Migne Reading Room

PG 20 · cols. 1132–1141 · Read from the page

Eusebius, Life of Constantine, Book III

Eusebius, Life of Constantine, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1132Read from the page
οὖν ἐπαινῶ τὸν ἄνδρα, ὃς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται· οὐ μὴν οὕτω γ' ἐξησθενηκέναι τὸ παρ' ἑκάστοις κύριόν τε καὶ βέβαιον ὀφεῖλον μένειν χρὴ, ὥς μὴ ταῖς ἰδίαις γνώμαις ἑκάστους ἀρκεῖσθαι, καὶ τῶν οἰκείων πάντας ἀπολαύειν, ἔν τε ἐφαμίλλῳ διασκέψει, εἰς τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἕνα μόνον, ἀλλὰ καὶ πλείους ἐκφῆναι. Διὸ δὴ οὐδὲν οὔτ' ἐκπλήξεως οὔτε τραχύτητος ἐνοχλούσης ταῖς περὶ τὴν Ἐκκλησίαν τιμαῖς, ὁμοίας τε καὶ διὰ πάντων ἐπίσης ἀγαπητὰς εἶναι συμβαίνει. Οὐδὲ γὰρ εὔλογον, εἰς ἑτέρων πλεονέκτημα ποιεῖσθαι τὴν περὶ τούτου ἐπίσκεψιν, τῆς πάντων διανοίας ἐπίσης, ἄν τ' ἐλάττους, ἄν τε μείζους εἶναι δοκοῖεν, τὰ θεῖα δόγματα ὑποδεχομένης τε καὶ φυλαττούσης, ὡς κατὰ μηδὲν τοὺς ἑτέρους εἰς τὸν κοινὸν νόμον ἐλαττοῦσθαι. Εἰ δὴ τἀληθὲς γνώριμον διαρρήδην ἀποφαινόμεθα, ὡς οὐ κάθεξιν, ἀλλὰ ἀφαίρεσιν μᾶλλον ἂν εἴποι τις ἔσεσθαι τἀνδρὸς, καὶ βίας ἔργον, οὐ δικαιοσύνης γενήσεσθαι τὸ γινόμενον· ἄν θ' οὕτως, ἄν θ' ἑτέρως τὰ πλήθη φρονῇ, ὡς ἔγωγε διαῤῥήδην καὶ εὐτόλμως ἀποφαίνομαι, ἐγκλήσεως ὑπόθεσιν εἶναι τοῦτο, προκαλουμένην οὐ τῆς τυχούσης στάσεως ταραχήν· ἐπισημαίνουσι γοῦν τὴν τῶν ὀδόντων φύσιν τε καὶ δύναμιν, καὶ ἀρνειοὶ, ὅταν τοῦ ποιμένος τῆς συνηθείας τε καὶ θεραπείας ὑπολισθούσης ἐπὶ τὰ χείρω, τῆς πρὶν διαγωγῆς ἀποστερηθῶσιν. Εἰ δὴ ταῦθ' οὕτως ἔχει, καὶ οὐ σφαλλόμεθα, τοῦτο πρῶτον θεάσασθε, ἀδελφοί· πολλὰ γὰρ ὑμῖν καὶ μεγάλα ἐκ πρώτης ἀπαντήσεται· πρῶτον ἁπάντων, ἡ πρὸς ἀλλήλους γνησιότης τε καὶ διάθεσις, εἰ μηδὲν αὐτῆς ἐλαττωθὲν αἰσθήσεται· εἶθ' ὅτι καὶ δι' ὀρθὴν συμβουλὴν ἀφικόμενος, τὸ κατ' ἀξίαν ἐκ τῆς θείας κρίσεως καρποῦται, οὐ τὴν τυχοῦσαν χάριν εἰληφὼς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι· ἐπὶ τούτοις, ὃ τῆς ὑμετέρας συνηθείας ἐστὶν ἀγαθὴ γνώμη, σπουδὴν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὗ χρή-
therefore praise the man who is approved by you also as worthy of honour and affection; yet that which ought to remain sovereign and firm among each people must not have grown so weak that each should not be content with their own counsels, and all enjoy their own possessions, and in a rival examination bring forward for comparison with this man not one only, but even several. Wherefore indeed, when neither intimidation nor harshness troubles the honours relating to the Church, it comes to pass that they are alike and equally beloved throughout all. For neither is it reasonable to conduct the inquiry concerning this to the detriment of others, when the mind of all equally, whether they seem to be lesser or greater, receives and keeps the divine decrees, so that in nothing do the one party fall short as regards the common law. If indeed we declare the known truth expressly, that one might rather call what would take place a wresting away, and not a retaining, of the man, and what is being done will become a work of force, not of justice; whether the multitudes think thus or otherwise, as I for my part expressly and boldly declare, this is a ground of accusation, provoking the disturbance of no ordinary sedition; for even lambs show the nature and strength of their teeth, whenever, as the shepherd's customary care and tending slips towards the worse, they are deprived of their former guidance. If then these things are so, and we are not mistaken, look to this first, brothers—for many great things will meet you from the outset—first of all, your genuineness and affection towards one another, whether it will perceive nothing of itself diminished; next, that he who arrived for upright counsel also reaps what accords with his desert from the divine judgement, having received no ordinary favour in that you cast so great a vote of fairness concerning him; beyond these things, what belongs to your custom as a good resolve, bring in fitting diligence towards seeking out a man of whom you have
Notes, col. 1132

