PG 20:1213Read from the pageθεὶς, γόνυ κλίνας ἐπ' ἐδάφους, ἱκέτης ἐγίγνετο τοῦ Θεοῦ, ἐν αὐτῷ τῷ μαρτυρίῳ ἐξομολογούμενος, ἔνθα δὴ καὶ πρῶτον τῶν διὰ χειροθεσίας εὐχῶν ἠξιοῦτο· μεταβὰς δ' ἔνθεν, ἐπὶ προάστειον τῆς Νικομηδέων ἀφικνεῖται πόλεως, κἀνταῦθα συγκαλέσας τοὺς ἐπισκόπους, ὧδέ πη αὐτοῖς διελέξατο.
bending his knee upon the ground, he became a suppliant of God, making confession in the martyr-shrine itself, where indeed even for the first time he was deemed worthy of the prayers through laying on of hands; and passing over from there, he arrives at a suburb of the city of the Nicomedians, and having called together the bishops there, he discoursed with them after some such manner as this.
ΚΕΦΑΛΑΙΟΝ ΞΒʹ.
Chapter LXII.
Κωνσταντίνου πρὸς ἐπισκόπους περὶ μεταδόσεως τοῦ λουτροῦ παράκλησις.
Exhortation of Constantine to the bishops concerning the imparting of the laver.
«Οὗτος ἦν αὐτὸς ὁ πάλαι μοι διψῶντι καὶ εὐχομένῳ τῆς ἐν Θεῷ τυχεῖν σωτηρίας, καιρὸς ἐλπιζόμενος· ὥρα καὶ ἡμᾶς ἀπολαῦσαι τῆς ἀθανατοποιοῦ
"This was the very season long hoped for by me as I thirsted and prayed to obtain salvation in God; it is time that we too should enjoy the immortalizing
PG 20:1216Read from the pageσφραγῖδος, ὥρα τοῦ σωτηρίου σφραγίσματος μετασχεῖν· ἐπὶ ῥείθρων Ἰορδάνου ποταμοῦ τοῦτ' ἐνενόουν ποτὲ ποιῆσαι, ἐφ' ὧν καὶ ὁ Σωτὴρ εἰς ἡμέτερον τύπον, τοῦ λουτροῦ μετασχεῖν μνημονεύεται· Θεὸς δ' ἄρα τὸ συμφέρον εἰδὼς, ἐντεῦθεν ἤδη τούτων ἡμᾶς ἀξιοῖ. Μὴ δὴ οὖν ἀμφιβολία τις γιγνέσθω. Εἰ γὰρ καὶ πάλιν ἡμᾶς ἐνταυθοῖ βιοῦν ὁ καὶ ζωῆς καὶ θανάτου Κύριος ἐθέλοι, καὶ οὕτως ἐμὲ συναγελάζεσθαι λοιπὸν τῷ τοῦ Θεοῦ λαῷ, καὶ ταῖς εὐχαῖς ὁμοῦ τοῖς πᾶσιν ἐκκλησιάζοντα κοινωνεῖν ἅπαξ ὥρισται, θεσμοὺς ἤδη βίου Θεῷ πρέποντας, ἐμαυτῷ διατετάξομαι.» Ὁ μὲν δὴ τοῦτ' ἔλεγεν· οἱ δὲ, τὰ νόμιμα τελοῦντες, θεσμοὺς ἀπεπλήρουν θείους, καὶ τῶν ἀποῤῥήτων μετεδίδοσαν, ὅσα χρὴ προσδιαστειλάμενοι. Καὶ δὴ μόνος τῶν ἐξ αἰῶνος αὐτοκρατόρων Κωνσταντῖνος, Χριστοῦ μαρτυρίοις ἀναγεννώμενος ἐτελειοῦτο, θείας τε σφραγῖδος ἀξιού-
seal, time to partake of the saving signet; at the streams of the river Jordan I once intended to do this, upon which the Saviour also is recorded to have partaken of the laver as an example for us; but God, knowing what is profitable, already from here deems us worthy of these things. Let there be, then, no hesitation. For if the Lord of both life and death should will that we live here once again, and if it has once for all been ordained that I henceforth be gathered together in this way with the people of God, and share in the prayers while assembling in the church together with all, I shall now prescribe for myself ordinances of life befitting unto God." Thus indeed he spoke; and they, performing the customary rites, fulfilled the divine ordinances, and imparted the ineffable mysteries, having first enjoined whatever things were needful. And indeed Constantine alone of the emperors since the beginning of time, being reborn in the martyr-shrine of Christ, was perfected, and being deemed worthy of the divine seal,
PG 20:1217Read from the pageμενος, ἠγάλλετο τῷ πνεύματι, ἀνεκαινοῦτό τε καὶ φωτὸς ἐνεπίμπλατο θείου, χαίρων μὲν τῇ ψυχῇ δι' ὑπερβολὴν πίστεως, τὸ δ' ἐναργὲς καταπεπληγὼς τῆς ἐνθέου δυνάμεως. Ὡς δ' ἐπληροῦτο τὰ δέοντα, λαμπροῖς καὶ βασιλικοῖς ἀμφιάσμασι, φωτὸς ἐκλάμπουσι τρόπον, περιεβάλλετο, ἐπὶ λευκοτάτῃ τε στρωμνῇ διανεπαύετο, οὐκ ἔθ' ἁλουργίδος ἐπιψαῦσαι θελήσας.
