Migne Reading Room

PG 21 · cols. 70–80 · Read from the page

Preparation for the Gospel, Book I

Preparation for the Gospel, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 21:70Read from the page
Ἀλλ' ὅτι μὲν οἱ πρῶτοι καὶ παλαιότατοι τῶν ἀνθρώπων, οὔτε ναῶν οἰκοδομίαις προσεῖχον, οὔτε ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς, οὐδὲ πλαστικῆς, ἢ γλυπτικῆς, ἢ ἀνδριαντοποιητικῆς τέχνης ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς, οὐδὲ ἀρχιτεκτονικῆς συνεστώσης, παντί τῳ οἶμαι συλλογιζομένῳ δῆλον εἶναι. Ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν, οὔτ' οὖν τις ἦν αὐτοῖς Ζεὺς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ Διόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄῤῥην θεὸς, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλὰ οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν τε προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανε, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζώων θυσίαις, καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτερος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμένων φωνῶν, καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπόδειξιν παρασχομένη. Τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ' ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ καταρχὰς τὴν τῶν ὁρωμένων φωστήρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραίων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι τῆς θεωρίας τοῦ τῶν ὅλων ποιητοῦ καὶ δημιουργοῦ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας. Οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς, ἢ βαρβαρικῆς τοῖς παλαιτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἵδρυσις, οὐδ' ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρρένων τε καὶ θηλειῶν κατονομασίας. Αἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα, ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα, οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο· ἀλλ' οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀποῤῥήτων τελετῶν μυστήρια· οὐδ' ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαιμονίας. Ἀνθρώπων ἄρα ἦν ταῦτα εὑρήματα, καὶ θνητῆς φύσεως ἀναπλάσματα· μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ' ἡμῖν θεῖον λόγιον, τὸ φάσκον· « Ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων. » Ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ Αἰγυπτίων, διαβᾶσα δὲ ἐκ τούτων ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ μέχρις αὐτῶν Ἑλλήνων. Ὡς καὶ τοῦτο πάλιν, ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέψασθαι καιρὸς, ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους.
Now that the first and most ancient of men gave heed neither to the building of temples nor to the setting up of carved images, since neither the art of painting, nor of modelling, or carving, or statue-making had then as yet been invented, nor indeed was that of building or architecture established, is, I think, evident to everyone who reflects. And that neither was any memory of the gods and heroes named thereafter present among the men of that time, so that they had no Zeus, no Cronus, no Poseidon, no Apollo, no Hera, no Athena, no Dionysus, nor any other female and male god, such as existed in tens of thousands thereafter among both barbarians and Greeks, nay, nor was any good or evil daemon revered among men, whereas only the visible heavenly stars, from theein, which is to run, both obtained the appellation of gods, as they themselves say, and not even these were worshipped with sacrifices of living creatures and the honours devised thereafter—this is not our account, but from home and out of the Greeks themselves comes the testimony, furnishing the demonstration through the utterances already set forth and those to be set forth again next in order. And this the sacred oracles among us also teach, containing that in the beginning the honour of the visible luminaries was assigned to all the nations, whereas to the race of the Hebrews alone was entrusted the vision of the contemplation of God the Maker and Framer of all things, and of true piety towards Him. There was, then, no account of Greek or barbarian theogony among the most ancient of men, nor setting up of carved images, nor the present great idle talk of the naming of male and female gods. At all events, the appellations and the names, invented later from men, were not yet at that time known among men; nor yet invocations of daemons and invisible spirits, not outlandish mythologies concerning gods and heroes, not mysteries of secret rites; nor anything at all of the abundant and prating superstition of later men. Of men, then, were these inventions, and figments of mortal nature; or rather contrivances of shameful and licentious ways, according to the divine oracle among us, which says: "The beginning of fornication is the devising of idols." At all events, the polytheistic error of all the nations has appeared long ages later, having begun from Phoenicians and Egyptians, and having passed over from these to the rest of the nations, even as far as the Greeks themselves. As this too, again, the history of the most ancient men holds, which also it is seasonable to examine, beginning from Phoenician matters.
PG 21:72Read from the page
Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαίτατος, καὶ τῶν Τρωϊκῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ' ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. Φίλων δὲ τούτου πᾶσαν τὴν συγγραφὴν, ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώσσης ἐπὶ τὴν Ἑλλάδα φωνὴν, ἐξέδωκε. Μέμνηται τούτων ὁ καθ' ἡμᾶς τὴν καθ' ἡμῶν πεποιημένος συσκευὴν, ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν. « Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως Θεοῦ τοῦ Ἰευώ. Ὅς Ἀβιβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς, ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας, παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων, καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ κατὰ τὴν Φοινίκων διάλεκτον, φιλαλήθως τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων, καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας, ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν, ἢ κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται· τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσαν ἡρμήνευσε Φίλων ὁ Βύβλιος. » Ταῦτα μὲν ὁ δηλωθεὶς, ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. Ὁ δὲ προϊὼν, οὐ τὸν ἐπὶ πάντων Θεὸν, οὐδὲ μὴν τοὺς κατ' οὐρανὸν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι, ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ· καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι, τοὺς εἰσέτι καὶ νῦν θεοὺς παρὰ τοῖς πᾶσι νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς χώρας. Δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. Ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιάθωνος πραγματείαν διελὼν, κατὰ τὸ προοίμιον τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· « Τούτων οὕτως ἐχόντων, ὁ Σαγχουνιάθων ἀνὴρ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος, καὶ τὰ ἐξ ἀρχῆς, ἀφ' οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολὺ φροντιστικῶς ἐξεμάστευσε τὰ Τααύτου, εἰδὼς, ὅτι τῶν ὑφ' ἥλιον γεγονότων, πρῶτός ἐστι Τάαυτος ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας, καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας· καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωὺθ, Ἀλεξανδρεῖς δὲ Θὼθ, Ἑρμῆν δὲ Ἕλληνες μετέφρασαν. » Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς νεωτέροις τοῖς μετὰ ταῦτα, ὡς ἂν βεβιασμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ' ἀλληγορίας καὶ φυσικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσι· λέγει δ' οὖν προϊών· « Ἀλλ' οἱ μὲν νεώτατοι τῶν ἱερολόγων, τὰ μὲν γεγονότα
Now Sanchuniathon relates these things, a very ancient man and older, as they say, than the Trojan times, whom they testify to have been approved for accuracy and truth of Phoenician history. And Philo of Byblus, not the Hebrew, translated his whole treatise from the tongue of the Phoenicians into the Greek speech and published it. He who in our own day contrived the plot against us makes mention of these things in the fourth book of his work against us, testifying to the man word for word thus. "And Sanchuniathon of Berytus relates the matters concerning the Jews most truly, seeing that they agree most closely both with their places and with their names, having received the records from Hierombalus the priest of the God Ieuo. Who, having dedicated the history to Abibalus king of the Berytians, was approved by him and by the examiners of truth of his time. And the times of these men fall even before the Trojan times, and draw near almost to those of Moses, as the successions of the kings of Phoenicia indicate. And Sanchuniathon, in the dialect of the Phoenicians, having with love of truth collected and compiled the ancient history out of the municipal records and the registers in the sanctuaries, lived in the time of Semiramis queen of the Assyrians, who is recorded to have lived before the Trojan events, or at least in those very times; and the works of Sanchuniathon Philo of Byblus translated into the Greek tongue." Thus the man mentioned, testifying at once to the truth and to the antiquity of this theologian. Yet going forward, he treats as gods not the God over all, nor indeed those in heaven, but mortal men and women, not even refined in character, such as for virtue it would be worthy to approve or to emulate for philosophy, nay rather clothed in the wickedness of every baseness and depravity; and he testifies that these are those very ones who even down to the present are still deemed gods among all throughout both cities and lands. Receive also of these things the demonstrations from the written records. Philo, then, having divided the whole treatise of Sanchuniathon into nine books, in the preface of the first book premises in these very words concerning Sanchuniathon the following: "These things being so, Sanchuniathon, being a man of much learning and busy inquiry, and longing to know from all sources the things from the beginning, since all things came together, searched out with great care the works of Taautus, knowing that of those who have been beneath the sun Taautus is the first who devised the invention of letters and began the writing of records; and from him laying as it were a foundation of his account, whom the Egyptians called Thouth, and the Alexandrians Thoth, and the Greeks translated Hermes." Having said these things, he finds fault with the younger writers after these things, as violently and untruly referring the myths concerning the gods to allegories and physical narratives and theories; accordingly, going forward, he says: "But the latest of the expounders of sacred matters, as for the bygone
Notes, col. 72

