ρετον πλεῖσθ' ὅσα παρεῖχεν, ὧδε μὲν ἀγροὺς, ἀλλαχόθι δὲ σιτοδοσίας, ἐπὶ χορηγίᾳ πενήτων ἀνδρῶν, παίδων τ' ὀρφανῶν καὶ γυναικῶν οἰκτρῶν δωρούμενος· ἤδη δὲ σὺν πολλῇ φροντίδι, καὶ περιβλημάτων πλείστων ὅσων γυμνοῖς καὶ ἀνείμοσι προὐνόει· διαφερόντως δ' ἠξιοῦτο τιμῆς πλείονος τοὺς τὸν σφῶν βίον τῇ κατὰ Θεὸν ἀναθέντας φιλοσοφίᾳ· τὸν οὖν πανάγιον τῶν ἀειπαρθένων τοῦ Θεοῦ χορὸν, μονονουχὶ καὶ σέβων διετέλει, ταῖς τῶν τοιῶνδε ψυχαῖς ἔνοικον αὐτὸν ὑπάρχειν ᾧ καθιέρωσαν ἑαυτὰς, Θεὸν πειθόμενος.
ordinary he furnished most abundant gifts, bestowing here lands, and elsewhere allowances of grain, for the supply of poor men, orphan children, and pitiable women; and moreover with great care he also made provision of very abundant garments for the naked and unclothed; and pre-eminently he deemed worthy of greater honour those who had dedicated their own life to the philosophy according to God; accordingly he continued all but reverencing the all-holy choir of the ever-virgins of God, being persuaded that God Himself, to Whom they had consecrated themselves, was indwelling in the souls of such women.
Ναὶ μὴν τὴν αὐτοῦ αὐτὸς διάνοιαν τοῖς ἐνθέοις συναύξων, ἐπαγρύπνως μὲν διῆγε τοὺς τῶν νυκτῶν καιροὺς, σχολῇ δὲ λογογραφῶν, συνεχεῖς ἐποιεῖτο τὰς παρόδους, προσήκειν ἡγούμενος ἑαυτῷ, λόγῳ παιδευτικῷ τῶν ἀρχομένων κρατεῖν, λογικήν τε τὴν σύμπασαν καταστήσασθαι βασιλείαν. Διὸ δὴ συνεκάλει μὲν αὐτὸς, μυρία δ' ἔσπευδεν ἐπ' ἀκρόασιν πλήθη, φιλοσοφοῦντος ἀκουσόμενα βασιλέως. Εἰ δέ πη λέγοντι θεολογίας αὐτῷ παρήκοι καιρὸς, πάντως που ὄρθιος ἑστὼς, συνεστραμμένῳ προσώπῳ, κατεσταλμένῃ τε φωνῇ, μυεῖν ἔδοξεν αὐτοὺς παρόντας σὺν εὐλαβείᾳ τῇ πάσῃ τὴν ἔνθεον διδασκαλίαν· εἶτ' ἐπιφωνούντων βοαῖς εὐφήμοις τῶν ἀκροωμένων, ἄνω βλέπειν εἰς οὐρανὸν διένευε, καὶ μόνον ὑπερθαυμάζειν καὶ τιμᾷν σεβασμίοις ἐπαίνοις τὸν ἐπὶ πάντων βασιλέα. Ὑποδιαιρῶν δὲ τὰς ὑποθέσεις, τοτὲ μὲν τῆς πολυθέου πλάνης ἐλέγχους κατεβάλλετο, παριστὰς ἀπάτην εἶναι καὶ ἀθεότητος πρόβολον, τὴν τῶν ἐθνῶν δεισιδαιμονίαν· τοτὲ δὲ τὴν μόναρχον παρεδίδου θεότητα· διῄει δ' ἐφεξῆς τὸν περὶ προνοίας, τῶν τε καθόλου, καὶ τῶν περὶ μέρους λόγον· ἔνθεν δὲ ἐπὶ τὴν σωτήριον κατέβαινεν οἰκονομίαν, καὶ ταύτην δεικνὺς ἀναγκαίως κατὰ τὸν προσήκοντα γεγενῆσθαι λόγον· μεταβὰς δ' ἐντεῦθεν, τὴν περὶ τοῦ θείου δικαιωτηρίου διδασκαλίαν ἐκίνει· ἔνθα δὴ μάλιστα τῶν ἀκροατῶν πληκτικώτατα καθήπτετο, διελέγχων τοὺς ἅρπαγας καὶ πλεονέκτας, τούς τ' ἀπληστίᾳ φιλοχρημοσύνης σφᾶς αὐτοὺς ἐκδεδωκότας. Παίων δ' ὥσπερ καὶ διαμαστίζων τῷ λόγῳ τῶν περιεστώτων γνωρίμων τινὰς, κάτω νεύειν πληττομένους τὴν συνείδησιν ἐποίει· οἷς δὴ λαμπραῖς φωναῖς μαρτυρό-
Yea indeed, himself enlarging his own mind with divinely inspired things, he passed the seasons of the nights sleeplessly, and composing discourses at leisure, he made continual public addresses, deeming it fitting for himself to rule his subjects by instructive reason, and to render his whole reign rational. Wherefore indeed he himself convoked them, and countless multitudes hastened to the hearing, to listen to an emperor philosophizing. And if anywhere as he spoke an occasion of theology came forward for him, standing altogether upright, with concentrated countenance and subdued voice, he seemed with all reverence to initiate those present into the divinely inspired teaching; then, when the hearers acclaimed him with auspicious shouts, he motioned to them to look up into heaven, and solely to marvel exceedingly at and honour with reverent praises the King over all. Dividing his subjects under heads, at one time he laid down refutations of polytheistic error, demonstrating the superstition of the nations to be deceit and a bulwark of ungodliness; at another time he expounded the sole-ruling Godhead; and next in order he went through the account concerning providence, both universal and particular; and from there he descended to the saving dispensation, showing this also to have come to pass necessarily according to fitting reason; and passing on from there, he stirred up the teaching concerning the divine tribunal; wherein indeed above all he touched his hearers most piercingly, convicting the rapacious and greedy, and those who had given themselves over to insatiability of love of money. And striking as it were and scourging with his discourse certain of his acquaintances standing around, he caused them, smitten in conscience, to bow their heads downwards; against whom indeed in clear tones bear-