On the reading

Printed ὥς, for ὡς.

PG 20:1133Read from the page
ζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοήν· ἀεὶ γὰρ ἄδικος ἡ τοιαύτη, κἀκ τῆς τῶν διαφορῶν συγκρούσεως σπινθῆρές τε καὶ φλόγες ἐξανίστανται. Οὕτως οὖν τῷ Θεῷ τε ἀρέσαιμι καὶ ὑμῖν, κατ' εὐχάς τε τὰς ὑμετέρας διαζήσαιμι, ὡς ὑμᾶς ἀγαπῶ, καὶ τὸν ὅρμον τῆς ὑμετέρας πραότητος, ἐξ οὗ τὸν ῥῦπον ἐκεῖνον ἀπωσάμενοι, ἀντεισενέγκατε ἤθει ἀγαθῷ τὴν ὁμόνοιαν, βέβαιον τὸ σημεῖον ἐνθέμενοι, δρόμον τε οὐράνιον εἰς φῶς δραμόντες, πηδαλίοις θ', ὡς ἂν εἴποι τις, σιδηροῖς. Διόπερ καὶ τὸν ἄφθαρτον φόρτον ἄγετε· πᾶν γὰρ τὴν ναῦν λυμαινόμενον, ὥσπερ ἐξ ἀντλίας ἀνάλωται. Διὸ δὴ νῦν προνοήσασθε τὴν ἀπόλαυσιν τούτων ἁπάντων οὕτως ἔχειν, ὡς ἂν μὴ δεύτερον ἀβούλῳ καὶ ἀλυσιτελεῖ σπουδῇ ἢ καθόλου τι πήξασθαι, ἢ ἀρχὴν ἐπιχειρῆσαι μὴ συμφέρον δοκοίημεν. Ὁ Θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. »
need, shutting out every factious and disorderly clamour; for such a thing is always unjust, and from the collision of differing parties sparks and flames spring up. So then may I please both God and you, and live through my days according to your prayers, as I love you and the haven of your gentleness, out of which, having thrust away that filth, you brought in concord instead with a good disposition, setting fast the standard, and running a heavenly course into light, with rudders, as one might say, of iron. Wherefore convey also the imperishable cargo; for everything that was spoiling the ship has been drained out as it were from the bilge. Wherefore now take forethought that the enjoyment of all these things be kept thus, lest a second time through ill-advised and unprofitable zeal we should seem either at all to have fixed upon something inexpedient or from the beginning to have attempted it. May God preserve you, beloved brothers."
ΚΕΦΑΛΑΙΟΝ ΞΑʹ.
Chapter LXI.
Κωνσταντίνου πρὸς Εὐσέβιον, ἐπαινοῦντος τὴν παραίτησιν Ἀντιοχείας.
Of Constantine to Eusebius, praising his refusal of Antioch.
Βασιλέως ἐπιστολὴ πρὸς ἡμᾶς ἐπὶ τῇ παραιτήσει τῆς Ἀντιοχέων ἐπισκοπῆς.
Letter of the emperor to us upon our refusal of the bishopric of the Antiochenes.
« Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς, Εὐσεβίῳ.
"Victor Constantine Maximus Augustus, to Eusebius.
« Ἀνέγνων πληρέστατα τὴν ἐπιστολὴν, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν
"I read your letter most fully, and the rule of ecclesiastical discipline to exactness
PG 20:1136Read from the page
φυλαχθέντα κατενόησα· ἐμμένειν γοῦν τούτοις ἅπερ ἀρεστά τε τῷ Θεῷ, καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται, εὐαγές. Μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς, ὡς ἔπος εἰπεῖν, μαρτυρίᾳ, ἄξιος ἐκρίθης πάσης Ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἅπαντες εἶναί σε παρ' αὐτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν. Ἀλλ' ἡ σὴ σύνεσις, ἤγουν τάς τε ἐντολὰς τοῦ Θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ τῆς Ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε, παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν Ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἣν ἐκ πρώτης Θεοῦ βουλήσει τὴν ἐπισκοπίαν ὑπεδέξατο. Περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐπιστολὴν ἐποιησάμην, πρός τε τοὺς ἄλλους συλλειτουργοὺς, οἳ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφηκότες· ἅπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα, ῥᾳδίως ἐπιγνώσεται, ὅτι τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς, προτροπῇ τοῦ Θείου πρὸς αὐτοὺς ἔγραψα· ὧν τῷ συμβουλίῳ, καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἂν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων Ἐκκλησίας τυπωθείη. Ὁ Θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ. »
having been kept I perceived; to abide, at any rate, in those things which appear both pleasing to God and consonant with the apostolic tradition is pious. Deem yourself blessed indeed in this very matter also, in that by the testimony of the whole world, so to speak, you were judged worthy to be bishop of every Church; for if all long for you to be with them, beyond dispute they increase for you this good fortune. Yet your prudence, inasmuch as it has resolved to keep both the commandments of God and the apostolic rule and that of the Church, has done exceedingly well in declining the bishopric of the Church at Antioch, and being earnest to remain in that Church unto which from the beginning by the counsel of God it received the bishopric. Concerning this matter indeed I composed a letter to the people, and to your other fellow-ministers, who had themselves also happened to write to me concerning these things; on reading which your purity will easily recognize that, since justice spoke against them, I wrote to them at the prompting of the Divine; at whose council your prudence also will need to be present, in order that this may be settled in the Church of the Antiochenes. May God preserve you, beloved brother."
