Migne Reading Room

PG 20 · cols. 601–612 · Read from the page

Eusebius, Church History, Book VI

Eusebius, Church History, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:601Read from the page
τελευτῆς, τοῦ πονηροῦ δαίμονος ἐφαμίλλως τῷ ἀνδρὶ πανστρατιᾷ παραταξαμένου, πάσῃ τε μηχανῇ καὶ δυνάμει κατ' αὐτοῦ στρατηγήσαντος, παρὰ πάντας τε τοὺς τηνικάδε πολεμηθέντας διαφερόντως ἐπισκήψαντος αὐτῷ, οἷά τε καὶ ὅσα διὰ τὸν Χριστοῦ λόγον ὁ ἀνὴρ ὑπέμεινε δεσμὰ καὶ βασάνους τὰς κατὰ τοῦ σώματος, τάς τε ὑπὸ σιδηρῷ κλοιῷ καὶ μυχοῖς εἱρκτῆς τιμωρίας, καὶ ὡς ἐπὶ πλείσταις ἡμέραις τοὺς πόδας ὑπὸ τέσσαρα τοῦ κολαστηρίου ξύλου παραταθεὶς διαστήματα κατασπώμενος, πυρός τε ἀπειλὰς, καὶ ὅσα ἄλλα πρὸς τῶν ἐχθρῶν ἐπενεχθέντα καρτερῶς ἤνεγκεν, οἵου τε τὰ κατ' αὐτὸν ἔτυχε τέλους, μηδαμῶς αὐτὸν ἀνελεῖν παντὶ σθένει τοῦ δικαστοῦ φιλονεικῶς ἐνστάντος, ὁποίας τε μετὰ ταῦτα καταλείπει φωνὰς, καὶ αὐτὰς πλήρεις τοῖς ἀναλήψεως δεομένοις ὠφελείας, πλεῖσται ὅσαι τἀνδρὸς ἐπιστολαὶ τἀληθὲς ὁμοῦ καὶ ἀκριβὲς περιέχουσι.
departure, as the evil demon arrayed his whole host in rivalry against the man, and manoeuvred against him with every device and power, and fell upon him beyond all others who were warred against at that time; and what sort and how many bonds and tortures against his body the man endured for the word of Christ, both the punishments under an iron collar and in the recesses of a prison, and how for very many days he was stretched and pulled down with his feet under four spaces of the punishing stocks, and threats of fire, and whatever other things brought on by the enemies he steadfastly bore, and what sort of outcome his affairs met with, as the judge contentiously with all his might insisted on by no means putting him to death, and what sort of utterances he leaves behind after these things, themselves full of benefit for those in need of recovery—very many epistles of the man contain the truth at once and the exact account.
ΚΕΦΑΛΑΙΟΝ Μʹ.
Chapter XL.
Περὶ τῶν Διονυσίῳ συμβάντων (Nic. H. E. V, 28).
Concerning the things that happened to Dionysius (Nic. H. E. V, 28).