On the reading

Printed Ὅς, for Ὃς.

PG 21:73Read from the page
πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας καὶ μύθους ἐπινοήσαντες, καὶ τοῖς κοσμικοῖς παθήμασι συγγένειαν πλασάμενοι, μυστήρια κατέστησαν, καὶ πολὺν αὐτοῖς ἐπῆγον τῦφον, ὡς μὴ ῥᾳδίως τινὰ συνορᾷν τὰ κατ' ἀλήθειαν γενόμενα. Ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀποκρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν πᾶσι γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησε· καὶ τέλος ἐπιθεὶς τῇ πραγματείᾳ, τὸν κατ' ἀρχὰς μῦθον, καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηνύσατο τὴν πρόθεσιν, ἕως πάλιν οἱ ἐπιγενόμενοι ἱερεῖς, χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι, καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι. Ἐξ οὗ τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας. » Τούτοις ἑξῆς φησιν· « Ταῦθ' ἡμῖν εὕρηται, ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι, καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην, οὐχὶ τὴν παρ' Ἕλλησι· διάφωνος γὰρ αὕτη, καὶ φιλονεικότερον ὑπ' ἐνίων μᾶλλον, ἢ πρὸς ἀλήθειαν συντεθεῖσα. » Καὶ μεθ' ἕτερα· « Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη, ὡς ἐκεῖνος γέγραφε, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ' Ἕλλησι, περὶ ἧς μοι τρία πεφιλοτίμηται βιβλία τὴν ἐπιγραφὴν ἔχοντα Παραδόξου Ἱστορίας. » Καὶ αὖθις μεθ' ἕτερα ἐπιλέγει· « Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν, καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαιότατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι, παρ' ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας, ἢ καὶ κατά τι εὖ ποιήσαντας τὰ ἔθνη· εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι, ὡς θεοὺς προσεκύνουν· καὶ εἰς τὸ χρεὼν καταστάντας ναοὺς μετασκευασάμενοι, στήλας τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν, καὶ ταῦτα μεγάλως σεβόμενοι, καὶ ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες. Ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων βασιλέων, τοῖς κοσμικοῖς στοιχείοις, καὶ τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας ἐπέθεσαν· φυσικοὺς δὲ, ἥλιον, καὶ σελήνην, καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας, καὶ τὰ στοιχεῖα, καὶ τὰ τούτοις συναφῆ, θεοὺς μόνους ἐγίνωσκον, ὥστ' αὐτοῖς τοὺς μὲν θνητοὺς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι. » Ταῦτα κατὰ προοίμιον ὁ Φίλων διαστειλάμενος, ἑξῆς ἀπάρχεται τῆς τοῦ Σαγχουνιάθωνος ἑρμηνείας, ὧδέ πως τὴν Φοινικικὴν ἐκτιθέμενος θεολογίαν.
events, dismissed them from the outset, and having devised allegories and myths, and fashioned a kinship with cosmic affections, established mysteries, and brought much murky pride upon them, so that one might not easily perceive the things that in truth happened. But he, lighting upon the secret works discovered from the inner shrines, composed in letters of the Ammuneans, which indeed were not known to all, himself practised the study of them all; and putting an end to the undertaking, having set aside the myth at the threshold and the allegories, he accomplished his purpose, until again the priests who arose afterwards, in later times, wished to conceal it and to restore it to the mythical; whence the mystical element began to emerge, not yet having reached the Greeks." Next after these things he says: "These things have been found by us, longing to know carefully the matters of the Phoenicians, and having searched out much material, not that among the