ΚΕΦΑΛΑΙΟΝ ΞΒʹ.
Chapter LXII.
Κωνσταντίνου πρὸς τὴν σύνοδον, μὴ ἀποσπᾶσθαι Καισαρείας Εὐσέβιον.
Of Constantine to the synod, that Eusebius should not be torn away from Caesarea.
« Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς, Θεοδότῳ, Θεοδώρῳ, Ναρκίσσῳ, Ἀετίῳ, Ἀλφειῷ καὶ τοῖς λοιποῖς ἐπισκόποις τοῖς οὖσιν ἐν Ἀντιοχείᾳ.
"Victor Constantine Maximus Augustus, to Theodotus, Theodorus, Narcissus, Aetius, Alpheus, and the remaining bishops who are in Antioch.
« Ἀνέγνων τὰ γραφέντα παρὰ τῆς ὑμετέρας συνέσεως, Εὐσεβίου τε τοῦ ἅμα ὑμῖν ἱερωμένου τὴν ἔμφρονα πρόθεσιν ἀπεδεξάμην, ἐπιγνούς τε τὰ πεπραγμένα σύμπαντα, τοῦτο μὲν τοῖς ὑμετέροις γράμμασι, τοῦτο δὲ τοῖς Ἀκακίου καὶ Στρατηγίου τῶν διασημοτάτων κομήτων, διάσκεψίν τε τὴν δέουσαν ποιησάμενος, πρὸς τὸν λαὸν τῶν Ἀντιοχέων ἔγραψα, ὅπερ ἀρεστόν τε τῷ Θεῷ ἦν καὶ ἁρμόζον τῇ Ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐτοὶ
"I read what was written by your prudence, and welcomed the sensible resolve of Eusebius, consecrated together with you; and having learned all that had been done, partly from your letters and partly from those of Acacius and Strategius, the most distinguished counts, and having made the needful deliberation, I wrote to the people of the Antiochenes that which was both pleasing to God and fitting for the Church; and I commanded a copy of the letter to be subjoined to these letters, so that you yourselves also
PG 20:1137Read from the page
γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προσκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην· ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ τὴν τῆς ὑμετέρας προαιρέσεως σύνεσίν τε καὶ βούλησιν, Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων Ἐκκλησίας, ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι, καὶ τὴν ὑπὲρ ταύτης ἀναδέξασθαι φροντίδα. Τά γε μὴν τοῦ Εὐσεβίου γράμματα τὸν θεσμὸν Ἐκκλησίας μάλιστα φυλάττοντα ἐφαίνετο, ἐχρῆν δ' ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. Ἀφῖκται γὰρ εἰς ἐμὲ, Εὐφρόνιόν τε τὸν πρεσβύτερον, πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας, καὶ Γεώργιον τὸν Ἀρεθουσίων πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους. Καλῶς οὖν εἶχε δηλῶσαι τῇ συνέσει ὑμῶν, τούς τε προχειρισαμένους, καὶ ἑτέρους οὓς ἂν ἀξίους ἡγήσησθε πρὸς τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, ὁρίσαι ταῦτα, ἃ τῇ τῶν ἀποστόλων παραδόσει σύμφωνα ἂν εἴη· τῶν γὰρ τοιούτων εὐτρεπισθέντων, δυνήσεται ἡμῶν ἡ σύνεσις κατὰ τὸν τῆς Ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. »
might know what ever it was that, summoned by the principle of justice, I chose to write to the people; seeing that this was contained in your letters, that according at least to the people's and your own preference's understanding and wish, Eusebius, the most sacred bishop of the Church of the Caesareans, should preside over that of the Antiochenes and take upon himself the care over it. Yet the letters of Eusebius manifestly kept most strictly the ordinance of the Church, and it was necessary that my own judgement also should become manifest to your prudence. For word has reached me that both Euphronius the presbyter, who is a citizen of Caesarea in Cappadocia, and George likewise the presbyter of the Arethusians, whom Alexander in Alexandria appointed to this rank, are most approved in faith. It was well, therefore, to signify to your prudence that those who put them forward, and others whom you may deem worthy towards the dignity of the episcopate, should determine those things which may be consonant with the tradition of the apostles; for when such matters have been prepared, our prudence will be able according to the rule of the Church and the apostolic preserve you, beloved brothers."
ΚΕΦΑΛΑΙΟΝ ΞΓʹ.
Chapter LXIII.
Ὅπως τὰς αἱρέσεις ἐκτεμεῖν ἐσπούδασεν.
How he was earnest to cut out the heresies.
Τοιαῦτα τοῖς τῶν Ἐκκλησιῶν ἄρχουσι διαταττόμε-
While ordaining such things to the rulers of the Churches
Notes, col. 1137

