Migne Reading Room

PG 21 · cols. 177–188 · Read from the page

Preparation for the Gospel, Book III

Preparation for the Gospel, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:177Read from the page
παλαίτερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. Ἔχεις τοιγαροῦν πρὸς τὴν μυθικὴν καὶ τὴν φυσικωτέραν θεολογίας Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων, τῶν πάλαι τὴν πολύθεον δεισιδαιμονίαν συστησαμένων· παρ' οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων, ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο, μεμάθηκας. Πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ, καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ· γενέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν Ἀπόλλων, καὶ πάλιν Ὧρος, καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς, καὶ μυρία ἄλλα, ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη, ἢ Ἶσις, ἢ Ἄρτεμις, καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο. Μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ' αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι. Τὸν ἥλιον ἄρα, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη, ὡς θεοὺς προσκυνητέον. Καὶ ταύτῃ τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὡς διὰ μηχανῆς πέφηνεν, εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λόγου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ Θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν, καὶ πλέον οὐδὲν, ἀλλ' ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν, τά τε μέρη τοῦ κόσμου, διὰ τῶν οὐρανίων φωστήρων. Ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν, καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα· πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον, τὸν ἡλίου καὶ σελήνης Θεὸν καὶ δεσπότην, καὶ δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων ταῖς προσηκούσαις ἐννοίαις εὐσεβεῖν; καὶ οὐ τὰ τῶν σωμάτων στοιχεῖα, ἀλλὰ τὸν ζωῆς αὐτῆς, καὶ τροφῶν, καὶ πάντων ἀγαθῶν ταμίαν ὑμνεῖν, μέρη τε τοῦ κόσμου τὰ ὁρώμενα, καὶ πᾶν τὸ καταληπτὸν σαρκὸς αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως οὐδαμῶς καταπλήττεσθαι· τὸν δ' ἐν τούτοις ἅπασιν ἀόρατον, καὶ τὸν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν, καὶ θεολογεῖν μίαν μόνην ἐκείνων διήκουσαν καὶ διακοσμοῦσαν τὰ πάντα δύναμιν θείαν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ καὶ ἄῤῥητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι' ὧν καὶ ἐνεργεῖ, παραφαινομένην, διήκουσάν τε ἀσωμάτως, καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην, καὶ δι' ἁπάντων οὐκ οὐρανίων μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην· πᾶσί τε ἀφανῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν, καὶ λόγοις ἀνεκφράστοις σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν. Τοσούτων ἡμῖν ἀποδεδειγμένων εἰς ἔλεγχον τῆς ἀσυστάτου σοφίας ἢ θεολογίας, τῆς τε λεγομένης μυθικωτέρας, καὶ τῆς ὑψηλοτέρας, καὶ φυσικωτέρας, ἣν οἱ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες ἀπεδείχθησαν· ὥρα καὶ τῶν νεῶν τῶν δὴ καθ' ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελομένων ἐπαθρῆσαι τὰ καλλωπίσματα. Οἵδε γὰρ τὰ περὶ νοῦ δημιουργικοῦ τῶν ὅλων, καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν, νοερῶν τε καὶ λογικῶν δυνάμεων, τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ' ὕστερον χρόνοις ἐφευρημένα, καὶ
