ἀπόλλυσθαι, τοῖς δὲ οὔτ' ἂν γενέσθαι ποτὲ οὐδὲν, οὔτ' ἀπόλλυσθαι. » Ταῦθ' ὁ Σωκράτης, ὡς Ξενοφῶν μαρτυρεῖ. Συνᾴδει δὲ καὶ ὁ Πλάτων τούτοις ἐν τῷ Περὶ ψυχῆς, τοιάδε λέγοντα αὐτὸν ἀναγράφων· « Ἐγὼ γὰρ, ἔφη, ὦ Κέβης, νέος ὢν, θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί ἐστι· καὶ πολλάκις ἐμαυτὸν ἄνω καὶ κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ' ἐπειδὰν τὸ ψυχρὸν καὶ τὸ θερμὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῶα ξυντρέφεται; καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ, ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδὲν, ὁ δ' ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν, καὶ ὁρᾷν, καὶ ὀσφραίνεσθαι· ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα· ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίνεσθαι ἐπιστήμην; Καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ τὸν οὐρανόν τε καὶ τὴν γῆν πάθη, τελευτῶν, οὕτως ἐμαυτῷ ἔδοξα πρὸς ταύτην τὴν σκέψιν ἀφυὴς εἶναι, ὡς οὐδὲν χρῆμα. Τεκμήριον δέ σοι ἐρῶ ἱκανόν. Ἐγὼ γὰρ ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην, ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, τότε ὑπ' αὐτῆς τῆς σκέψεως οὕτω σφόδρα ἐτυφλώθην, ὥστε ἀπέμαθον καὶ ταῦθ' ἃ προτοῦ ᾤμην εἰδέναι. » Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος Ἕλλησιν. Ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ τοιάδε ἐδόκει εἶναι τὰ τῆς τῶν δηλωθέντων φυσιολογίας, εἰκότως μοι δοκῶ καὶ ἡμᾶς τὴν τούτων ἁπάντων ἀθεότητα παρῃτῆσθαι· ἐπεὶ καὶ τὰ τῆς πολυθέου πλάνης αὐτῶν, οὐκ ἔοικεν εἶναι ἀλλότρια τῶν εἰρημένων. Τοῦτο μὲν οὖν ἐπὶ καιροῦ τοῦ προσήκοντος ἐλεγχθήσεται, καθ' ὃν ἀποδείξομεν, ὅτι πρῶτος Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς αἰτίᾳ μνημονεύεται. Νῦν δέ μοι ἐπὶ τὸν Διόδωρον μετάβα, καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώπων θεολογίας ἱστορεῖ.
to perish, and to others that nothing would ever either come to be or perish." Thus Socrates, as Xenophon testifies. And Plato too agrees with these things in the On the Soul, recording him as speaking after this manner: "For when I was young, Cebes, said he, I was wondrously desirous of that wisdom which they call inquiry into nature; for it seemed to me a proud thing to know the causes of each thing, why each thing comes to be, and why it perishes, and why it is; and often I tossed myself up and down, considering first such questions as these: whether, whenever the cold and the hot take on a certain putrefaction, as some used to say, living creatures are then nurtured together; and whether it is the blood wherewith we think, or air, or fire; or none of these, and it is the brain that furnishes the sensations of hearing, and seeing, and smelling, and from these memory and opinion would arise, and from memory and opinion having attained rest, knowledge accordingly arises? And again, considering the perishings of these, and the affections concerning both heaven and earth, in the end I seemed to myself to be as unfit for this inquiry as nothing else could be. And I shall tell you a sufficient proof. For even the things that previously I clearly knew, as at least I seemed to myself and to others, I was then so exceedingly blinded by this inquiry that I unlearned even those things which beforehand I thought I knew." Thus that very Socrates, renowned among all Greeks. Since, therefore, even to so great a philosopher the doctrines of the natural theory of the men mentioned seemed to be of such a sort, with good reason, methinks, have we too declined the godlessness of them all; seeing that the matters of their polytheistic error also do not seem foreign to what has been said. This, then, shall be refuted at the fitting season, when we shall show that Anaxagoras first of the Greeks is recorded to have set mind over the cause of the universe. Now pass over for me to Diodorus, and consider what sort of things he relates concerning the first theology of men.
Ὅτι οἱ παλαιοὶ τῶν ἀνθρώπων, τοὺς κατ' οὐρανὸν φωστῆρας μόνον ἔσεβον, μηδὲν περὶ τοῦ τῶν ὅλων Θεοῦ, ἀλλ' οὐδὲ περὶ ξοάνων ἱδρύσεως, οὐδὲ περὶ δαιμόνων ἐπιστάμενοι.
That the ancients among men worshipped only the luminaries in heaven, knowing nothing concerning the God of all things, nor yet concerning the setting up of carved images, nor concerning daemons.
« Τοὺς δ' οὖν κατ' Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους, ἀναβλέψαντας εἰς τὸν κόσμον, καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι θεοὺς ἀϊδίους τε καὶ πρώτους τόν τε ἥλιον καὶ τὴν σελήνην· ὧν τὸν μὲν,
"Now the men who lived of old in Egypt, looking up to the cosmos, and being both struck with awe and marvelling at the nature of all things, supposed the sun and the moon to be eternal and first gods; of whom the one