exulted in spirit, and was renewed and filled with divine light, rejoicing in his soul through excess of faith, and struck with awe at the manifest clearness of the divinely inspired power. And when the due rites were fulfilled, he was arrayed in bright and royal garments shining forth after the manner of light, and rested upon a couch of purest white, having wished no longer to touch purple.
ΚΕΦΑΛΑΙΟΝ ΞΓʹ.
Chapter LXIII.
Τὸ λουτρὸν λαβὼν, ὅπως ἀνύμνει τὸν Θεόν.
Having received the laver, how he praised God in hymns.
Κἄπειτα τὴν φωνὴν ἀνυψώσας, εὐχαριστήριον ἀνέπεμπε τῷ Θεῷ προσευχήν· μεθ' ἣν ἐπῆγε λέγων· «Νῦν ἀληθεῖ λόγῳ μακάριον οἶδ' ἐμαυτὸν, νῦν τῆς ἀθανάτου ζωῆς πεφάνθαι ἄξιον, νῦν τοῦ θείου μετειληφέναι φωτὸς πεπίστευκα.» Ἀλλὰ καὶ τάλανας
And thereafter, lifting up his voice, he offered up a prayer of thanksgiving to God; after which he added, saying: "Now in true reason I know myself to be blessed, now I am assured that I have been shown worthy of immortal life, now that I have partaken of the divine light." Moreover, wretched also
PG 20:1220Read from the pageἀπεκάλει, ἀθλίους εἶναι λέγων, τοὺς τῶνδε τῶν ἀγαθῶν στερουμένους. Ἐπεὶ δὲ τῶν στρατοπέδων οἱ ταξίαρχαι καὶ καθηγεμόνες εἴσω παρελθόντες ἀπωδύροντο, σφᾶς αὐτοὺς ἐρήμους ἔσεσθαι ἀποκλαιόμενοι, ἐπηύχοντό τε ζωῆς αὐτῷ χρόνους· καὶ τούτοις ἀποκρινάμενος, νῦν ἔφη τῆς ἀληθοῦς ζωῆς ἠξιῶσθαι, μόνον τ' αὐτὸν εἰδέναι ὧν μετείληφεν ἀγαθῶν· διὸ καὶ σπεύδειν, μηδ' ἀναβάλλεσθαι τὴν πρὸς τὸν αὐτοῦ Θεὸν πορείαν. Εἶτ' ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο· καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλίδα πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίοις, τοῖς δ' αὐτοῦ παισὶν, ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν, τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ' ὅσα φίλα ἦν αὐτῷ, διατυπωσάμενος.
did he call those deprived of these blessings, saying that they were miserable. And when the brigadiers and commanders of the armies entered within and lamented, bewailing that they themselves would be left bereft, and prayed for years of life for him, answering them too he said that now he had been deemed worthy of the true life, and that he alone knew what blessings he had partaken of; wherefore also he hastened, and did not put off the journey towards his God. Then after these things he arranged what was fitting; and the Romans who inhabited the imperial city he honoured with annual gifts, while to his sons, like some ancestral estate, he handed over the inheritance of the empire, having mapped out all things whatsoever were pleasing to him.