On the reading

Printed ἡμῶν, for ὑμῶν.

PG 20:1140Read from the page
νος βασιλεὺς, πάντα πράττειν ἐπ' εὐφημίᾳ τοῦ θείου λόγου παρήνει. Ἐπεὶ δὲ τὰς διαστάσεις ἐκποδὼν ποιησάμενος, ὑπὸ σύμφωνον ἁρμονίαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κατεστήσατο, ἔνθεν μεταβὰς, ἄλλο τι γένος ἀθέων ἀνδρῶν ᾠήθη δεῖν, ὥσπερ δηλητήριον τοῦ τῶν ἀνθρώπων ἀφανὲς καταστῆσαι βίου· φθόροι δέ τινες ὑπῆρχον οὗτοι, προσχήματι σεμνῷ λυμαινόμενοι τὰς πόλεις· ψευδοπροφήτας αὐτοὺς ἢ λύκους ἅρπαγας σωτήριος ἀπεκάλει ὧδέ που θεσπίζουσα φωνή· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Καταπεμφθὲν δὴ τοῖς κατ' ἔθνος ἡγεμόσι πρόσταγμα, πᾶν τὸ τῶν τοιούτων φῦλον ἤλαυνε· πρὸς δὲ τῷ νόμῳ, καὶ ζωοποιὸν διδασκαλίαν εἰς αὐτῶν πρόσωπον διετίθετο, σπεύδειν ἐπὶ μετάνοιαν παρορμῶν τοὺς ἄνδρας· σωτηρίας γὰρ ὅρμον αὐτοῖς ἔσεσθαι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἐπάκουσον δ' ὅπως καὶ τούτοις διὰ τοῦ πρὸς αὐτοὺς ὡμίλει γράμματος.
the emperor exhorted them to do all things for the praise of the divine word. And after he had put the divisions out of the way and brought the Church of God under a harmonious accord, passing on from there, he deemed it needful to do away with another sort of godless men, like a poison of human life; and these were certain destroyers, spoiling the cities under a grave outward show, whom the saving voice called false prophets or ravenous wolves, uttering an oracle somewhat after this manner: Beware of false prophets, who will come to you in clothing of sheep, yet inwardly are ravenous wolves; from their fruits you will recognize them. An ordinance accordingly sent down to the governors throughout each province drove out the whole tribe of such men; and besides the law, he also set forth a life-giving teaching addressed to them in person, urging the men to hasten towards repentance, saying that the Church of God would be a haven of salvation for them. Hear then how he conversed with these men also through his letter to them.
ΚΕΦΑΛΑΙΟΝ ΞΔʹ.
Chapter LXIV.
Κωνσταντίνου διάταγμα πρὸς τοὺς αἱρετικούς.
Edict of Constantine to the heretics.
« Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς, αἱρετικοῖς.
"Victor Constantine Maximus Augustus, to the heretics.
« Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Ναυατιανοὶ, Οὐαλεντῖνοι, Μαρκιωνισταὶ, Παυλιανοὶ, οἵ τε κατὰ Φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοι ψεύδεσιν ἡ παρ' ὑμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὅπως ἰοβόλοις τισὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία· ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν, τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι' ὑμῶν. Ὦ τῆς μὲν ἀληθείας ἐχθροὶ, τῆς δὲ ζωῆς πολέμιοι, καὶ ἀπολείας σύμβουλοι! πάντα παρ' ὑμῖν τῆς ἀληθείας ἐστὶν ἐναντία, αἰσχροῖς πονηρεύμασι συνάδοντα, ἀτοπίαις καὶ δράμασι χρῆμα, δι' ὧν ὑμεῖς τὰ μὲν ψευδῆ κατασκευάζετε, τοὺς δ' ἀναμαρτήτους θλίβετε, τὸ φῶς τοῖς πιστεύουσιν ἀρνεῖσθε. Ἐπὶ προσχήματι γοῦν θειότητος ἀεὶ πλημμελοῦντες, πάντα μιαίνετε, τὰς ἀθώους καὶ καθαρὰς συνειδήσεις θανατηφόροις πληγαῖς τραυματίζετε, αὐτὴν δὲ, σχεδὸν εἰπεῖν, τὴν ἡμέραν τῶν ἀνθρωπείων ὀφθαλμῶν καθαρπάζετε. Καὶ τί δεῖ καθέκαστον λέγειν; Ὅπου γε περὶ τῶν ὑμετέρων κακῶν εἰπεῖν τι κατ' ἀξίαν, οὔτε βραχέος ἐστὶ χρόνου, οὔτε τῶν ἡμετέρων ἀσχολιῶν· οὕτω γάρ ἐστι μακρὰ καὶ ἄμετρα τὰ παρ' ὑμῖν ἀτοπήματα, οὕτως εἰδεχθῆ, καὶ πάσης ἀπηνείας πλήρη, ὡς μηδ' ὁλόκληρον ἡμέραν πρὸς ἔκφρασιν τούτων ἀρκεῖν· ἄλλως τε καὶ ἐκκλίνειν τῶν τοιούτων προσήκει τὰς ἀκοὰς, τούς τ' ὀφθαλμοὺς ἀποστρέφειν, ὑπὲρ τοῦ μὴ χραίνεσθαι τῇ καθέκαστον διηγήσει τὴν τῆς ἡμετέρας πίστεως εἰλικρινῆ καὶ καθαρὰν προθυμίαν. Τί οὖν, ἀνεξόμεθα περαιτέρω τῶν τοιούτων κακῶν; Ἀλλ' ἡ μακρὰ παρεπιθύμησις, ὥσπερ
"Recognize now through this legislation, O Novatians, Valentinians, Marcionites, Paulians, and those surnamed Cataphrygians, and in short all who fill up the heresies through their own assemblies, in how many falsehoods the vanity among you has been entangled, and how your teaching is held fast by certain venomous drugs, so that through you those in health are led away into sickness, and the living into perpetual death. O enemies of truth, foes of life, and counsellors of destruction! Everything among you is contrary to truth, consonant with shameful villainies, a matter for absurdities and fictions, through which you fabricate falsehoods, afflict the blameless, and deny the light to believers. Offending continually, at all events, under a pretext of divinity, you defile all things, you wound innocent and pure consciences with deadly blows, and you snatch away, almost to say, the very daylight from human eyes. And what need is there to speak of each detail? Seeing that to speak worthily of your evils belongs neither to a brief time nor to our engagements; for so long and measureless are the enormities among you, so hideous and full of all cruelty, that not even a whole day suffices for the recounting of them; and besides, it is fitting to turn one's ears aside from such things and avert one's eyes, lest the sincere and pure eagerness of our faith be sullied by the narration of each detail. What then, shall we endure such evils any further? Nay, long-continued overlooking, just as
Notes, col. 1140

