τούτου τῷ μὴ μακαρίζειν ἄνδρα πρὸ τελευτῆς διὰ τὸ τῆς τοῦ βίου τροπῆς ἄδηλον παρηγγέλθαι. Κεκλήσθω δὲ Θεὸς βοηθὸς, οὐράνιός τε συνεργὸς ἡμῖν ἐμπνείτω Λόγος. Ἐξ αὐτῆς δ' ἤδη πρώτης ἡλικίας τοῦ ἀνδρὸς ὧδέ πη τῆς γραφῆς ἀπαρξώμεθα.
this, because we have been charged not to call a man blessed before his end on account of the uncertainty of life's change. Let God be invoked as helper, and let the heavenly Word as fellow-worker breathe upon us. And from the very earliest age of the man let us now make a beginning of our treatise somewhat after this manner.
Παλαιὰ κατέχει φήμη, δεινά τινα γένη τυράννων τὸν Ἑβραίων καταπονῆσαι λεὼν, Θεὸν δὲ τοῖς καταπονουμένοις εὐμενῆ παραφανέντα, Μωϋσέα προφήτην, ἔτι τότε νηπιάζοντα, μέσοις αὐτοῖς τυραννικοῖς οἴκοις τε καὶ κόλποις τραφῆναι, καὶ τῆς παρ' αὐτοῖς μετασχεῖν προνοῆσαι σοφίας. Ὡς δ' ἐπιὼν ὁ χρόνος τὸν μὲν εἰς ἄνδρας ἐκάλει, δίκη δ' ἡ τῶν ἀδικουμένων ἀρωγὸς τοὺς ἀδικοῦντας μετῄει, τηνικαῦτα ἐξ αὐτῶν τυραννικῶν δωμάτων προελθὼν ὁ τοῦ Θεοῦ προφήτης, τῇ τοῦ κρείττονος διηκονεῖτο βουλῇ, τῶν μὲν ἀναθρεψαμένων τυράννων ἔργοις καὶ λόγοις ἀλλοτριούμενος, τοὺς δ' ἀληθεῖ λόγῳ σφετέρους ἀδελφούς τε καὶ συγγενεῖς ἀποφαίνων γνωρίμους· κἄπειτα Θεὸς αὐτὸν καθηγεμόνα τοῦ παντὸς ἔθνους ἐγείρας, Ἑβραίους μὲν τῆς ὑπὸ τοῖς ἐχθροῖς ἠλευθέρου δουλείας, τὸ δὲ τυραννικὸν γένος θεηλάτοις μετήρχετο δι' αὐτοῦ κολαστηρίοις. Φήμη μὲν αὕτη παλαιὰ, μύθου μὲν σχήματι τοῖς πολλοῖς παραδεδομένη, τὰς πάντων ἀκοὰς ἐπλήρου, νυνὶ δὲ ὁ αὐτὸς καὶ ἡμῖν Θεὸς, μειζόνων ἢ κατὰ μύθους θαυμάτων αὐτοπτικὰς θέας, νεαραῖς ὄψεσι πάσης ἀκοῆς ἀληθεστέρας δεδώρηται. Τύραννοι μὲν γὰρ οἱ καθ' ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν πολεμεῖν ὡρμημένοι, τὴν αὐτοῦ κατεπόνουν Ἐκκλησίαν, μέσος δὲ τούτοις Κωνσταντῖνος, ὁ μετ' ὀλίγον τυραννοκτόνος, παῖς ἄρτι νέος, ἁπαλὸς, ὡραῖός τ' ἄνθους ἰούλοις, οἷά τις αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ θεράπων, τυραννικαῖς ἐφήδρευσεν ἑστίαις· οὐ μὴν καὶ τρόπων τῶν ἴσων, καίπερ νέος ὢν, τοῖς ἀθέοις ἐκοινώνει. Εἷλκε γὰρ αὐτὸν ἐξ ἐκείνου θείῳ Πνεύματι φύσις ἀγαθὴ πρὸς τὸν εὐσεβῆ καὶ Θεῷ κεχαρισμένον βίον· οὐ μὴν ἀλλὰ καὶ ζῆλος ἐνῆγε πατρικὸς, ἐπ' ἀγαθῶν μιμήσει τὸν παῖδα προσκαλούμενος. Πατὴρ γὰρ ἦν αὐτῷ, ὅτι δὴ καὶ ἄξιον ἐν καιρῷ τούτῳ τὴν μνήμην ἀναζωπυρῆσαι, περιφανέστατος τῶν καθ' ἡμᾶς αὐτοκρατόρων Κωνστάντιος. Οὗ πέρι τὰ τῷ παιδὶ φέροντα κόσμον, βραχεῖ λόγῳ διελθεῖν ἀναγκαῖον.
An ancient report holds that certain dread races of tyrants oppressed the people of the Hebrews, and that God, appearing gracious to the oppressed, provided that the prophet Moses, then still an infant, should be reared in the very midst of the tyrants' houses and bosoms, and partake of the wisdom among them. And when advancing time called him to manhood, and justice the helper of the wronged visited the wrongdoers, at that time going forth out of those very tyrannical halls the prophet of God ministered to the counsel of the Almighty, estranging himself in deeds and words from the tyrants who had reared him, and acknowledging as his familiars those who in true account were his own brothers and kinsmen; and thereafter God, having raised him up as leader of the whole nation, freed the Hebrews from their slavery under their enemies, and visited the tyrannical race through him with God-sent chastisements. Such was the ancient report which, handed down to the multitude in the guise of myth, filled the ears of all; yet now the selfsame God has granted unto us also eyewitness sights of wonders greater than myths, truer through fresh visions than any report. For the tyrants of our day, rushing to make war upon the God Who is over all, were oppressing His Church, and in their midst Constantine, shortly to be the slayer of tyrants, a boy just young, tender, and comely with the down of youth's bloom, like that very minister of God of old, sat beside tyrannical hearths; yet by no means, though young, did he share with the godless in like ways. For from that time a good nature, by the divine Spirit, drew him towards a pious life well-pleasing to God; nay more, paternal zeal also urged him on, summoning the boy to the imitation of good deeds. For his father was—since indeed it is worthy at this season to rekindle his memory—the most illustrious of the emperors of our day, Constantius. Concerning whom it is necessary to recount in brief speech the things that bring adornment to his son.