οὐ μετρίως ἃ παρὰ φύσιν, τὸν τῶν πάντων Θεὸν καταξίαν σέβειν μηδένα, νομίζεσθαί τε μὴ ἐκ προνοίας, ἀλλ' ὡς ἔτυχεν, ἀτάκτως τε καὶ πλημμελῶς τὰ πάντα συνεστάναι. Καὶ ταῦτα ἐξαγγελλούσης καθέκαστα θείας ἐπιπνοίας διὰ προφητῶν, οἷς ἔδει πείθεσθαι, ἀνθίστατο παντοίαις μηχαναῖς ἀδικία δυσσεβὴς, διαβεβλημένη μὲν πρὸς τὸ τῆς ἀληθείας φῶς, ἀσπαζομένη δὲ τὸ δυσέλεγκτον τοῦ σκότους. Ἀλλ' οὐδὲ τοῦτο χωρὶς βίας καὶ ὠμότητος, ἐξαιρέτως ὅτι τῇ τῶν χυδαίων δήμων ἀπροόπτῳ φορᾷ ἡ τῶν δυναστευόντων γνώμη συνελάμβανε, μᾶλλον δὲ τῆς ἀκαίρου μανίας αὕτη καθηγεῖτο. Διὸ δὴ πολλαῖς γενεαῖς ὁ τοιοῦτος βίος κρατυνθεὶς, μεγίστων γέγονε τοῖς τότε κακῶν αἴτιος. Ἐπιλαμψάσης δὲ παραυτίκα τῆς τοῦ Σωτῆρος ἐπιφανείας, δίκη μὲν ἐξ ἀδίκων ἔργων, ἐκ δὲ παντοδαποῦ κλύδωνος γαλήνη συνίστατο, καὶ πάνθ' ὅσα διὰ προφητῶν προείρητο, ἐπληροῦτο. Τοιγάρτοι μετάρσιος εἰς τὴν πατρῴαν ἑστίαν ἀρθεὶς, αἰδοῦς καὶ σωφροσύνης ἀγλαΐσμασι τὴν οἰκουμένην περιστήσας, ἱερόν τινα νεὼν ἀρετῆς, τὴν Ἐκκλησίαν ἐπὶ τῆς γῆς ἱδρύσατο, ἀΐδιον, ἄφθαρτον, ἐν ᾧ τά τε τῷ ἐξοχωτάτῳ Πατρὶ Θεῷ δέοντα, τά θ' ἑαυτῷ καθήκοντα ἐτελεῖτο μετ' εὐσεβείας. Τί δὴ μετὰ ταῦτα ἡ ἄφρων τῶν ἐθνῶν ἐμηχανᾶτο πονηρία; Ἐπετήδευε, τὰς τοῦ Χριστοῦ χάριτας ἐκβάλλουσα, καὶ τὴν ἐπὶ σωτηρίᾳ τῶν πάντων συσταθεῖσαν Ἐκκλησίαν πορθῆσαι, ἀνέτρεπε δὲ τὴν οἰκείαν δεισιδαιμονίαν. Ἀνόσιος αὖθις στάσις, πόλεμοι, μάχαι, δυστραπελία, βίου παρασκευὴ, χρημάτων ἔρως· ὃ καὶ οὐ φυσικῶς ἴδιον πονηρίας, ποτὲ μὲν ἐλπίσι κεκαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι. Ἀλλ' αὕτη μὲν χαμαὶ κείσθω, ἡττηθεῖσα ὑπ' ἀρετῆς, ᾗ θέμις, διαῤῥηγνυμένη, σπαραττομένη τε ὑπὸ μεταμελείας. Ἡμῖν δὲ νῦν τὰ προσήκοντα τῷ θείῳ λόγῳ ῥητέον.
in no small measure the things that are contrary to nature, that none worshipped worthily the God of all things, and that it was supposed that all things had come together not from providence, but at random, without order and amiss. And although divine inspiration proclaimed these things in every detail through prophets, whom men ought to have obeyed, ungodly unrighteousness resisted by devices of every kind, set in hostility towards the light of truth, and embracing that which is hard to convict in darkness. Yet neither was this without violence and cruelty, especially because the resolve of those in power joined in assisting the unforeseen rush of the vulgar populace, nay rather itself led the way in unseasonable madness. Wherefore indeed such a way of life, having grown strong over many generations, became the cause of the greatest evils to the men of that time. But once the manifestation of the Saviour shone forth immediately, justice arose in place of unjust deeds, and calm out of tossing surge of every kind, and all things whatsoever that had been foretold through prophets were fulfilled. Accordingly, having been lifted up on high unto the paternal hearth, after surrounding the inhabited world with splendours of reverence and temperance, He established upon the earth a sacred temple, as it were, of virtue, the Church, eternal, incorruptible, in which both the things due to the most exalted Father God and the things fitting for Himself were performed with piety. What then after these things did the senseless wickedness of the nations devise? Rejecting the graces of Christ, it strove also to lay waste the Church established for the salvation of all men, while overturning its own superstition. Unholy sedition again, wars, battles, perversity, elaborate provision of life, love of money—which even unnaturally, as a property of wickedness, would at one time charm with embellished hopes, and at another strike down with fear. Yet let this lie upon the ground, vanquished by virtue, as is right, bursting apart and torn asunder by remorse. And by us now the things fitting for the divine discourse must be spoken.