τὸ θεῶν ὑπάρχειν δεύτερον, ἑπόμενον δὲ τὸ δαιμόνων, τὸ δὲ ἡρώων τέταρτον· ἅπαντα, τῆς τοῦ κρείττονος ἰδέας μετασχόντα, πὴ μὲν ἄγειν, πὴ δὲ ἄγεσθαι, καὶ φῶς ἅπαν προσαγορεύεσθαι τὸ τοιόνδε φωτὸς μετοχῇ. Ἀλλὰ καὶ τῆς τοῦ χείρονος οὐσίας τὸ κακὸν ἡγεῖσθαί φασι. Τοῦτο δὲ εἶναι μοχθηρῶν δαιμόνων γένος, ψιλῷ μὲν οὐδαμῶς χρώμενον τἀγαθῷ, δύναμίν γε μὴν ἐν τῇ τῶν ἐναντίων φύσει κεκτημένον πρώτην, καθάπερ ἐν τοῖς κρείττοσιν ὁ Θεός· πᾶν δὲ τὸ τοιόνδε σκότος προσαγορεύεσθαι. Ταῦτα τοῦτον διαστειλάμενοι τὸν τρόπον, θεοῖς μὲν οὐρανὸν καὶ τὸν ἄχρι σελήνης αἰθέρα φασὶν ὑποτετάχθαι· δαίμοσι δὲ τὰ περὶ σελήνην καὶ ἀέρα· ψυχαῖς δὲ τὰ περὶ γῆν καὶ ὑπόγεια. Τοιούτῳ δ' ἀφορισμῷ κεχρημένοι, πρῶτον ἁπάντων φασὶ τοὺς οὐρανίους δεῖν καὶ αἰθερίους θεοὺς θεραπεύειν, δεύτερον, τοὺς ἀγαθοὺς δαίμονας, τρίτον, τὰς τῶν ἡρώων ψυχὰς, τέταρτον τοὺς φαύλους καὶ πονηροὺς ἀπομειλίσσεσθαι δαίμονας. Ταῦτα δὲ λόγῳ διαιροῦντες, ἔργῳ συγχέουσι τὰ πάντα, μόνας ἀντὶ τῶν εἰρημένων πάντων τὰς πονηρὰς δυνάμεις θεραπεύοντες, καὶ ὅλοι ταύταις καταδουλούμενοι, ὡς ὁ λόγος προϊὼν ἀπελέγξει. Πάρεστι γοῦν σοι τὰς διὰ τῶν ξοάνων ἐνεργούσας δυνάμεις, ὁποίας χρῆν ἀποφαίνεσθαι, σκοπεῖν, πότερα θεοὺς ἢ δαίμονας, καὶ εἴτε φαύλους, εἴτε ἀγαθοὺς, ἐκ τῶν παρατεθησομένων. Τὰ μὲν γὰρ παρ' ἡμῖν θεῖα Λόγια οὐδ' ὅλως ἀγαθὸν οἶδεν ὀνομάζειν δαίμονα, πάντας δὲ πονηροὺς εἶναι τοὺς τῆς λέξεως ταύτης, καὶ δὴ καὶ τῆς προσηγορίας μετειληχότας, ὡς οὐδ' ἕτερον Θεὸν ἀληθῶς καὶ κυρίως, πλὴν ἕνα τῶν πάντων αἴτιον· τὰς δὲ ἀστείας καὶ ἀγαθὰς δυνάμεις, ⟨…⟩τε τὴν φύσιν γενητὰς οὔσας, καὶ πολλῷ τὸν ἀγέννητον καὶ σφῶν αὐτῶν ποιητὴν Θεὸν ἀφυστερούσας, οὐ μὴν ἀλλὰ καὶ τοῦ τῶν δαιμόνων μοχθηροῦ γένους ἀφωρισμένας, οὔτε θεοὺς, οὔτ⟨…⟩ δαίμονας ἀποκαλεῖν ἀξιοῖ· μέσας δὲ οὔσας Θεοῦ καὶ δαιμόνων, εὐθυβόλῳ καὶ μέσῃ προσηγορίᾳ, ἀγγέλους Θεοῦ καὶ πνεύματα λειτουργικὰ, δυνάμεις τε θείας καὶ ἀρχαγγέλους, καί τισιν ἄλλαις ἐπωνυμίαις φερωνύμως τοῖς ἐπιτηδεύμασιν αὐτῶν ὀνομάζειν εἴωθε· τοὺς δὲ δαίμονας (εἰ δὴ καὶ τούτων ἡμᾶς προσήκει τὴν ἐτυμολογίαν ἐξειπεῖν·) οὐχ ᾗπερ Ἕλλησι δοκεῖ, παρὰ τὸ δαήμονας εἶναι καὶ ἐπιστήμονας, ἀλλ' ἢ παρὰ τὸ δειμαίνειν, ὅπερ ἐστὶ φοβεῖσθαι καὶ ἐκφοβεῖν, δαίμονάς τινας προσφυῶς ὀνομάζεσθαι· τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου, οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχάνειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον, τὰς μήτε τὴν προαίρεσιν, μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας, μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.
that of gods is second, following upon it that of daemons, and that of heroes fourth; and that all these, partaking of the idea of the better, in part lead and in part are led, and everything of such a kind is called light by participation in light. Yet they say that evil too presides over the worse substance, and that this is a race of wicked daemons, in no way making use of the pure good, yet possessing supreme power in the nature of the opposites, just as God does among the better things; and that everything of such a kind is called darkness. Having distinguished these matters in this manner, they say that heaven and the ether as far as the moon have been assigned to gods; the regions around the moon and the air to daemons; and the regions around the earth and beneath the earth to souls. Making use of such a demarcation, they say that first of all one must worship the heavenly and ethereal gods, second, the good daemons, third, the souls of the heroes, and fourth propitiate the base and evil daemons. Yet while distinguishing these things in word, in deed they confound everything, worshipping instead of all those mentioned only the evil powers, and enslaving themselves wholly to these, as our discourse will prove as it advances. It is open to you, at all events, from what will be set forth, to examine of what sort one ought to declare the powers working through the carved images to be, whether gods or daemons, and whether base or good. For the divine Oracles among us do not know at all how to call any daemon good, holding rather that all who share in this term and indeed in this appellation are evil, just as they know no other God truly and properly save One, the Cause of all things; whereas the noble and good powers, inasmuch as they are created in nature and fall far short of the unbegotten God Who is their own Maker, and moreover are separated from the wicked race of daemons, they see fit to call neither gods nor daemons; rather, as they are intermediate between God and daemons, they are accustomed to name them by a well-aimed and intermediate appellation angels of God and ministering spirits, divine powers and archangels, and by certain other titles fittingly named after their offices; while as for the daemons (if indeed it befits us to state the etymology of these also), not as seems good to the Greeks, from being knowing [daēmonas] and skilled, but rather from dreading [deimainein], which is to fear and to terrify, they are aptly named daemons of a sort; whereas the divine and good powers are alien alike to the daemonic character and to the daemonic appellation; since it would indeed be most unreasonable of all to deem worthy of one and the same title powers that are alike neither in deliberate choice nor in the nature arising from their character.