γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως, τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές. Ὁ δὲ Κέρβερος τρικέφαλος μὲν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολὴ, μεσημβρία, δύσις. Τὴν δὲ σελήνην, παρὰ τὸ σέβας ὑπολαβόντες, Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότομιν. Λοχία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν. Ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως, καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως. Διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον, καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ' αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. Ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτοῖς τὸ ἔμπυρον, ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον, καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν, ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον. Τόξον δὲ φέρει καθάπερ ἡ Ἄρτεμις διὰ τὴν τῶν ὠδίνων ὀξύτητα. Πάλιν δ' αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται· ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικὴν, Λάχεσις δὲ κατὰ τὴν θρεπτικὴν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ. Συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ. Καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. Προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσι. Τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον, διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν· ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα, πολιὸν πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον· τῶν δὲ καιρῶν σύμβολα οἱ Κούρητες, τὸν Κρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει. Τῶν δὲ Ὡρῶν, αἱ μὲν ὀλυμπιάδες εἰσὶ τοῦ ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας, αἱ δὲ ἐπιχθόνιοι τῆς Δήμητρος· καὶ κάλαθον ἔχουσι, τὸν μὲν τῶν ἀνθῶν σύμβολον τοῦ ἔαρος, τὸν δὲ τῶν σταχύων τοῦ θέρους. Τοῦ δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱματουργὸν, βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν. Τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα θεωρήσαντες γενεσιουργὸν, ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δὲ, ὅτι καὶ Ἕσπερος,
the earth, the light, making the purple tunic a symbol, and the mutilated sceptre [a symbol] of the power below, and the posture of the hand [a symbol] of departing into the unseen. And Cerberus is three-headed because the upper regions of the sun are three: east, midday, west. And taking the moon from veneration, they addressed her as Artemis, as though air-cleaving. And Artemis is goddess of childbirth, even though being a virgin, because the power of the new moon is conducive to bringing forth. And what Apollo is in the sun, this Athena is in the moon; for she is a symbol of prudence, being a kind of Athena. And again the moon is Hecate, from her transformation in aspect and her power according to her phases. Wherefore the power is three-formed, bearing for the new moon the white-robed and golden-sandalled figure, and the lighted torches; and the basket which she bears on high [is a symbol] of the maturation of the fruits, which she nourishes according to the waxing of her light; and again of the full moon the bronze-sandalled figure is a symbol. Or even from the branch of the laurel one might gather for them her fiery nature, and from the poppy her fruitfulness and the multitude of the souls settled in her, just as in a city, because the poppy is a symbol of a city. And she bears a bow just as Artemis does, on account of the sharpness of birth-pangs. And once again the Fates are referred to her powers: Clotho to the generative, Lachesis to the nutritive, and Atropos that which is according to the inexorableness of the god. And they also associate with her the power generative of fruits, which is Demeter, implanting power in her. And the moon is sustaining of Kore. And they also settle Dionysus beside her, both on account of the sprouting of horns and on account of the region of the clouds that underlies the lower parts. And perceiving the power of Cronus to be sluggish and slow and cold, they therefore attributed to him the power of time; and they figure him standing, grey-haired, to indicate that time grows old; and the Curetes, tending Cronus, are symbols of the seasons, because time passes along through the seasons. And of the Hours, the Olympian ones belong to the sun, which also open the gates in the air, while the earthly ones belong to Demeter; and they hold a basket, the one of flowers as a symbol of spring, and the other of ears of corn [as a symbol] of summer. And apprehending the power of Ares to be fiery, they made it productive of wars and blood-shedding, capable both of harming and of benefiting. And observing the star of Aphrodite to be generative, and a cause of desire and offspring, they fashioned her as a woman on account of generation, and beautiful, because also Hesperus,