ΚΕΦΑΛΑΙΟΝ ΞΔʹ.
Chapter LXIV.
Κωνσταντίνου τελευτὴ ἐν τῇ τῆς Πεντηκοστῆς ἑορτῇ, μεσημβρίας.
End of Constantine at the feast of Pentecost, at midday.
Ἕκαστα δὲ τούτων ἐπὶ τῆς μεγίστης συνετελεῖτο ἑορτῆς, τῆς δὴ πανσέπτου καὶ παναγίας Πεντηκοστῆς, ἑβδομάσι μὲν ἑπτὰ τετιμημένης, μονάδι δ' ἐπισφραγιζομένης, καθ' ἣν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κοινοῦ Σωτῆρος, τήν τε τοῦ ἁγίου Πνεύματος εἰς ἀνθρώπους κάθοδον, λόγοι γεγενῆσθαι περιέχουσι θεῖοι. Ἐν δὴ ταύτῃ τούτων ἀξιωθεὶς βασιλεὺς, ἐπὶ τῆς ὑστάτης ἁπασῶν ἡμέρας, ἣν δὴ ἑορτὴν ἑορτῶν οὐκ ἄν τις διαμάρτοι καλῶν, ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας, πρὸς τὸν αὐτοῦ Θεὸν ἀνελαμβάνετο, θνητοῖς μὲν τὸ συγγενὲς παραδοὺς ἔχειν, αὐτὸς δ' ὅσον ἦν αὐτοῦ τῆς ψυχῆς νοερόν τε καὶ φιλόθεον, τῷ αὐτοῦ Θεῷ συναπτόμενος. Τοῦτο τὸ τέλος τῆς Κωνσταντίνου ζωῆς· ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὰ ἑξῆς.
Now each of these things was accomplished during the greatest feast, even the all-august and all-holy Pentecost, honoured with seven weeks and sealed with a single day, during which divine accounts relate that the ascension into heaven of the common Saviour and the descent of the Holy Spirit among men took place. Having been deemed worthy of these things during this very feast, the emperor, on the last day of all, which one would not err in calling the feast of feasts, about the midday hours of the sun, was taken up towards his God, delivering over to mortals what was akin to them to keep, while he himself, in all of his soul that was rational and God-loving, was united to his God. Such was the end of the life of Constantine; let us, however, pass on to what follows.
ΚΕΦΑΛΑΙΟΝ ΞΕʹ.
Chapter LXV.
Στρατιωτῶν καὶ ταξιαρχῶν ὀδυρμοί.
Lamentations of soldiers and brigadiers.
Δορυφόροι μὲν αὐτίκα καὶ πᾶν τὸ τῶν σωματοφυλάκων γένος, ἐσθῆτας περιῤῥηξάμενοι, σφᾶς τε αὐτοὺς ῥίψαντες ἐπ' ἐδάφους, τὰς κεφαλὰς ἤρασσον, κωκυτοὺς, φωνὰς οἰμωγαῖς θ' ἅμα καὶ βοαῖς ἀφιέντες, τὸν δεσπότην, τὸν κύριον, τὸν βασιλέα, οὐχ οἷα δεσπότην, πατέρα δ' ὥσπερ, γνησίων παίδων δίκην, ἀνακαλούμενοι· ταξίαρχοι δὲ καὶ λοχαγοὶ, τὸν σωτῆρα, τὸν φύλακα, τὸν εὐεργέτην ἀνεκαλοῦντο· τά τε λοιπὰ στρατιωτικὰ σὺν παντὶ κόσμῳ τῷ πρέποντι, οἷα ἐν ἀγέλαις τὸν ἀγαθὸν ἐπόθουν ποιμένα· δῆμοί θ' ὡσαύτως τὴν σύμπασαν περιενόστουν πόλιν, τὸ τῆς ψυχῆς ἐνδόμυχον ἄλγος κραυγαῖς καὶ βοαῖς ἔκδηλον ποιούμενοι· ἄλλοι δὲ κατηφεῖς ἐπτοημένοις ἐώκεσαν, ἑκάστου τὸ πένθος ἴδιον ποιουμένου,
Straightway the spearmen and the whole body of the bodyguards, tearing their garments round about and casting themselves upon the ground, beat their heads, uttering wailings and cries together with groans and shouts, calling aloud upon their master, their lord, their emperor, not as a master, but like a father, after the manner of true-born children; and brigadiers and captains called aloud upon their saviour, their guardian, their benefactor; and the remaining soldiery, with all due orderliness, yearned as in flocks for the good shepherd; and the commons likewise went round about the entire city, making manifest the inward grief of their soul with cries and shouts; while others, downcast, resembled men dismayed, each making the mourning his own,
PG 20:1221Read from the pageαὐτόν τε κόπτοντος, ὡσανεὶ τοῦ κοινοῦ ἁπάντων ἀγαθοῦ τῆς αὐτῶν ἀφῃρημένου ζωῆς.