On the reading

Printed ὅσοι, for ὅσοις.

Printed ἀπολείας, for ἀπωλείας.

PG 20:1141Read from the page
λοιμικῷ νοσήματι καὶ τοὺς ὑγιαίνοντας χραίνεσθαι ποιεῖ. Τίνος οὖν ἕνεκεν τὴν ταχίστην τὰς ῥίζας, ὡς εἰπεῖν, τῆς τοσαύτης κακίας οὐ διὰ δημοσίας ἐπιστρεφείας ἐκκόπτομεν;
causes even those in sound health to be tainted by a pestilential disease. Wherefore then do we not as swiftly as possible cut out by public severity the roots, so to speak, of so great a wickedness?
ΚΕΦΑΛΑΙΟΝ ΞΕʹ.
Chapter LXV.
Περὶ ἀφαιρέσεως τόπων, συνάξεων τῶν αἱρετικῶν.
Concerning the confiscation of the meeting-places of the heretics.
« Τοιγάρτοι ἐπειδὴ τὸν ὄλεθρον τοῦτον τῆς ὑμετέρας ἐξωλείας ἐπὶ πλεῖον φέρειν οὐκ ἔστιν οἷόν τε, διὰ τοῦ νόμου τούτου προαγορεύομεν, μή τις ὑμῶν συνάγειν τοῦ λοιποῦ τολμήσῃ. Διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προσετάξαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μηδ' ἐν οἰκίᾳ ἰδιωτικῇ, ἢ τόποις τισὶν ἰδιάζουσι τὰ τῆς δεισιδαίμονος ὑμῶν ἀνοίας συστήματα συντρέχειν. Πλὴν ὅσον πέρ ἐστι κάλλιον, ὅσοι τῆς ἀληθινῆς καὶ καθαρᾶς ἐπιμελεῖσθε θρησκείας, εἰς τὴν καθολικὴν Ἐκκλησίαν ἔλθετε, καὶ τῇ ταύτης ἁγιότητι κοινωνεῖτε, δι' ἧς καὶ τῆς ἀληθείας ἐφικέσθαι δυνήσεσθε· κεχωρίσθω δὲ παντελῶς τῆς τῶν ἡμετέρων καιρῶν εὐκληρίας, ἡ τῆς διεστραμμένης διανοίας ὑμῶν ἀπάτη, λέγω δὲ, ἡ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐναγής τε καὶ ἐξώλης διχόνοια. Πρέπει γὰρ τῇ ἡμετέρᾳ μακαριότητι ἧς ἀπολαύομεν σὺν Θεῷ, τὸ τοὺς ἐπ' ἐλπίσιν ἀγαθαῖς βιοῦντας, ἀπὸ πάσης ἀτάκτου πλάνης εἰς τὴν εὐθεῖαν ὁδὸν, ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς, ἀπὸ ματαιότητος εἰς τὴν ἀλήθειαν, ἀπὸ θανάτου πρὸς σωτηρίαν ἄγεσθαι. Ὑπὲρ δὲ τοῦ τῆς θεραπείας ταύτης καὶ ἀναγκαίαν γενέσθαι τὴν ἰσχὺν, προσετάξαμεν, καθὼς προείρηται, ἐπὶ πάντα τὰ τῆς δεισιδαιμονίας ὑμῶν συνέδρια, πάντων φημὶ τῶν αἱρετικῶν τοὺς εὐκτηρίους, εἴγε εὐκτηρίους ὀνομάζειν οἴκους προσήκει, ἀφαιρεθέντας ἀναντιῤῥήτως, τῇ καθολικῇ Ἐκκλησίᾳ χωρίς τινος ὑπερθέσεως παραδοθῆναι, τοὺς δὲ λοιποὺς τόπους τοῖς δημοσίοις προσκριθῆναι, καὶ μηδὲ μίαν ὑμῖν εἰς τὸ ἑξῆς τοῦ συναγαγεῖν εὐμάρειαν περιλειφθῆναι, ὅπως ἐκ τῆς ἐνεστώσης ἡμέρας, ἐν μηδενὶ τόπῳ μήτε δημοσίῳ μήτ' ἰδιωτικῷ, τὰ ἀθέμιτα ὑμῶν συστήματα ἀθροισθῆναι τολμήσῃ. Προτεθήτω. »