recorded as older than all the Greek ones. You have, accordingly, beside the mythical also the more physical [part] of the theology of Greeks and Egyptians alike, who of old established polytheistic superstition; among whom you have learned that nothing at all of truly divine things, of incorporeal and intellectual substances, was known. Nevertheless, let it be granted and conceded to these star-praters that they speak true things, and hit the mark in their natural explanation of things allegorized; and let the sun become for them at one time Apollo, and again Horus, and again the same one Osiris, and countless other things, as many as they might wish; just as, then, the moon too is either Isis, or Artemis, and as many things as anyone might wish to enumerate. For let not these be appellations significative of mortal men, but of the heavenly luminaries themselves. The sun, therefore, and the moon, and the stars and the remaining parts of the cosmos must be worshipped as gods. Even in this way, accordingly, the noble philosophy of the Greeks has appeared as if by a stage-machine, lifting up on high the promise of its discourse, yet wheeling the thought of its wise men down below around God's perceptible and visible creation, and nothing more, save fire and the hot substance, and the parts of the cosmos, through the heavenly luminaries. And let it also deify the wet and the dry, and the blending of bodies; how then is the Gospel of our Saviour Jesus Christ and God not great and marvellous, instructing every race of men to reverence with fitting conceptions the God and Lord of sun and moon, and Maker of the whole universe, Himself the supreme One and beyond all things; and to hymn not the elements of bodies, but the Steward of life itself, and of nourishment, and of all good things, and in no wise to be struck with awe at the visible parts of the cosmos, and everything graspable by perception of the flesh, inasmuch as they are of perishable nature; and to marvel solely at the Mind invisible in all these, creative both universally and in particular, and to theologize one sole divine power pervading those things and ordering the universe, being incorporeal and intellectual in nature, or rather ineffable to speak of and incomprehensible, shining forth beside all the things through which it also operates, and pervading incorporeally, and traversing all things without entanglement, and displaying through all things, not heavenly ones only, but also those upon earth, both universal elements and particular ones, the enduring magnificence of deity; presiding invisibly over all things and imperceptibly to us, and steering the entire cosmos by unutterable principles of wisdom? Since so many things have been demonstrated by us for the refutation of the incoherent wisdom or theology, both that called more mythical and that higher and more physical, which the ancient Greeks and Egyptians were shown to exalt, it is time to inspect the embellishments of the modern men too—those who in our own time profess to philosophize. For these men, the doctrines concerning a creative mind of all things, and those concerning incorporeal ideas, and intellectual and rational powers, discovered at some time in long-subsequent ages by Plato and his school, and
Notes, col. 177