Τά γέ τοι κατὰ Διονύσιον, ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς αὐτοῦ παραθήσομαι· ἔνθα τοῦτον περὶ ἑαυτοῦ λέγων ἱστορεῖ τὸν τρόπον· « Ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ Θεοῦ λαλῶ, καὶ αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι· οὐδὲ μίαν ἐπ' ἐμαυτοῦ βαλλόμενος, οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. Ἀλλὰ καὶ πρότερον τοῦ κατὰ Δέκιον προτεθέντος διωγμοῦ, Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμψεν εἰς ἀναζήτησίν μου· κἀγὼ μὲν τεσσάρων ἡμερῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν τοῦ φρουμενταρίου προσδοκῶν. Ὁ δὲ πάντα μὲν περιῆλθεν ἀνερευνῶν, τὰς ὁδοὺς, τοὺς ποταμοὺς, τοὺς ἀγροὺς, ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν. Ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν· οὐ γὰρ ἐπίστευεν οἴκοι με διωκόμενον μέ-
Indeed, the matters concerning Dionysius I shall set forth from his epistle to Germanus, where, speaking about himself, he relates in this manner: "Now I speak also before God, and He Himself knows that I do not lie: taking no thought on my own, nor without God, have I made my flight. But even before, when the persecution under Decius was set forth, Sabinus at that very hour sent a frumentarius in search of me; and I indeed remained at home for four days, awaiting the arrival of the frumentarius. But he went around searching everywhere, the roads, the rivers, the fields, where he suspected that I was hiding or walking. Yet he was held by blindness, not finding the house; for he did not believe that I, when pursued, was remaining at home;
PG 20:604Read from the page
νειν. Καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι τοῦ Θεοῦ, καὶ παραδόξως ὁδοποιήσαντος, ἐγώ τε καὶ οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελφῶν ἅμα συνεξήλθομεν. Καὶ ὅτι τῆς τοῦ Θεοῦ προνοίας ἔργον ἐκεῖνο γέγονε, τὰ ἑξῆς ἐδήλωσεν· ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι. » Εἶτά τινα μεταξὺ εἰπὼν, τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ, ταῦτα ἐπιφέρων· « Ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς σὺν ἐμοὶ γενόμενος ὑπὸ τοῖς στρατιώταις, εἰς Ταπόσιριν ἤχθην· ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ Θεοῦ πρόνοιαν ἔτυχε μὴ παρὼν, μηδὲ καταληφθείς. Ἐλθὼν δὲ ὕστερον, εὗρε τὸν οἶκον ἔρημον, καὶ φρουροῦντας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους. » Καὶ μεθ' ἕτερά φησι· « Καὶ τίς ὁ τῆς θαυμασίας οἰκονομίας αὐτοῦ τρόπος; Τὰ γὰρ ἀληθῆ λεχθήσεται. Ἀπήντετό τις τῶν χωριτῶν ὑποφεύγοντι τῷ Τιμοθέῳ καὶ τεταραγμένῳ, καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο. Ὁ δὲ τἀληθὲς ἐξεῖπε· κἀκεῖνος ἀκούσας (ἀπῄει δὲ εὐωχησόμενος γάμους· διαπαννυχίζειν γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος), εἰσελθὼν ἀπήγγειλε τοῖς κατακειμένοις· οἳ ὁρμῇ μιᾷ καθάπερ ἀπὸ συνθήματος πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον, ἐπεισπεσόντες τε ἡμῖν, ἠλάλαξαν· καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμᾶς στρατιωτῶν γενομένης, ἐπέστησαν ἡμῖν ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι. Κἀγὼ μὲν, οἶδεν ὁ Θεὸς, ὡς λῃστὰς εἶναι πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπαγὴν ἀφικομένους, μένων ἐπὶ τῆς εὐνῆς, ἧς ἤμην γυμνὸς, ἐν τῷ λινῷ ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα παρακειμένην αὐτοῖς ὤρεγον. Οἱ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι. Καὶ τότε συνεὶς ἐφ' ᾧ παρῆσαν, ἀνέκραγον δεόμενος αὐτῶν καὶ ἱκετεύων ἀπιέναι καὶ ἡμᾶς ἐᾷν· εἰ δὲ βούλονταί τι χρηστὸν ἐργάσασθαι, τοὺς ἀπάγοντάς με φθάσαι, καὶ τὴν κεφαλὴν αὐτοὺς τὴν ἐμὴν ἀποτεμεῖν ἠξίουν. Καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινωνοί μου καὶ μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν. Κἀγὼ μὲν παρῆκα ἐμαυτὸν ὕπτιον εἰς τοῦδαφος· οἱ δὲ διαλαβόντες χειρῶν καὶ ποδῶν, σύροντες ἐξήγαγον. Ἐπηκολούθουν δέ μοι οἱ τούτων πάντων γενόμενοι μάρτυρες, Γάϊος, Φαῦστος, Πέτρος, Παῦλος· οἳ καὶ ὑπολαβόντες μέ, φοράδην ἐξήγαγον τοῦ πολιχνίου,