"Wherefore, since it is no longer possible to endure this ruin of your perniciousness, we proclaim by this law that none of you dare hereafter to hold assemblies. For this reason also we have commanded that all your houses in which you hold these conventicles be confiscated, this care extending so far that the gatherings of your superstitious folly may not come together either in public, or even in a private house, or in any retired places. Rather, by as much as is nobler, as many of you as care for true and pure religion, come to the Catholic Church and share in her holiness, through which you will also be able to attain to the truth; and let the deceit of your perverted understanding, I mean the accursed and pernicious discord of the heretics and schismatics, be utterly sundered from the felicity of our times. For it befits our blessedness, which we enjoy with God, that those who live in good hopes should be led from all disorderly error into the straight way, from darkness unto light, from vanity unto truth, from death towards salvation. And in order that the force of this remedy may also become compulsory, we have commanded, as has been said before, across all the conventicles of your superstition—I mean the houses of prayer of all the heretics, if indeed it is fitting to call them houses of prayer—that they be confiscated without dispute and handed over without any delay to the Catholic Church, and that the remaining places be adjudged to the public treasury, and that no facility at all for assembling hereafter be left to you, so that from the present day, in no place whether public or private, may your unlawful gatherings dare to assemble. Let it be posted."
ΚΕΦΑΛΑΙΟΝ ΞϚʹ.
Chapter LXVI.
Ὅπως βιβλίων ἀθεμίτων παρ' αὐτοῖς εὑρεθέντων, πολλοὶ τῶν αἱρετικῶν εἰς τὴν καθολικὴν Ἐκκλησίαν ὑπέστρεψαν.
How, when unlawful books were found among them, many of the heretics returned to the Catholic Church.
Οὕτω μὲν τὰ τῶν ἑτεροδόξων ἐγκρύμματα βασι-
Thus indeed the lurking-places of the heterodox by imperial