and beating himself, as though the common good of all had been taken away from their life.
ΚΕΦΑΛΑΙΟΝ ΞϚʹ.
Chapter LXVI.
Μετακομιδὴ τοῦ σκήνους ἀπὸ Νικομηδείας ἐν Κωνσταντινουπόλει ἐν παλατίῳ.
Conveyance of the tabernacle from Nicomedia to Constantinople into the palace.
Ἄραντες δ' οἱ στρατιωτικοὶ τὸ σκῆνος, χρυσῇ κατετίθεντο λάρνακι. Ταύτην θ' ἁλουργικῇ ἁλουργίδι περιέβαλλον, ἐκόμιζόν τ' εἰς τὴν βασιλέως ἐπώνυμον πόλιν· κἄπειτ' ἐν αὐτῷ τῷ πάντων προφέροντι τῶν βασιλείων οἴκῳ, βάθρων ἐφ' ὑψηλῶν κατετίθεντο· φῶτά τ' ἐφάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυσῶν, θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ' οὐδενὸς πώποτ' ἐφ' ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. Ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων, ἐφ' ὑψηλῆς κείμενον χρυσῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις, πορφύρᾳ τε καὶ διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι, ἐπαγρύπνως δι' ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.
Taking up the tabernacle, the soldiers laid it in a golden coffin. And this they wrapped in purple-dyed purple cloth, and conveyed to the city named after the emperor; and next, in the very hall that excelled all those of the royal palace, they laid it down upon high steps; and having kindled lights round about in a circle upon golden stands, they presented a marvellous spectacle to the beholders, such as was never at any time seen upon earth beneath the rays of the sun in the case of anyone since the first constitution of the age. For within the palace itself, in the innermost centre of the royal quarters, lying upon a lofty golden coffin, the tabernacle of the emperor, honoured with royal ornaments, with purple and with diadem, was guarded sleeplessly by day and night by very many men ranged round about it.
ΚΕΦΑΛΑΙΟΝ ΞΖʹ.
Chapter LXVII.
Ὅπως καὶ μετὰ θάνατον ὑπὸ κομήτων καὶ λοιπῶν, καθὼς καὶ ἐν τῷ ζῇν, ἐτιμᾶτο.
How even after death he was honoured by counts and the rest, just as in life.