Greeks; for that is discordant, and composed by some rather out of contentiousness than with a view to truth." And after other matters: "And the conviction came upon us that matters stand thus, as that man has written, seeing the discord among the Greeks, concerning which three books have been studiously wrought by me bearing the title Of Paradoxical History." And again after other matters he adds: "And it is necessary to articulate beforehand, for subsequent clarity and the discernment of particulars, that the most ancient of the barbarians, and especially both Phoenicians and Egyptians, from whom the rest of men also received [this], deemed as greatest gods those who had discovered the things needful for livelihood, or in some respect had done good to the nations; and holding these to be benefactors and authors of many good things, they worshipped them as gods; and when they had passed to their appointed end, having refitted sanctuaries, they consecrated both pillars and staves after their name, and revering these greatly, the Phoenicians assigned to them the greatest festivals. And especially from their own kings also they imposed appellations upon the cosmic elements and upon certain of the supposed gods; and as natural gods they knew only sun, and moon, and the remaining wandering stars, and the elements, and the things conjoined with these, so that they had some mortal and some immortal gods." Having made these distinctions in his preface, Philo next begins the translation of Sanchuniathon, setting forth somehow thus the Phoenician theology.
PG 21:76Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Φοινίκων θεολογία.
Theology of the Phoenicians.
« Τὴν τῶν ὅλων ἀρχὴν ὑποτίθεται ἀέρα ζοφώδη καὶ πνευματώδη, ἢ πνοὴν ἀέρος ζοφώδους, καὶ χάος θολερὸν, ἐρεβῶδες. Ταῦτα δὲ εἶναι ἄπειρα, καὶ διὰ πολὺν αἰῶνα μὴ ἔχειν πέρας. Ὅτε δὲ, φησὶν, ἠράσθη τὸ πνεῦμα τῶν ἰδίων ἀρχῶν, καὶ ἐγένετο σύγκρασις, ἡ πλοκὴ ἐκείνη ἐκλήθη Πόθος. Αὕτη δὲ ἀρχὴ κτίσεως ἁπάντων· αὐτὸ δὲ οὐκ ἐγίνωσκε τὴν αὐτοῦ κτίσιν, καὶ ἐκ τῆς αὐτοῦ συμπλοκῆς τοῦ πνεύματος, ἐγένετο Μώτ. Τοῦτό τινές φασιν ἰλὺν, οἱ δὲ, ὑδατώδους μίξεως σῆψιν. Καὶ ἐκ ταύτης ἐγένετο πᾶσα σπορὰ κτίσεως, καὶ γένεσις τῶν ὅλων. Ἦν δέ τινα ζῶα οὐκ ἔχοντα αἴσθησιν, ἐξ ὧν ἐγένετο ζῶα νοερὰ, καὶ ἐκλήθη Ζωφασημὶν, τοῦτ' ἔστιν οὐρανοῦ κατόπται. Καὶ ἀνεπλάσθη ὁμοίως σχήματι· καὶ ἐξέλαμψε Μὼτ ἥλιός τε καὶ σελήνη, ἀστέρες τε καὶ ἄστρα μεγάλα. » Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία, ἀντικρὺς ἀθεότητα εἰσάγουσα. Ἴδωμεν δὲ ἑξῆς, ὡς καὶ τὴν ζωογονίαν ὑποστῆναι λέγει. Φησὶν οὖν· « Καὶ τοῦ ἀέρος διαυγάσαντος, διὰ πύρωσιν καὶ τῆς θαλάσσης καὶ τῆς γῆς ἐγένετο πνεύματα, καὶ νέφη, καὶ οὐρανίων ὑδάτων μέγισται καταφοραὶ καὶ χύσεις. Καὶ ἐπειδὴ διεκρίθη, καὶ τοῦ ἰδίου τόπου διεχωρίσθη διὰ τὴν τοῦ ἡλίου πύρωσιν, καὶ πάντα συνήντησε πάλιν ἐν ἀέρι τάδε τοῖσδε, καὶ συνέῤῥαξαν· βρονταί τε ἀπετελέσθησαν καὶ ἀστραπαὶ, καὶ πρὸς τὸν πάταγον τῶν βροντῶν τὰ προγεγραμμένα νοερὰ ζῶα ἐγρηγόρησεν καὶ πρὸς τὸν ἦχον ἐπτύρη, καὶ ἐκινήθη ἔν τε γῇ καὶ θαλάσσῃ ἄῤῥεν καὶ θῆλυ. » Τοιαύτη αὐτοῖς καὶ ἡ ζωογονία. Τούτοις ἑξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει, λέγων· « Ταῦθ' εὑρέθη ἐν τῇ κοσμογονίᾳ γεγραμμένα Τααύτου, καὶ τοῖς ἐκείνου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν καὶ τεκμηρίων, ὧν ἑώρακεν αὐτοῦ ἡ διάνοια, καὶ εὗρε, καὶ ἡμῖν ἐφώτισεν. » Ἐξῆς τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν Νότου καὶ Βορέου, καὶ τῶν