὶ Λεσβίους Διονύσῳ τὴν ὁμοίαν προσάγειν
« It was a custom among the ancients in great calamities of dangers that, instead of the destruction of all, the rulers of a city or nation gave over the most beloved of their children for slaughter as a ransom to the avenging demons. And those given over used to be slaughtered mystically. Cronus, therefore, whom the Phoenicians call Israel, while reigning over the land, and afterwards after the end of his life consecrated into the star of Cronus, having by a native nymph called Anobret an only-begotten son, whom on this account they called Ieoud, the only-begotten being still even now so called among the Phoenicians, when very great dangers from war had seized the land, having adorned his son in royal attire and built an altar, sacrificed him. » Such, then, was the way of these things. Reasonably, then, does the admirable Clement in his Exhortation to the Greeks, censuring these very things, himself also bewail in such words as these the error of men, saying: « Come now indeed, let us add this also, that your gods were inhumane and man-hating demons, not only exulting over the madness of men, but moreover enjoying human slaughter; procuring for themselves occasions of pleasure now in the armed rivalries in stadiums, and now in the countless ambitions in wars, so that they might be able as much as possible to glut themselves shamelessly with human slaughters. And already throughout cities and nations, swooping down as it were like plagues, they demanded savage libations. Aristomenes the Messenian, at any rate, slaughtered three hundred to Zeus Ithomites, thinking that he offered auspiciously so many and such great hecatombs at once; among whom was also Theopompus the king of the Lacedaemonians, a noble victim. And the Tauri, the nation who dwell round the Tauric Chersonese, whomsoever of strangers they capture among themselves, of those namely who have come to grief at sea, straightway they sacrifice to the Tauric Artemis. These sacrifices of yours Euripides represents tragically upon the stage. And Monimus records in his Collection of Marvels that in Pella of Thessaly an Achaean man is sacrificed to Peleus and Chiron. For the Lyctians, and these are a nation of Cretans, Anticlides in his Returns declares slaughter men to Zeus. And that the Lesbians offer to Dionysus the like
Notes, col. 273

On the reading

Printed ἀει, for ἀεὶ.