On the reading

Printed νεῶν, for νέων.

Printed ἐπαγγελομένων, for ἐπαγγελλομένων.

PG 21:180Read from the page
λογισμοῖς ὀρθοῖς ἐπινενοημένα, συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν περὶ τῶν μύθων ἐπαγγελίαν ἐξῆραν. Ἄκουε δ' οὖν καὶ τῆς τούτων φυσιολογίας, μεθ' οἵας ἐξενήνεκται τῷ Πορφυρίῳ ἀλαζονείας.
devised by right reasonings, in attempting to weave together with the theology of the ancients, raised up with greater conceit their profession concerning the myths. Hear, therefore, the natural explanation of these men also, with what boastfulness it has been set forth by Porphyry.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ὁποίας οἱ νεώτεροι τῶν φιλοσόφων τοῖς περὶ θεῶν μύθοις συνέπλεξαν αἰτιολογίας.
What manner of causal explanations the more recent of the philosophers wove together with the myths concerning the gods.
« Φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ' ἐπίθεσθε, βέβηλοι·
"I shall speak to those for whom it is lawful; put to the doors, you profane;
σοφίας θεολόγου νοήματα δεικνὺς, οἷς καὶ τὸν Θεὸν, καὶ τοῦ Θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ἀποτυπώσαντες πλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. Θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους, καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βίβλους. » Τοιαῦτα ὡς ἐν προοιμίῳ κατακομπήσας, ἄκουε οἷα προϊὼν ἑξῆς γράφει πρὸς λέξιν. « Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου, καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος, ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν τὸν βίον ἀσχόλῳ· διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἷον κρυστάλλου, ἢ Παρίου λίθου, ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτῶν ἔννοιαν ἐνῆγε· διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς διανόησιν, καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται. Πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν· καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεοὺς, ὅτι λογικὸν τὸ Θεῖον· καλοὺς δὲ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον· διαφόροις δὲ σχήμασι καὶ ἡλικίαις, καθέδραις τε καὶ στάσεσι, καὶ ἀμφιάσεσι· καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας, καὶ παρθένους, καὶ ἐφήβους, ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς. Ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν, σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα, ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ' ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατ' οὐρανὸν κινήσει, ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις· κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ, καὶ διὰ τοῦτο καὶ τοῖς Ὀλυμπίοις θεοῖς· ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα καὶ τὸ τρίγωνον σχῆμα, διὰ τὸ μόριον τῆς θηλείας. » Ταῦτα ὁ θαυμαστὸς φιλόσοφος· ὧν τί ἂν γένοιτο ἀσχημονέστερον τὰ αἰσχρὰ σεμνολογούντων; τί δὲ βιαιότερον τὰς ἀψύχους ὕλας, χρυσὸν καὶ
showing the thoughts of theological wisdom, whereby men signified both God and the powers of God through images congenial to sense, moulding invisible things in visible figures, for those who had learned to read the letters concerning the gods from the statues just as from books. And it is nothing marvellous that the most unlearned regard the carved images as wood and stones, just as indeed those ignorant of letters see the monuments as stones, the tablets as wood, and the books as woven papyrus." Having boasted such things as in a prelude, hear what he writes word for word as he proceeds next in order. "Since the divine is luminous in form, and abides in an effusion of aethereal fire, and is invisible to sense occupied about mortal life, through translucent matter, such as crystal, or Parian stone, or even ivory, he led [men] to the notion of their light; and through that of gold to the conception of fire, and its undefiled character, because gold is not defiled. And many again by black stone also manifested the invisibility of its essence; and they moulded the gods in human form, because the Divine is rational; and fair, because in them beauty is uncorrupted; and in diverse shapes and ages, sitting postures and standing postures, and garments; and some male, and others female, and maidens, and youths, or having had experience of marriage, for the representation of their difference. Whence they assigned everything white to the heavenly gods, and a sphere and all spherical things properly to the cosmos and sun and moon, and sometimes also to fortune and hope; and a circle and circular things to eternity and the motion in heaven, and to the zones and circles therein; and segments of circles to the phases of the moon; and pyramids and obelisks to the essence of fire, and on this account also to the Olympian gods; just as again a cone to the sun, a cylinder to earth, and to sowing and generation the phallus and the triangular shape, on account of the member of the female." Thus the admirable philosopher; than which sayings, speaking solemnly of shameful things, what could become more unseemly? And what more forced than [to say] that lifeless matters, gold and