Οἱ δέ γε τοῦ παντὸς στρατοῦ καθηγεμόνες, κόμητές τε καὶ πᾶν τὸ τῶν ἀρχόντων τάγμα, οἷς τὸν βασιλέα καὶ νόμος πρότερον ἦν προσκυνεῖν, μηδὲν τοῦ συνήθους ὑπαλλαξάμενοι τρόπου, τοῖς δέουσι καιροῖς εἴσω παριόντες, τὸν ἐπὶ τῆς λάρνακος βασιλέα, οἷά περ ζῶντα καὶ μετὰ θάνατον, γονυκλινεῖς ἠσπάζοντο· μετὰ δὲ τοὺς πρώτους ταῦτ' ἔπραττον παριόντες, οἵ τ' ἐξ αὐτῆς συγκλήτου βουλῆς, οἵ τ' ἐπὶ ἀξίας πάντες· μεθ' οὓς ὄχλοι παντοίων δήμων, γυναιξὶν ἅμα καὶ παισὶν ἐπὶ τὴν θέαν παρῄεσαν. Συνετελεῖτο δὲ ταῦτα οὕτω χρόνῳ μακρῷ, τῶν στρατιωτικῶν οὕτω μένειν τὸ σκῆνος καὶ φυλάττεσθαι βουλευσαμένων, ἔστ' ἂν οἱ αὐτοῦ παῖδες ἀφικόμενοι, τῇ δι' ἑαυτῶν κομιδῇ τὸν πατέρα τιμήσειαν. Ἐβασίλευε δὲ μετὰ θάνατον μόνος θνητὸς ὁ μακάριος, ἐπράττετό τε τὰ συνήθη, ὡσανεὶ καὶ ζῶντος αὐτοῦ, τοῦτο μονωτάτῳ αὐτῷ ἀπ' αἰῶνος τοῦ Θεοῦ δεδωρημένου. Μόνος γοῦν, ὡς οὐδ' ἄλλος αὐτοκρατόρων τὸν παμβασι-
And indeed the commanders of the whole army, the counts, and the entire order of magistrates, for whom even previously it was customary to do obeisance to the emperor, changing nothing of their wonted manner, entered within at the appointed seasons and greeted on bended knee the emperor upon the coffin, just as though living even after death; and after the chief men, all those of the senate itself and all those of high rank came forward and did these things; after whom throngs of commons of all sorts, together with women and children, came forward to the sight. And these things continued to be performed thus for a long time, the soldiers having resolved that the tabernacle should thus remain and be guarded until his sons should arrive and honour their father by personally conducting the funeral. And the blessed one alone among mortals reigned after death, and the customary business was transacted just as though he were still alive, God having granted this to him most singly alone from the beginning of the age. For he alone, as no other of the emperors, the All-Sovereign
PG 20:1224Read from the pageλέα Θεὸν, καὶ τὸν Χριστὸν αὐτοῦ παντοίαις τιμήσας πράξεσιν, εἰκότως τούτων ἔλαχε μόνος, καὶ τὸ θνητὸν αὐτοῦ βασιλεύειν ἐν ἀνθρώποις ὁ ἐπὶ πάντων ἠξίου Θεὸς, ὧδ' ἐπιδεικνὺς τὴν ἀγήρω καὶ ἀτελεύτητον τῆς ψυχῆς βασιλείαν τοῖς μὴ τὸν νοῦν λελιθωμένοις.
[K]ing God, and having honoured His Christ with actions of every kind, reasonably obtained these things alone, and the God over all deemed his mortal part worthy to reign among men, thus displaying the ageless and unending kingdom of the soul to those whose mind is not turned to stone.
Ἀλλὰ ταῦτα μὲν ὧδέ πη συνετελεῖτο.
Now these things were brought to pass in some such way as this.
ΚΕΦΑΛΑΙΟΝ ΞΗʹ.
Chapter LXVIII.
Ὅπως Αὐγούστους εἶναι λοιπὸν τοὺς υἱοὺς αὐτοῦ τὸ στρατόπεδον ἔκρινεν.
How the army judged that his sons should henceforth be Augusti.
Τῶν δὲ στρατιωτικῶν ταγμάτων ἐκκρίτους ἄνδρας, πίστει καὶ εὐνοίᾳ πάλαι βασιλεῖ γνωρίμους, οἱ ταξίαρχοι διεπέμποντο, τὰ πεπραγμένα τοῖς Καίσαρσιν ἔκδηλα καθιστῶντες. Καὶ οἵδε μὲν τάδ' ἔπραττον· ὥσπερ δ' ἐξ ἐπιπνοίας κρείττονος, τὰ πανταχοῦ στρατόπεδα τὸν βασιλέως πυθόμενα θάνατον, μιᾶς ἐκράτει γνώμης, ὡσανεὶ ζῶντος αὐτοῖς τοῦ μεγάλου βασιλέως, μηδένα γνωρίζειν ἕτερον, ἢ μόνους τοὺς αὐτοῦ παῖδας Ῥωμαίων αὐτοκράτορας. Οὐκ εἰς μακρὸν δ' ἠξίουν, μὴ Καίσαρας, ἐντεῦθεν δ' ἤδη τοὺς ἅπαντας χρηματίζειν Αὐγούστους· ὃ δὴ καὶ μέγιστον τῆς ἀνωτάτω βασιλείας γίγνοιτ' ἂν σύμβολον. Οἱ μὲν οὖν ταῦτ' ἔπραττον, τὰς οἰκείας ψήφους τε καὶ φωνὰς διὰ γραφῆς ἀλλήλοις διαγγέλλοντες· ὑπὸ μίαν τε καιροῦ ῥοπὴν τοῖς ἁπανταχοῦ πᾶσιν ἐγνωρίζετο ἡ τῶν στρατοπέδων συμφωνία.
