πᾶσιν ἐπιτρόποις καὶ ἡγεμόσιν ἀποδοχῆς καὶ θεραπείας καὶ δεξιώσεως οὐ τῆς τυχούσης ἦν ὁρᾷν ἀξιουμένους. Πῶς δ' ἄν τις διαγράψειε τὰς μυριάνδρους ἐκείνας ἐπισυναγωγὰς καὶ τὰ πλήθη τῶν κατὰ πᾶσαν πόλιν ἀθροισμάτων, τάς τὲ ἐπισήμους ἐν τοῖς προσευκτηρίοις συνδρομάς ; ὧν δὴ ἕνεκα μηδαμῶς ἔτι τοῖς παλαιοῖς οἰκοδομήμασιν ἀρκούμενοι, εὐρείας εἰς πλάτος ἀνὰ πάσας τὰς πόλεις ἐκ θεμελίων ἀνίστων Ἐκκλησίας. Ταῦτα δὲ τοῖς χρόνοις προϊόντα, ὁσημέραι τε εἰς αὔξησιν καὶ μέγεθος ἐπιδιδόντα, οὐδεὶς ἀνεῖργε φθόνος, οὐδέ τις δαίμων πονηρὸς οἷός τε ἦν βασκαίνειν, οὐδ' ἀνθρώπων ἐπιβουλαῖς κωλύειν, ἐς ὅσον ἡ θεία καὶ οὐράνιος χεὶρ ἔσκεπέ τε καὶ ἐφρούρει, οἷα δὴ ἄξιον ὄντα τὸν ἑαυτῆς λαόν· ὡς δὲ ἐκ τῆς ἐπὶ πλέον ἐλευθερίας, ἐπὶ χαυνότητα καὶ νωθρίαν τὰ καθ' ἡμᾶς μετηλλάττετο, ἄλλων ἄλλοις διαφθονουμένων καὶ διαλοιδορουμένων, καὶ μονονουχὶ ἡμῶν αὐτῶν ἑαυτοῖς προσπολεμούντων ὅπλοις, εἰ οὕτω τύχοι, καὶ δόρασι τοῖς διὰ λόγων, ἀρχόντων τε ἄρχουσι προσρηγνύντων, καὶ λαῶν ἐπὶ λαοὺς καταστασιαζόντων, τῆς τε ὑποκρίσεως ἀφάτου καὶ τῆς εἰρωνείας ἐπὶ πλεῖστον ὅσον κακίας προϊούσης, ἡ μὲν δὴ θεία κρίσις οἷα φίλον αὐτῇ πεφεισμένως, τῶν ἀθροισμάτων ἔτι συγκροτουμένων ἠρέμα καὶ μετρίως τὴν αὐτῆς ἐπισκοπὴν ἀνεκίνει, ἐκ τῶν ἐν στρατείαις ἀδελφῶν καταρχομένου τοῦ διωγμοῦ. Ὡς δ' ἀνεπαισθήτως ἔχοντες, οὐχ ὅπως εὐμενὲς καὶ ἵλεων καταστήσεσθαι τὸ Θεῖον προὐθυμούμεθα, οἷα δέ τινες ἄθεοι ἀφρόντιστα καὶ ἀνεπίσκοπα τὰ καθ' ἡμᾶς ἡγούμενοι, ἄλλας ἐπ' ἄλλαις προσετίθεμεν κακίας· οἵ τε δοκοῦντες ἡμῶν ποιμένες τὸν τῆς θεοσεβείας θεσμὸν παρωσάμενοι, ταῖς πρὸς ἀλλήλους ἀνεφλέγοντο φιλονεικίαις, αὐτὰ δὴ ταῦτα μόνα, τὰς ἔριδας καὶ τὰς ἀπειλὰς, τόν τε ζῆλον καὶ τὸ πρὸς ἀλλήλους ἔχθος τε καὶ μῖσος ἐπαύξοντες, οἷά τε τυραννίδας τὰς φιλαρχίας ἐκθύμως διεκδικοῦντες· τότε δὴ τότε κατὰ τὴν φάσκουσαν τοῦ Ἱερεμίου φωνὴν, « Ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιὼν, καὶ κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραὴλ, οὐκ ἐμνήσθη τε ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ· ἀλλὰ καὶ κατεπόντισε Κύριος πάντα τὰ ὡραῖα Ἰσραὴλ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ. » Κατά τε τὰ ἐν Ψαλμοῖς προθεσπισθέντα, « Κατέστρεψε τὴν διαθήκην τοῦ δούλου αὐτοῦ, καὶ ἐβεβήλωσεν εἰς γῆν διὰ
all procurators and governors it was possible to see deemed worthy—acceptance and service and welcome of no ordinary kind. And how could one describe those congregations of tens of thousands of men and the multitudes of the assemblies in every city, and the notable concourses in the places of prayer? On account of which things, being by no means any longer content with the ancient buildings, throughout all the cities they erected from the foundations Churches wide in breadth. And these things, advancing with the times, and daily increasing in growth and magnitude, no envy checked, nor was any evil daemon able to bewitch them, nor to hinder them by human plots, so long as the divine and heavenly hand sheltered and guarded its own people as being worthy; but when from greater freedom our affairs turned to laxity and sloth, while some envied and reviled others, and we almost waged war upon ourselves with weapons, as the case might be, and spears consisting of words, and rulers dashed against rulers, and peoples rose in faction against peoples, and unspeakable hypocrisy and dissimulation advanced to the utmost pitch of malice, then indeed the divine judgement, gently as is dear to It, while the assemblies were still being held, quietly and moderately began to stir up Its visitation, the persecution beginning from the brethren in the armies. But when, being insensible, we were not even eager to render the Divine gracious and propitious, but like certain godless men supposing our affairs to be unheeded and unwatched over, we added evils upon evils; and those who seemed to be our shepherds, having thrust aside the law of godliness, were inflamed with contentiousness towards one another, augmenting these very things alone—strifes and threats, and jealousy and mutual enmity and hatred—and passionately claiming pre-eminence of rule as though tyrannies: then indeed, then, according to the voice of Jeremiah which says, "The Lord in His wrath has darkened the daughter of Sion, and has cast down from heaven to earth the glory of Israel, and has not remembered the footstool of His feet in the day of His wrath; but the Lord has also drowned all the beauties of Israel, and has pulled down all his hedges." And according to the things foretold in the Psalms, "He has overturned the covenant of His servant, and has profaned to the ground through