PG 21:181Read from the page
λίθους, καὶ τα τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν, καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; Ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα, μηδ' ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόντα, γνοίης ἂν μαθὼν, ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς πρωτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζομένης πολυτελεστέρας ὕλης ξόανα. Λέγει δ' οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν.
stones, and such things, bear images of the light of the gods, and to assert that they are manifestations of the heavenly and aethereal nature? And that these are sophistries of the moderns, having never even in a dream come into the thought of the ancients, you may know upon learning that carved images made of gold and of what was deemed more costly matter were even rejected among the earlier men. Plutarch, accordingly, speaks somewhat thus word for word.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ τῆς παλαιᾶς τῶν ξοάνων κατασκευῆς καὶ ἱδρύσεως.
Concerning the ancient fashioning and setting up of carved images.
« Ἡ δὲ τῶν ξοάνων ποίησις ἀρχαῖον ἔοικεν εἶναί τι καὶ παλαιὸν, εἴ γε ξύλινον μὲν ἦν τὸ πρῶτον εἰς Δῆλον ὑπὸ Ἐρισίχθονος Ἀπόλλωνι ἐπὶ τῶν θεωριῶν ἄγαλμα· ξύλινον δὲ τὸ τῆς Πολιάδος ὑπὸ τῶν αὐτοχθόνων ἱδρυθὲν, ὃ μέχρι νῦν Ἀθηναῖοι διαφυλάττουσιν. Ἥρας δὲ καὶ Σάμιοι ξύλινον εἶχον εἶδος, ὥς φησι Καλλίμαχος· Οὔπω σκέλμιον ἔργον εἰς ξόανον, ἀλλ' ἐπὶ τεθμὸν δὴ νεόγλυφον, ὦναξ, θεᾶς ἦσθα σανίς· ὧδε γὰρ καθιδρύοντο θεοὺς τότε. Καὶ γὰρ Ἀθήνης ἐν Λίνδῳ Δαναὸν λεῖον ἔθηκεν ἕδος. Λέγεται δὲ Πείρας ὁ πρῶτος Ἀργολίδος Ἥρας ἱερὸν εἰσάμενος, τὴν ἑαυτοῦ θυγατέρα Καλλίθυιαν ἱέρειαν καταστήσας, ἐκ τῶν περὶ Τίρυνθα δένδρων ὄγχην τεμὼν εὐκτέανον, Ἥρας ἄγαλμα μορφῶσαι. Πέτραν μὲν γὰρ εἰς θεοῦ κόπτειν εἰκόνα, σκληρὰν καὶ δύσεργον καὶ ἄψυχον, οὐκ ἐβούλοντο· χρυσὸν δὲ καὶ ἄργυρον ἡγοῦντο γῆς ἀκάρπου καὶ διεφθαρμένης χρώματα νοσώδη, καὶ κηλίδας ἐξανθεῖν, ὥσπερ μώλωπας ὑπὸ πυρὸς ῥαπισθείσης· ἐλέφαντι δὲ παίζοντες μὲν ἔσθ' ὅπου προσεχρῶντο ποικίλματι τρόφῆς. » Ταῦτα ὁ Πλούταρχος· καὶ τούτου δὲ πολὺ πρότερον ὁ Πλάτων οὐδὲν εἶναι σεμνὸν, οὐδὲ προσεοικὸς θείᾳ φύσει ἐν χρυσῷ, καὶ λίθοις, καὶ ἐλέφαντι, τοῖς τε ἐξ ὕλης ἀψύχου κατασκευάσμασιν εὖ μάλα εἰδὼς, ἐπάκουσον ἐν τοῖς Νόμοις ὁποῖα διατάττεται· « Γῆ μὲν οὖν ἑστία τε οἰκήσεως, ἱερὰ πᾶσι πάντων θεῶν· μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. Χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ
"Now the making of carved images seems to be something primitive and ancient, seeing that of wood was the first statue sent to Delos by Erysichthon for Apollo at the sacred embassies; and of wood that of [Athena] Polias set up by the autochthons, which the Athenians preserve until now. Of Hera also the Samians had a wooden figure, as Callimachus says: Not yet a bench's work into a carved image, but according to the ancient rule newly carved, O lord, you were a plank of a goddess; for thus they set up gods then. For indeed at Lindus he set up Danaus as a smooth seat of Athena. And Peiras, who first founded a temple of Argolid Hera, having appointed his own daughter Callithyia priestess, cutting a shapely wild pear-tree from the trees around Tiryns, is said to have moulded a statue of Hera. For stone, hard and difficult to work and lifeless, they were unwilling to hew into an image of a god; and gold and silver they considered to be diseased colours of unfruitful and corrupted earth, and stains breaking out like weals when she has been smitten by fire; while ivory they sometimes used in sport as an embellishment of nourishment." Thus Plutarch; and much earlier than he, Plato, knowing full well that there is nothing reverend nor resembling divine nature in gold, and stones, and ivory, and things fashioned out of lifeless matter, hear what manner of ordinances he lays down in the Laws: "Earth, then, and the hearth of dwelling, are sacred for all to all gods; let no one, therefore, consecrate shrines a second time to gods. And gold and silver in other cities privately
Notes, col. 181