λοιπῶν, ἐπιλέγει· « Ἀλλ' οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς βλαστήματα, καὶ θεοὺς ἐνόμισαν, καὶ προσεκύνουν ταῦτα, ἀφ' ὧν αὐτοί τε διεγίνοντο, καὶ οἱ ἑπόμενοι, καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐποίουν. » Καὶ ἐπιλέγει· « Αὗται δ' ἦσαν αἱ ἐπίνοιαι τῆς προσκυνήσεως, ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ, καὶ ψυχῆς ἀτολμίᾳ. Εἶτά φησι γεγενῆσθαι ἐκ τοῦ Κολπία ἀνέμου, καὶ γυναικὸς αὐτοῦ Βάαν, τοῦτο δὲ νύκτα ἑρμηνεύειν, Αἰῶνα καὶ Πρωτόγονον θνητοὺς ἄνδρας, οὕτω καλουμένους. Εὑρεῖν δὲ τὸν Αἰῶνα τὴν ἀπὸ τῶν δένδρων τροφήν. Ἐκ τούτων τοὺς γενομένους κληθῆναι Γένος, καὶ Γενεὰν, καὶ οἰκῆσαι τὴν Φοινίκην. Αὐχμῶν δὲ γενομένων, τὰς χεῖρας ὀρέγειν εἰς οὐρανοὺς πρὸς
"As the principle of all things he posits dark and windy air, or a blast of dark air, and turbid, murky chaos; and that these are boundless, and for a long age have no limit. But when, says he, the spirit fell in love with its own principles, and a blending came about, that intertwining was called Desire. This is the beginning of the creation of all things; yet it itself did not know its own creation, and out of its intertwining of the spirit came Mot. Some say this is mud, others the putrefaction of a watery mixture. And out of this came every seed of creation, and the generation of all things. And there were certain living creatures having no sensation, out of which came intelligent living creatures, and they were called Zophasemin, that is, beholders of heaven. And it was fashioned alike in shape; and Mot shone forth, both sun and moon, stars also and great constellations." Such is their cosmogony, directly introducing godlessness. Let us see next how he says the generation of living creatures also took place. Accordingly he says: "And when the air grew radiant, through the fiery heating both of the sea and of the earth there arose winds, and clouds, and mighty downpours and floods of heavenly waters. And after they were parted, and separated from their own place through the fiery heating of the sun, and all met together again in the air, these clashing with those, both thunders were produced and lightnings, and at the crash of the thunders the aforesaid intelligent living creatures awoke and were startled at the sound, and male and female moved in both earth and sea." Such for them is the generation of living creatures also. Next after these things the same writer subjoins, saying: "These things were found written in the cosmogony of Taautus, and in his records, from both conjectures and tokens which his mind saw, and found out, and brought to light for us." Next to these things, after speaking the names of the winds, Notus and Boreas and the rest, he adds: "Yet these first consecrated the shoots of the earth, and deemed them gods, and worshipped these, whereon both they themselves subsisted, and those who followed, and all those before them, and they made drink-offerings and sacrifices." And he adds: "And these were the conceptions of their worship, like unto their weakness, and lack of boldness of soul. Then he says there were born from the wind Colpia and his wife Baan—and this he translates night—Aeon and Protogonus, mortal men, so called; and that Aeon discovered the nourishment from trees. That those born from these were called Genos and Genea, and inhabited Phoenicia. And when droughts occurred, they stretched out their hands towards the heavens to
Notes, col. 76

