κέναι τιμῆς καὶ δόξης, οἷον Ἡρακλέα, Διόνυσον, Ἀρισταῖον, καὶ τοὺς ἄλλους τοὺς τοιούτους ὁμοίως. Περὶ δὲ τῶν ἐπιγείων θεῶν, πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι παρὰ τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις. Καὶ τῶν μὲν ἱστορικῶν, Εὐήμερος ὁ τὴν ἱερὰν ἀναγραφὴν ποιησάμενος, ἰδίως ἀνέγραψε· τῶν δὲ μυθολόγων, Ὅμηρος, καὶ Ἡσίοδος, καὶ Ὀρφεὺς, καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν. Ἡμεῖς δὲ τὰ παρ' ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. Εὐήμερος μὲν οὖν φίλος γεγονὼς Κασσάνδρου βασιλέως, καὶ διὰ τοῦτον ἠναγκασμένος τελεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημίας, φησὶν ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸν Ὠκεανόν. Ἐκπλεύσαντα δὲ αὐτὸν ἐκ τῆς εὐδαίμονος Ἀραβίας, ποιήσασθαι τὸν πλοῦν δι' Ὠκεανοῦ πλείους ἡμέρας, καὶ προσενεχθῆναι νήσοις πελαγίαις· ὧν μίαν ὑπερέχειν, τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾗ τεθεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ διαφέροντας, καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεστάταις θυσίαις, καὶ ἀναθήμασιν ἀξιολόγοις, ἀργυροῖς τε καὶ χρυσοῖς· εἶναι δὲ τὴν νῆσον ἱερὰν θεῶν. Καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα, καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ ὧν τὰ κατὰ μέρος, ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν· εἶναι δ' ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ' ὑπερβολὴν, ἱερὸν Διὸς Τριφυλαίου, καθιδρυμένον ὑπ' αὐτοῦ, καθ' ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης, ἔτι κατὰ ἀνθρώπους ὠν. Ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾗ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Διὸς πράξεις κεφαλαιωδῶς. Μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν βασιλέα γεγονέναι, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργέτην, καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα. Ὅν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεοὺς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι. Υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας, Πᾶνα καὶ Κρόνον· θυγατέρας δὲ, Ῥέαν καὶ Δήμητραν. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν, καὶ γήμαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν, καὶ Ποσειδῶνα. Τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν τοῦ Κρόνου, γῆμαι Ἥραν, καὶ Δήμητραν, καὶ Θέμιν· ἐξ ὧν παῖδας ποιήσασθαι, Κουρήτας μὲν ἀπὸ τῆς πρώτης, Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. Ἐλθόντα δὲ εἰς Βαβυλῶνα, ἐπιξενωθῆναι Βήλῳ· καὶ μετὰ ταῦτα εἰς τὴν Πάγχαιαν νῆσον πρὸς Ὠκεανῷ κειμένην παραγενόμενον, Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι. Κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσσιον, ἐξ οὗ καὶ τὸ Κάσσιον ὄρος. Ἐλθόντα δὲ εἰς Κιλικίαν, πολέμῳ νικῆσαι Κίλικα τοπάρχην. Καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρ' ἅπασι τιμηθῆναι, καὶ θεὸν ἀναγορευθῆναι. » Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν, περὶ τῶν θεῶν διελθὼν, ἐπιφέρει λέγων· « Καὶ περὶ μὲν Εὐημέρου τοῦ συνταξαμένου τὴν ἱερὰν ἀναγραφην, ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι. Τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν, ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ, πειρασόμεθα συν-
tained honour and glory, such as Heracles, Dionysus, Aristaeus, and the others of that sort likewise. Concerning the earthly gods, many and varied accounts have been handed down among both historians and mythographers. And of the historians, Euhemerus, who composed the Sacred Record, wrote a special account; while of the mythologists, Homer, and Hesiod, and Orpheus, and others of that kind have fabricated more monstrous myths concerning the gods. We, however, shall endeavour to run over briefly the things recorded by both, aiming at due proportion. Now Euhemerus, having become a friend of King Cassander, and being obliged on his account to perform certain royal services and great journeys abroad, says that he travelled far off towards the south into the Ocean. And having set sail from fortunate Arabia, he made a voyage through the Ocean for several days, and put in at islands in the open sea; one of which excelled the rest, that named Panchaea, wherein he beheld the Panchaean inhabitants excelling in piety, and honouring the gods with most magnificent sacrifices and notable votive offerings of silver and of gold; and that the island is sacred to the gods. And there were sundry other things admired both for their antiquity and for the manifold skill of their construction, the particulars whereof we have recorded in the books preceding this; and on it, upon a certain exceedingly high hill, there is a sanctuary of Zeus Triphylaeus, founded by himself at the time when he reigned over the whole inhabited world, while he was still among men. In this sanctuary there is a golden stele, on which are inscribed summarily in Panchaean letters the deeds of Uranus and Cronus and Zeus. After these things he says that Uranus first became king, a gentle man and a benefactor, and skilled in the movement of the stars. He was also the first to honour the heavenly gods with sacrifices, wherefore he was also addressed as Uranus. And sons were born to him from his wife Hestia, Pan and Cronus; and daughters, Rhea and Demeter. And Cronus reigned after Uranus, and having married Rhea begot Zeus and Hera, and Poseidon. And Zeus, having succeeded to the kingdom of Cronus, married Hera, and Demeter, and Themis; by whom he begot children, the Curetes from the first, Persephone from the second, and Athena from the third. And having come to Babylon, he was entertained as a guest by Belus; and after these things, having arrived at the island of Panchaea lying by the Ocean, he set up an altar of Uranus his own grandsire. And from there he came through Syria to Cassius, the ruler of that time, after whom also Mount Cassius is named. And having come into Cilicia, he conquered in war Cilix the toparch. And having visited very many other nations besides, he was honoured among them all, and proclaimed a god." Having gone through these things and others like them concerning the gods as though concerning mortal men, he adds, saying: "Now concerning Euhemerus, who compiled the Sacred Record, we shall be content with what has been said. As for the myths told among the Greeks concerning the gods, following Hesiod and Homer and Orpheus, we shall endeavour sum-