On the reading

Printed τα, for τὰ.

Printed πρωτέροις, for προτέροις.

Printed τρόφῆς, for τροφῆς.

PG 21:184Read from the page
τε καὶ ἐν ἱεροῖς ἐπίφθονόν ἐστι κτῆμα· ἐλέφας δὲ ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα. » Ταῦτα δὲ σαφῆ περιέχειν ἡγοῦμαι τῆς προτεθείσης ἀνατροπὴν φυσιολογίας· ἧς φέρε καὶ τὰ λοιπὰ ἐπιθεωρήσωμεν. Ἐπάκουσον οὖν, οἷά φησιν.
and in temples is an enviable possession; and ivory, coming from a body that has left behind its soul, is not a pure votive offering; and iron and bronze are instruments of wars." Now these words I consider to contain a clear refutation of the proposed natural explanation; come, let us survey the remainder of it as well. Hear, therefore, what manner of things he says.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Ἔτι περὶ της ἀλληγορουμένης Ἑλλήνων καὶ Αιγυπτίων θεολογίας.
Further concerning the allegorized theology of the Greeks and Egyptians.
« Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν, οὑτωσὶ διασκοπούμενος. Τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς θεολογίαις ταύτῃ περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες.
"Behold now the wisdom of the Greeks, examining it in this way. For supposing Zeus to be the mind of the cosmos, who crafted the things within it while holding the cosmos, in their theologies those who uttered the verses of Orpheus have handed down concerning him after this manner:
Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος, ἀργικέραυνος,
Zeus was born first, Zeus is last, lord of the bright thunderbolt,
Ζεὺς κεφαλὴ, Ζεὺς μέσσα, Διὸς δ' ἐκ πάντα τέτυκται.
Zeus is the head, Zeus the middle, and from Zeus all things have been fashioned.
Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη.
Zeus was born male, Zeus became an imperishable bride.
Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Zeus is the foundation both of earth and of starry heaven.
Ζεὺς βασιλεὺς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος.
Zeus is king, Zeus himself is the primal progenitor of all things.
Ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων,
One power, one divinity came to be, great ruler of all things,
Ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται,
And one royal body, wherein all these things revolve,
Πῦρ καὶ ὕδωρ, καὶ γαῖα, καὶ αἰθὴρ, νύξ τε καὶ ἦμαρ,
Fire and water, and earth, and aether, and night and day,
Καὶ μῆτις, πρῶτος γενέτωρ, καὶ ἔρως πολυτερπής·
And counsel, first begetter, and much-delighting love;
Πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται.
For all these things lie within the great body of Zeus.
Τοῦ δή τοι κεφαλὴν μὲν ἰδεῖν, καὶ καλὰ πρόσωπα,
His head indeed to behold, and his fair countenance,
Οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι
[Is] radiant heaven, round which golden locks
Ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται·
Of gleaming stars hang floating exceedingly fair;
Ταύρεα δ' ἀμφοτέρωθε δύο χρύσεια κέρατα·
And on either side two golden bull-like horns,
Ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων.
Both rising and setting, the paths of the heavenly gods.
Ὄμματα δ' Ἠέλιός τε καὶ ἀντιόωσα Σελήνη.
And his eyes [are] both the Sun and the confronting Moon.
Νοῦς δέ γε ἀψευδὴς, βασιλήϊος, ἄφθιτος αἰθὴρ,
And his mind verily [is] truthful, royal, imperishable aether,
ᾯ δὴ πάντα κυκλεῖ καὶ φράζεται· οὐδέ τις αὐδὴ,
Wherewith indeed he revolves and considers all things; nor is there any voice,
Οὔτ' ἐνοπὴ, οὔτε κτύπος, οὐδὲ μὲν ὄσσα,
Nor cry, nor crash, nor yet rumour,
Ἥ λήθει Διὸς υἷα ὑπερμενέος Κρονίωνος.
Which escapes the son of Zeus, overweening son of Cronus.
Ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχεν, ἠδὲ νόημα·
Thus indeed he had an immortal head, and thought;
Σῶμα δέ οἱ περιφεγγὲς, ἀπείριτον, ἀστυφέλικτον,
And his body, radiant all around, boundless, unshaken,
Ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς, ὧδε τέτυκτο.
Mighty, strong-limbed, exceedingly powerful, was fashioned thus:
Ὦμοι μὲν καὶ στέρνα, καὶ εὐρέα νῶτα θεοῖο,
The shoulders indeed and breast, and broad back of the god,
Ἀὴρ εὐρυβίης· πτέρυγες δέ οἱ ἐξεφύοντο,
[Were] wide-ruling air; and wings grew forth upon him,
Τῆς ἐπὶ πάντα ποτᾶται· ἱρὴ δέ οἱ ἔπλετο νηδὺς,
Whereon he flies over all things; and his sacred belly became
Γαῖά τε παμμήτειρα, ὀρέων τ' αἰπεινὰ κάρηνα·
Both all-mother earth, and the steep peaks of the mountains;
Μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης
And his middle girdle, the swell of the heavy-sounding sea
Καὶ πόντου· πυμάτη δὲ βάσις, χθονὸς ἔνδοθι ῥίζαι,
And of the deep; and his lowest base, the roots within the earth,
Τάρταρά τ' εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης.
And dank Tartarus and the farthest bounds of earth.
Πάντα δ' ἀποκρύψας, αὖθις φάος ἐς πολυγηθὲς
And having hidden all things away, again into the gladdening light
Μέλλεν ἀπὸ κραδίης προφέρειν παλυθέσκελα ῥέζων.
He was about to bring them forth from his heart, working wondrous deeds.
Notes, col. 184

On the reading

Printed της, for τῆς.