And scarcely after the fourth day, when God commanded me to depart and paradoxically made a way, both I and the lads and many of the brethren went out together. And that this was a work of the providence of God, the things that followed made clear, in which perhaps we have become useful to some." Then, having said some things in between, he makes clear the things that happened to him after the flight, adding these words: "For around sunset I indeed, having come along with those with me under the power of the soldiers, was led to Taposiris; but Timothy, according to the providence of God, happened not to be present, nor was he seized. And coming later, he found the house deserted and attendants guarding it, and us enslaved." And after other things he says: "And what was the manner of His marvellous dispensation? For the truth shall be told. One of the countrymen met Timothy as he was fleeing away and agitated, and inquired the cause of his haste. And he told out the truth; and that man having heard it (now he was going off to feast at a wedding; for it is the custom for them to pass the whole night in such gatherings), went in and reported it to those reclining at table; and they with one impulse, as if from a watchword, all rose up, and borne along at a run came very quickly, and falling upon us, raised a shout; and when the soldiers guarding us immediately took to flight, they stood over us as we were, lying upon the unspread pallets. And I indeed, God knows, thinking at first that they were robbers who had come for pillage and plunder, remaining upon the bed, where I was naked in my linen garment, held out to them the rest of my clothing that was lying beside me. But they ordered me to rise up and go out as quickly as possible. And then, understanding for what purpose they were present, I cried out, begging and entreating them to go away and leave us alone; and if they wished to do something kind, I asked them to anticipate those leading me away and cut off my head themselves. And while I was shouting such things, as my companions and partakers in all things know, they were raising me up by force. And I let myself fall on my back onto the ground; and they, seizing me by the hands and feet, dragged and brought me out. And there followed me those who became witnesses of all these things, Gaius, Faustus, Peter, Paul; who also, taking me up, carried me out of the little town,
Notes, col. 604

On the reading

Printed μέ,, for με,.

PG 20:605Read from the page
καὶ ὄνῳ γυμνῷ ἐπιβιβάσαντες ἀπήγαγον. » Ταῦτα περὶ ἑαυτοῦ ὁ Διονύσιος διεξέρχεται.
and setting me upon a barebacked ass, led me away." These things Dionysius relates concerning himself.
ΚΕΦΑΛΑΙΟΝ ΜΑʹ.
Chapter XLI.
Περὶ τῶν ἐπ' αὐτῆς Ἀλεξανδρείας μαρτυρησάντων (Nic. H. E. V. 29-31).
Concerning those who suffered martyrdom in Alexandria itself (Nic. H. E. V, 29-31).
Ὁ δ' αὐτὸς ἐν ἐπιστολῇ τῇ πρὸς Φάβιον ἐπίσκοπον Ἀντιοχέων, τῶν κατὰ Δέκιον μαρτυρησάντων ἐν Ἀλεξανδρείᾳ τοὺς ἀγῶνας τοῦτον ἱστορεῖ τὸν τρόπον· « Οὐκ ἀπὸ τοῦ βασιλικοῦ προστάγματος ὁ διωγμὸς παρ' ἡμῖν ἤρξατο, ἀλλὰ γὰρ ὅλον ἐνιαυτὸν προύλαβε, καὶ φθάσας ὁ κακῶν τῇ πόλει ταύτῃ μάντις καὶ ποιητὴς, ὅστις ἐκεῖνος ἦν, ἐκίνησε καὶ παρώρμησε καθ' ἡμῶν τὰ πλήθη τῶν ἐθνῶν, εἰς τὴν ἐπιχώριον αὐτοὺς δεισιδαιμονίαν ἀναῤῥιπίσας. Οἱ δὲ ἐρεθισθέντες ὑπ' αὐτοῦ, καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβόμενοι, μόνην εὐσέβειαν [τὴν θρησκείαν τῶν δαιμόνων] ταύτην ὑπέλαβον, τὸ καθ' ἡμῶν φονᾷν. Πρῶτον μὲν οὖν πρεσβύτην Μετρᾶν ὀνόματι συναρπάσαντες, καὶ κελεύσαντες ἄθεα λέγειν ῥήματα, μὴ πειθόμενον, ξύλοις τε παίοντες τὸ σῶμα, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς κεντοῦντες, ἀγαγόντες εἰς τὸ προάστειον, κατελιθοβόλησαν. Ἔπειτα πιστὴν γυναῖκα