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

PG 21:77Read from the page
τὸν Ἥλιον. Τοῦτον γὰρ, φησὶ, Θεὸν ἐνόμιζον μόνον οὐρανοῦ κύριον, Βεελσάμην καλοῦντες, ὅ ἐστι παρὰ Φοίνιξι Κύριος οὐρανοῦ, Ζεὺς δὲ παρ' Ἕλλησι.» Μετὰ ταῦτα πλάνην Ἕλλησιν αἰτιᾶται λέγων· «Οὐ γὰρ ματαίως αὐτὰ πολλαχῶς διεστειλάμεθα, ἀλλὰ πρὸς τὰς αὖθις παρεκδοχὰς τῶν ἐν τοῖς πράγμασιν ὀνομάτων, ἅπερ οἱ Ἕλληνες ἀγνοήσαντες, ἄλλως ἐξεδέξαντο, πλανηθέντες τῇ ἀμφιβολίᾳ τῆς μεταφράσεως. Ἐξῆς φησιν ἀπὸ Γένους Αἰῶνος καὶ Πρωτογόνου γενηθῆναι αὖθις παῖδας θνητοὺς, οἷς εἶναι ὀνόματα Φῶς καὶ Πῦρ καὶ Φλόξ. Οὗτοι, φησὶν, ἐκ παρατριβῆς ξύλων εὖρον πῦρ, καὶ τὴν χρῆσιν ἐδίδαξαν. Υἱοὺς δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας· ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν ἐπετέθη, ὧν ἐκράτησαν ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον, καὶ τὸν Λίβανον, καὶ τὸν Ἀντιλίβανον, καὶ τὸ Βραθύ. Ἐκ τούτων, φησὶν, ἐγεννήθησαν Μημροῦμος καὶ ὁ Ὑψουράνιος. Ἀπὸ μητέρων δὲ, φησὶν, ἐχρημάτιζον τῶν τότε γυναικῶν ἀναίδην, μισγομένων οἷς ἂν ἐντύχοιεν. Εἶτά φησι τὸν Ὑψουράνιον οἰκῆσαι Τῦρον, καλύβας τε ἐπινοῆσαι ἀπὸ καλάμων, καὶ θρύων, καὶ παπύρων· στασιάσαι δὲ πρὸς τὸν ἀδελφὸν Οὔσωον, ὃς σκέπην τῷ σώματι πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσε συλλαβεῖν θηρίων εὖρε. Ῥαγδαίων δὲ γενομένων ὄμβρων καὶ πνευμάτων, παρατριβέντα τὰ ἐν τῇ Τύρῳ δένδρα πῦρ ἀνάψαι, καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι. Δένδρου δὲ λαβόμενον τὸν Οὔσωον καὶ ἀποκλαδεύσαντα, πρῶτον τολμῆσαι εἰς θάλασσαν ἐμβῆναι· ἀνιερῶσαι δὲ δύο στήλας πυρί τε καὶ πνεύματι, καὶ προσκυνῆσαι, ἅμα τε σπένδειν αὐταῖς ἐξ ὧν ἤγρευε θηρίων. Τούτων δὲ τελευτησάντων, τοὺς ἀπολειφθέντας φησὶ ῥάβδους αὐτοῖς ἀφιερῶσαι, καὶ τὰς στήλας προσκυνεῖν, καὶ τούτοις ἑορτὰς ἄγειν κατ' ἔτος. Χρόνοις δὲ ὕστερον πολλοῖς ἀπὸ τῆς Ὑψουρανίου γενεᾶς, γενέσθαι Ἀγρέα καὶ Ἁλιέα, τοὺς ἁλείας καὶ ἄγρας εὑρετὰς, ἐξ ὧν κληθῆναι ἀγρευτὰς καὶ ἁλιεῖς. Ἐξ ὧν γενέσθαι δύο ἀδελφοὺς σιδήρου εὑρετὰς, καὶ τῆς τούτου ἐργασίας· ὧν θάτερον τὸν Χρυσὼρ λόγους ἀσκῆσαι, καὶ ἐπῳδὰς καὶ μαντείας· εἶναι δὲ τοῦτον τὸν Ἥφαιστον, εὑρεῖν δὲ καὶ ἄγκιστρον, καὶ δέλεαρ, καὶ ὁρμιὰν, καὶ σχεδίαν, πρῶτόν τε πάντων ἀνθρώπων πλεῦσαι. Διὸ καὶ ὡς θεὸν αὐτὸν μετὰ θάνατον ἐσεβάσθησαν. Καλεῖσθαι δὲ αὐτὸν καὶ Διαμίχιον. Οἱ δὲ τοὺς ἀδελ-
the Sun. For him alone, he says, they deemed God, lord of heaven, calling him Beelsamen, which among the Phoenicians is Lord of heaven, and among the Greeks Zeus." After these things he charges error upon the Greeks, saying: "For not in vain have we distinguished these matters in manifold ways, but with a view to the subsequent misapprehensions of the names applied to things, of which the Greeks, being ignorant, took them otherwise, being led astray by the ambiguity of the translation. Next he says that from Genos, [son] of Aion and Protogonos, there were begotten again mortal children, whose names were Light and Fire and Flame. These, he says, discovered fire from the rubbing together of pieces of wood, and taught its use. And these begot sons surpassing in size and pre-eminence, whose names were set upon the mountains of which they made themselves masters, so that after them were named Cassion, and Libanos, and Antilibanos, and Brathy. From these, he says, were begotten Memroumos and Hypsouranios. And they took their names, he says, from their mothers, the women of that time shamelessly mingling with whomsoever they chanced to meet. Then he says that Hypsouranios settled Tyre, and devised huts made of reeds, and rushes, and papyri; and that he quarrelled with his brother Ousoos, who first discovered a covering for the body out of skins of wild beasts which he was strong enough to seize. And when furious rains and winds arose, the trees in Tyre, being rubbed against one another, kindled fire, and burnt down the forest there. And Ousoos, taking hold of a tree and lopping off its branches, first dared to embark upon the sea; and he consecrated two pillars to fire and wind, and worshipped them, and at the same time poured libations to them from the wild beasts which he hunted. And when these died, those who were left behind, he says, consecrated rods to them, and worshipped the pillars, and held festivals in their honour year by year. And in times long afterwards, from the race of Hypsouranios arose Agreus and Halieus, the inventors of fishing and hunting, after whom hunters and fishermen were named. From these arose two brothers, inventors of iron and of the working thereof; one of whom, Chrysor, practised discourses, and incantations and divinations; and this was Hephaistos, and he also invented hook, and bait, and fishing-line, and raft, and was the first of all men to sail. Wherefore they also reverenced him as a god after his death. And he is also called Diamichios. And others the broth-
Notes, col. 77