Printed Αιγυπτίων, for Αἰγυπτίων.

PG 21:185Read from the page
Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῶον ἐκ ζώων, καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ, καθὸ νοῦς, ἀφ' οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασι. Τῶν δὴ θεολόγων τὰ δὴ περὶ τοῦ θεοῦ τοῦτον ἐξηγησαμένων τὸν τρόπον, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν, οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ' οἷόν τε ἦν, οὔτ' εἴ τις ἐπενόησε, τὸ ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν· ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ' ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα. Κάθηται δὲ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φανερὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσίν ἐστι· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω κεκρυμμένοις. Ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ' ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον ἡ καρδία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετὸν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν, ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετός· ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα. » Ταῦτά σοι ὁ Πορφύριος, ὧν τὸν εἰρημένον τρόπον ἀποδεδομένων, ἠρέμα καὶ ἐπὶ σχολῆς ἐπιθεωρῆσαι καλὸν, τίνα ποτὲ ἄρα τὸν Δία φασὶν εἶναι τὰ ἔπη. Ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλο ἡγοῦμαι ἢ τὸν ὁρώμενον κόσμον, ἐκ παντοίων συνεστῶτα τῶν μερῶν τῶν τε κατ' οὐρανὸν καὶ αἰθέρα, καὶ τῶν ἐν τούτοις φαινομένων ἄστρων, ὥσπερ ἐν μεγάλου σώματος κεφαλῇ προτεταγμένων· τῶν τε ἐν ἀέρι, καὶ γῇ, καὶ θαλάσσῃ, καὶ τοῖς παραπλησίοις. Μέρη γοῦν κόσμου, καὶ γῆ, καὶ ὄρη, καὶ βουνοί· εἰλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλασσα· καὶ πῦρ δὲ καὶ ὕδωρ, νύξ τε καὶ ἡμέρα, τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. Ταῦτα δ' ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον ἐκ μερῶν συνεστὸς διδάσκει. Λέγει δ' οὖν·
Zeus, therefore, is the whole cosmos, a living being out of living beings, and a god out of gods; and Zeus, inasmuch as he is mind, from which he brings forth all things and crafts them by his thoughts. Now when the theologians had expounded the things concerning the god in this way, to craft such an image as the account signified was neither possible, nor, if anyone had devised it, would he have shown the vital and intellectual and providential character by means of the sphere; instead they have made the representation of Zeus anthropomorphic, because it was mind according to which he crafted, and by seminal principles brought all things to completion. And he sits, hinting at the steadfastness of his power; and he has his upper parts bare, because he is manifest in the intellectual and the heavenly parts of the cosmos; while his front parts are covered for him, because he is invisible in the things hidden below. And he holds with his left hand the sceptre, on which side especially among the parts of the body the most ruling and most intellectual inward organ, the heart, keeps watch within; for the creative mind is king of the cosmos; and with his right hand he holds forth either an eagle, because he rules over the air-traversing gods, as the eagle over the high-flying birds; or a victory, because he himself has conquered all things." Thus Porphyry for you; and since these things have been expounded in the aforesaid manner, it is good to examine quietly and at leisure who then after all the verses say Zeus is. For I myself consider [him to be] nothing else than the visible cosmos, composed of parts of all sorts, both those in heaven and aether, and the stars appearing in these, set at the forefront as though in the head of a great body; and those in air, and earth, and sea, and the like. Parts of the cosmos, at all events, are earth, and mountains, and hills; and in their midst winds the sea after the manner of a girdle; and fire also and water, and night and day, would be parts of the same nature of the cosmos. And these things, unless indeed I am mistaken, I consider to indicate outright the visible cosmos, and to teach the whole composed out of parts. He says, accordingly:
Πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται·
For all these things lie within the great body of Zeus;
καὶ τίνα τὰ πάντα, διασαφεῖ·
and what all these things are, he makes plain:
Πῦρ, καὶ ὕδωρ, καὶ γαῖα, καὶ αἰθὴρ, νύξ τε, καὶ ἦμαρ.
Fire, and water, and earth, and aether, and night, and day.
Τοῦ δή τοι κεφαλὴν μὲν ἰδεῖν, καὶ καλὰ πρόσωπα,
His head indeed to behold, and his fair countenance,
Οὐρανός αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι
[Is] radiant heaven, round which golden locks
Ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται,
Of gleaming stars hang floating exceedingly fair,
καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ Διὸς λέγων εἶναι τὸν αἰθέρα, καὶ οὐδὲν ἄλλο κατὰ τοὺς Στωϊκοὺς, τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου· καὶ τὸν θεὸν εἶναι σῶμα, καὶ τὸν δημιουργὸν αὐτὸν οὐδέτερον
and what follows upon these; wherein he goes on to say that the mind of Zeus is the aether, and nothing else, in accordance with the Stoics, who assert that the fiery and hot substance is the ruling principle of the cosmos; and that the god is a body, and the craftsman himself nothing other
Notes, col. 185