Meanwhile the commanders dispatched chosen men from the military legions, long known to the emperor for loyalty and goodwill, making manifest to the Caesars the things that had been done. And these indeed did thus; while, as though from a higher inspiration, the armies everywhere, on learning of the emperor's death, held to one resolve, just as if the great emperor were alive for them, to recognize none other than his sons alone as emperors of the Romans. And before long they demanded that all of them be styled not Caesars, but henceforth already Augusti, which very thing would be the greatest token of supreme sovereignty. They then did these things, announcing their own votes and acclamations to one another in writing; and at one single turn of a moment the harmony of the armies became known to all men everywhere.
ΚΕΦΑΛΑΙΟΝ ΞΘʹ.
Chapter LXIX.
Ῥώμης ἐπὶ Κωνσταντίνῳ πένθος, καὶ διὰ τῶν εἰκόνων τιμὴ μετὰ θάνατον.
Mourning of Rome over Constantine, and honour through images after death.
Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες, αὐτῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτὴν, δεινὴν καὶ πάσης συμφορᾶς ἐπέκεινα τὴν ἀκοὴν θέμενοι, πένθος ἄσχετον ἐποιοῦντο· λουτρὰ δὴ ἀπεκλείετο καὶ ἀγοραὶ, πάνδημοί τε θέαι, καὶ πάνθ' ὅσ' ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. Κατηφεῖς δ' οἱ πάλαι τρυφηλοὶ, τὰς προόδους ἐποιοῦντο· ὁμοῦ δ' οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον· καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόνον, εἰς ἔργα δὲ χωροῦντες, εἰκόνος ἀναθήμασιν οἷά περ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἁψίδων οὐρανίων ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες· τοὺς δ' αὐτοῦ παῖδας καὶ οὗτοι μόνους καὶ οὐδ' ἄλλους, αὐτοκράτορας καὶ Σεβαστοὺς ἀνεκάλουν, βοαῖς τ' ἐχρῶντο ἱκετηρίοις, τὸ σκῆνος τοῦ σφων βασιλέως παρ' αὐτοῖς κομίζοντες, καὶ τῇ βασιλίδι πόλει κατατίθεσθαι ποτνιώμενοι.
And those who inhabited the imperial city, together with the senate itself and the people of the Romans, when they learned of the emperor's decease, counting the report dreadful and beyond every calamity, engaged in unrestrained mourning; baths indeed were shut up and marketplaces, and public spectacles, and all things whatsoever that those living cheerfully were accustomed to do for ease of life. And those who of old lived luxuriously made their appearances in public downcast; and all together acclaimed him as the blessed one, the beloved of God, the one truly worthy of the empire; and they did not utter these things with cries alone, but proceeding to deeds, they honoured him even when dead as though living with dedications of portraiture, having fashioned the form of heaven in a painting of colours, committing him in the painting as resting in an ethereal abode above the heavenly vaults; and these too proclaimed his sons alone and none others emperors and Augusti, and used suppliant cries, bringing the tabernacle of their emperor among themselves, and imploring that it be laid to rest in the imperial city.
ΚΕΦΑΛΑΙΟΝ Οʹ.
Chapter LXX.
Κατάθεσις τοῦ σκηνώματος ὑπὸ Κωνσταντίου παιδὸς ἐν Κωνσταντινουπόλει.
Deposition of the tabernacle by his son Constantius in Constantinople.
Ἀλλὰ καὶ οἵδε ταύτῃ τὸν παρὰ Θεῷ τιμώμενον ἐκόσμουν· ὁ δὲ τῶν παίδων δεύτερος τῷ τοῦ
Yet these also in this way adorned him who was honoured with God; while the second of his sons, at the
Notes, col. 1224