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

Printed εὖρον, for εὗρον.

Printed Τῦρον, for Τύρον.

Printed εὖρε, for εὗρε.

PG 21:80Read from the page
φοὺς αὐτοῦ τοίχους φασὶν ἐπινοῆσαι ἐκ πλίνθων. μετὰ ταῦτα ἐκ τοῦ γένους τούτου γενέσθαι νεανίδας δύο, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν Τεχνίτην, τὸν δὲ γήϊνον Αὐτόχθονα. Οὗτοι ἐπενόησαν τῷ πηλῷ τῆς πλίνθου συμμιγνύειν φορυτὸν, καὶ τῷ ἡλίῳ αὐτὰς τερσαίνειν, ἀλλὰ καὶ στέγας ἐξεῦρον. Ἀπὸ τούτων ἐγένοντο ἕτεροι, ὧν ὁ μὲν Ἀγρὸς ἐκαλεῖτο, ὁ δὲ Ἀγρούηρος ἢ Ἀγρότης, οὗ καὶ ξόανον εἶναι μάλα σεβάσμιον, καὶ ναὸν ζυγοφορούμενον ἐν Φοινίκῃ· παρὰ δὲ βιβλίοις ἐξαιρέτως θεῶν ὁ μέγιστος ὀνομάζεται. Ἐπενόησαν δὲ οὗτοι αὐλὰς προστιθέναι τοῖς οἴκοις, καὶ περιβόλαια, καὶ σπήλαια. Ἐκ τούτων ἀγρόται καὶ κυνηγοί. Οὗτοι δὲ καὶ Ἀλῆται καὶ Τιτᾶνες καλοῦνται. Ἀπὸ τούτων γενέσθαι Ἀμύνον καὶ Μάγον, οἳ κατέδειξαν κώμας καὶ ποίμνας. Ἀπὸ τούτων γενέσθαι Μισὼρ καὶ Συδὺκ, τουτέστιν εὔλυτον καὶ δίκαιον. Οὗτοι τὴν τοῦ ἁλὸς χρῆσιν εὖρον. Ἀπὸ Μισὼρ Τάαυτος, ὃς εὖρε τὴν τῶν πρώτων στοιχείων γραφήν· ὃν Αἰγύπτιοι μὲν Θωὼρ, Ἀλεξανδρεῖς δὲ Θωῦθ, Ἕλληνες δὲ Ἑρμῆν ἐκάλεσαν· ἐκ δὲ τοῦ Συδὺκ, Διόσκουροι, ἢ Καβειροὶ, ἢ Κορύβαντες, ἢ Σαμοθρᾶκες. Οὗτοι, φησὶ, πρῶτοι πλοῖον εὖρον. Ἐκ τούτων γεγόνασιν ἕτεροι, οἳ καὶ βοτάνας εὖρον, καὶ τὴν τῶν δακετῶν ἴασιν, καὶ ἐπῳδάς. Κατὰ τούτους γίνεταί τις Ἐλιοῦν καλούμενος Ὕψιστος, καὶ θήλεια λεγομένη Βηρούθ, οἳ καὶ κατῴκουν περὶ Βύβλον, ἐξ ὧν γεννᾶται Ἐπίγειος ἢ Αὐτόχθων, ὃν ὕστερον ἐκάλεσαν Οὐρανόν· ὡς ἀπ' αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς στοιχεῖον, δι' ὑπερβολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν. Γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων, ἣ καὶ ἐκλήθη Γῆ, καὶ διὰ τὸ κάλλος, ἀπ' αὐτῆς, φησὶν, ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. Ὁ δὲ τούτων πατὴρ ὁ Ὕψιστος ἐκ συμβολῆς θηρίων τελευτήσας ἀφιερώθη, ᾧ καὶ χοὰς καὶ θυσίας οἱ παῖδες ἐτέλεσαν. Παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχὴν, ἄγεται πρὸς γάμον τὴν ἀδελφὴν Γῆν, καὶ ποιεῖται ἐξ αὐτῆς παῖδας δʹ, Ἴλον, ὃν καὶ Κρόνον, καὶ Βέτυλον, καὶ Δαγὼν, ὅς ἐστι Σίτων, καὶ Ἄτλαντα. Καὶ ἐξ ἄλλων δὲ γαμετῶν ὁ Οὐρανὸς πολλὴν ἔσχε γενεάν. Διὸ καὶ χαλεπαίνουσα ἡ Γῆ, τὸν Οὐρανὸν ζηλοτυποῦσα ἐκάκιζεν, ὡς καὶ διαστῆναι ἀλλήλων. Ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ βίας, ὅτε καὶ ἐβούλετο ἐπιὼν, καὶ πλησιάζων αὐτῇ, πάλιν ἀπηλλάττετο. Ἐπεχείρει δὲ καὶ τοὺς ἐξ αὐτῆς παῖδας διαφθείρειν, τὴν δὲ Γῆν ἀμύνασθαι πολλάκις, συμμαχίαν αὐτῇ συλλεξαμένην. Εἰς ἄνδρας δὲ προελθὼν ὁ Κρόνος, Ἑρμῇ τῷ Τρισμεγίστῳ συμβούλῳ καὶ βοηθῷ χρώμενος, οὗτος γὰρ ἦν αὐτοῦ γραμματεὺς, τὸν πατέρα Οὐρανὸν ἀμύνεται, τιμωρῶν τῇ μητρί. Κρόνου δὲ γίνονται παῖδες, Περσεφόνη καὶ Ἀθηνᾶ. Ἡ μὲν οὖν πρώτη παρθένος ἐτελεύτα· τῆς δὲ Ἀθη-