On the reading

Printed Οὐρανός, for Οὐρανὸς.

PG 21:188Read from the page
τῆς τοῦ πυρὸς δυνάμεως. Κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι·
than the power of fire. For in the same way, I think, it has also been said in the verses:
Νοῦς δ' ἀψευδὴς, βασιλήϊος, ἄφθιτος αἰθὴρ,
And his mind [is] truthful, royal, imperishable aether,
ᾯ δὴ πάντα κυκλοῖ καὶ φράζεται.
Wherewith indeed he wheels round and considers all things.
Δι' ὧν ἀνεπικαλύπτως ζῶον μέγα τὸν κόσμον ὑποθέμενος, καὶ τοῦτον Δία προσειπὼν, νοῦν μὲν αὐτοῦ τὸν αἰθέρα, σῶμα δὲ τὰ λοιπὰ τοῦ κόσμου μέρη ἀπεφήνατο εἶναι. Τοιοῦτος μέν τις ὁ διὰ τῶν ἐπῶν ὑπογραφόμενος τυγχάνει Ζεύς· ὁ δὲ τῶν ἐπῶν ἐξηγητὴς, ἀρξάμενος μὲν, τοῖς ἔπεσιν ἀκολούθως λέγει· Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῶον ἐκ ζώων, θεὸς ἐκ θεῶν· σαφῶς τὸν θεολογούμενον Δία θεὸν, οὐδὲν ἄλλο ἢ τὸν ὁρώμενον καὶ αἰσθητὸν κόσμον δηλοῦσθαι, διὰ καὶ ἐπῶν ἑρμηνεύσας.
Through which words, having undisguisedly supposed the cosmos to be a great living being, and having addressed this as Zeus, he declared his mind to be the aether, and his body the remaining parts of the cosmos. Such a one, indeed, is the Zeus sketched through the verses; and the interpreter of the verses, at the beginning indeed, speaks conformably to the verses: Zeus, therefore, is the whole cosmos, a living being out of living beings, a god out of gods; having clearly expounded that the god Zeus spoken of in this theology is shown to be nothing else than the visible and perceptible cosmos, through the verses as well.
Αἰγυπτίων δὲ ὁ λόγος, παρ' ὧν καὶ Ὀρφεὺς τὴν θεολογίαν ἐκλαβὼν, τὸν κόσμον εἶναι τὸν Θεὸν ᾤετο, ἐκ πλειόνων θεῶν τῶν αὐτοῦ μερῶν (ὅτι καὶ τὰ μέρη τοῦ κόσμου θεολογοῦντες ἐν τοῖς πρόσθεν ἀπεδείχθησαν) συνεστῶτα· καὶ τούτου πλέον οὐδὲν τὰ παρατεθέντα τῶν ἐπῶν ῥήματα διεσάφησεν. Ὁ δὲ μετὰ τὴν πρώτην ἑρμηνείαν δευτέραν ἐξ αὑτοῦ προστίθησι, τὸν τῶν ὅλων ποιητὴν Θεὸν, τὸν δημιουργὸν νοῦν τοῦτον φάσκων εἶναι τὸν τεθεολογημένον. Πῶς δ' ἂν αὐτὸν τοῦτον ἐθεολόγει, ὃν μηδὲ τὴν ἀρχὴν ἔγνω ὁ τῶν ἐπῶν ποιητής; εἴτε ὁ Θρᾷξ εἴη Ὀρφεὺς, εἴ τις ἄλλος· εἰ δὴ παρ' Αιγυπτίων, ἢ καὶ τῶν πρώτων Ἑλλήνων ἥκοντα ἦν εἰς αὐτὸν τὰ τῆς θεολογίας· οἱ δέ γε ἀπεδείχθησαν οὐδὲν νοητὸν ἐπιστάμενοι, οὐδ' ἐν ἀφανεῖ καὶ ἀσωμάτῳ οὐσίᾳ περιεχόμενον, εἴ τῳ ἱκανὸς πιστώσασθαι ὁ Πλάτων, ὁμολογῶν ἐν Κρατύλῳ τοὺς πρώτους τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην, καὶ γῆν, καὶ ἄστρα, καὶ οὐρανόν. Καὶ ὁ Χαιρήμων δὲ μικρῷ ἔμπροσθεν ἐμαρτύρει, οὐδ' ἄλλο τι πρὸ τοῦ ὁρωμένου κόσμου τοὺς Αἰγυπτίους ἡγεῖσθαι, οὐδ' ἄλλους θεοὺς, πλὴν τῶν πλανητῶν καὶ τῶν λοιπῶν ἀστέρων· πάντα τε εἰς τὰ ὁρώμενα τοῦ κόσμου μέρη, καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ ζώσας οὐσίας ἑρμηνεύοντας.