ers of his devised walls made of bricks, they say. After these things there sprang from this race two maidens, and the one of them was called Technites, and the other the earthy Autochthon. These devised mixing chaff with the clay of the brick, and drying them in the sun, and moreover invented roofs. From these arose others, of whom the one was called Agros, and the other Agroueros or Agrotes, of whom there is both a very venerable wooden image, and a shrine drawn by yoked beasts in Phoenicia; and in books he is pre-eminently named the greatest of gods. And these devised adding courtyards to houses, and enclosures, and caves. From these came husbandmen and huntsmen. And these are also called Aletai and Titans. From these arose Amynos and Magos, who showed forth villages and flocks. From these arose Misor and Sydyk, that is, easy to loose and just. These discovered the use of salt. From Misor came Taautos, who invented the writing of the first letters; whom the Egyptians called Thoor, the Alexandrians Thouth, and the Greeks Hermes; and from Sydyk came the Dioskouroi, or Kabeiroi, or Korybantes, or Samothracians. These, he says, first invented a ship. From these have sprung others, who also discovered herbs, and the healing of venomous bites, and incantations. In their time arises a certain Elioun called Hypsistos, and a female named Berouth, who dwelt about Byblos, from whom is begotten Epigeios or Autochthon, whom afterwards they called Ouranos; so that after him they also name the element above us heaven, on account of its surpassing beauty. And a sister is born to him from the aforesaid parents, who also was called Ge, and on account of her beauty, after her, he says, they called the earth of the same name. Now their father Hypsistos, having died from an encounter with wild beasts, was consecrated, and his children performed libations and sacrifices to him. And Ouranos, taking over his father's rule, takes his sister Ge in marriage, and begets by her four children: Ilos, who is also Kronos, and Betylos, and Dagon, who is Siton, and Atlas. And by other wives also Ouranos had a numerous progeny. Wherefore Ge, being indignant, reproached Ouranos in jealousy, so that they even parted from one another. Yet Ouranos, after departing from her, coming upon her by force whenever he wished, and approaching her, would depart again. And he also attempted to destroy the children born of her; and Ge defended herself oftentimes, having gathered an alliance for herself. And when Kronos had advanced to manhood, employing Hermes Trismegistos as counsellor and helper—for this man was his scribe—he repels his father Ouranos, avenging his mother. And to Kronos are born children, Persephone and Athena. Now the first died a virgin; but by Athe-
Notes, col. 80

On the reading

Printed νεανίδας, for νεανίας.

Printed εὖρον, for εὗρον.

Printed εὖρε, for εὗρε.