Now the doctrine was of the Egyptians, from whom Orpheus also, having received his theology, thought that the cosmos was God, composed out of many gods, namely its own parts (because in what precedes they were shown to deify even the parts of the cosmos); and nothing more than this did the cited words of the verses make plain. Yet after the first interpretation he adds a second out of himself, asserting that God the Maker of all things, this creative Mind, is the one spoken of in this theology. But how could the poet of the verses—whether he were the Thracian Orpheus or someone else—have theologized of this very One, Whom he did not know at all in the first place, seeing that the matters of his theology had come to him from the Egyptians, or else from the first Greeks? And these, surely, were shown to know nothing intelligible, nor anything comprised in invisible and incorporeal essence, if Plato is sufficient to give assurance to anyone, acknowledging in the Cratylus that the first men around Greece regarded those alone as gods whom many of the barbarians now [regard], sun and moon, and earth, and stars, and heaven. And Chaeremon also a little earlier bore witness that the Egyptians regarded nothing else as prior to the visible cosmos, nor any other gods save the planets and the remaining stars, interpreting all things in reference to the visible parts of the cosmos, and nothing in reference to incorporeal and living essences.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ἔλεγχος καὶ ἀνατροπὴ τῆς καὶ τούτων βεβιασμένης ἀποδόσεως.
Refutation and overthrow of the forced rendering of these things also.
Ὁ δὴ οὖν ἐκ τούτων ὁρμώμενος ποιητὴς, πόθεν, ἢ πῶς, ἢ παρὰ τίνος λαβὼν ἐν τοῖς ἔπεσι τὸν ἐπέκεινα τοῦ κόσμου Θεὸν, καὶ τὸν ἡλίου, καὶ σελήνης, καὶ ἄστρων, αὐτοῦ τε οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν [γρ. κατεβάλλετο.] κατελάβετο; Ἀσωμάτου δὲ ἡ γνῶσις αὐτῷ πόθεν; Ἀλλ' οὐ τούτων γε οὐδὲν εἰδὼς τυγχάνει· ὁ γάρ τοι τῶν ὅλων δημιουργικὸς νοῦς οὔτ' ἐκ πλειόνων μερῶν συνέστη-
Whence, then, or how, or having received from whom, did the poet who set out from these sources grasp [var. set down] in his verses the God beyond the cosmos, and the Creator of sun, and moon, and stars, and of heaven itself and the entire cosmos? And whence came to him the knowledge of an incorporeal being? Nay, he happens to know nothing at all of these things; for indeed the creative Mind of all things neither out of many parts has been
Notes, col. 188

On the reading

Printed Αιγυπτίων, for Αἰγυπτίων.