Κοΐνταν καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀπαγαγόντες, ἠνάγκαζον προσκυνεῖν· ἀποστρεφομένην δὲ καὶ βδελυττομένην ἐκδήσαντες τῶν ποδῶν, διὰ πάσης τῆς πόλεως κατὰ τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαῤῥασσομένην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες κατέλευσαν τόπον. Εἶθ' ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν ἐπὶ τὰς τῶν θεοσεβῶν οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι γειτνιῶντας, ἐπισπεύδοντες ἦγον, ἐσύλων τε καὶ διήρπαζον, τὰ μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δὲ εὐτελέστερα καὶ ὅσα ἐκ ξύλων ἐπεποίητο, διαῤῥιπτοῦντες καὶ κατακαίοντες ἐν ταῖς ὁδοῖς, ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαν. Ἐξέκλινον δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοὶ, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων, ὁμοίως ἐκείνοις οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. Καὶ οὐκ οἶδ' εἴ τις, πλὴν εἰ μή που τις εἷς ἐμπεσὼν, μέχρι γε τούτου τὸν Κύριον ἠρνήσατο. Ἀλλὰ καὶ τὴν θαυμασιωτάτην τότε παρθένον πρεσβύτιν Ἀπολλωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας, κόπτοντες τὰς σιαγόνας, ἐξήλασαν·
And the same man, in the epistle to Fabius bishop of the Antiochians, relates the struggles of those who suffered martyrdom in Alexandria under Decius in this manner: "Not from the imperial edict did the persecution begin among us, for in fact it preceded it by a whole year; and whoever that prophet and poet of evils to this city was, anticipating it, he stirred up and incited against us the multitudes of the heathen, fanning them up again to their native superstition. And they, provoked by him and laying hold of all licence for unholy deeds, supposed this alone to be piety [the worship of the demons], to thirst for our blood. First, then, seizing an old man named Metras, and ordering him to utter godless words, when he did not obey, beating his body with clubs, and pricking his face and his eyes with sharp reeds, they led him into the suburb and stoned him to death. Next, leading away a faithful woman called Quinta to the idol-temple, they were forcing her to worship; and when she turned away and abhorred it, binding her by the feet and dragging her through all the city over the rough stone pavement, dashing her against the millstones and at the same time scourging her, they led her to the same place and stoned her to death. Then with one accord all rushed upon the houses of the godly, and falling upon those whom each knew as neighbours, they drove them out, despoiled and plundered them, setting aside for themselves the more valuable of the treasures, and throwing about and burning in the streets the cheaper things and whatever was made of wood, they presented the spectacle of a city captured by enemies. And the brethren turned aside and withdrew, and like those to whom Paul also bore witness, they accepted with joy the plundering of their possessions. And I do not know if anyone—except perhaps some single one who fell into their hands—denied the Lord up to this point. Moreover, seizing also the most admirable aged virgin at that time, Apollonia, striking her jaws, they knocked out all her teeth;
PG 20:608Read from the page
πυρὰν δὲ νήσαντες πρὸ τῆς πόλεως, ζῶσαν ἠπείλουν κατακαῦσαι, εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας κηρύγματα. Ἡ δὲ ὑποπαραιτησαμένη βραχὺ καὶ ἀνεθεῖσα, συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται. Σαραπίωνά τε καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέῤῥιψαν. Οὐδεμία δὲ ὁδὸς, οὐ λεωφόρος, οὐ στενωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νύκτωρ, οὐ μεθημέραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ τὰ δύσφημά τις ἀνυμνοίη ῥήματα, τοῦτον εὐθέως δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι. Καὶ ταῦτα ἐπιπολὺ μὲν τοῦτον ἤκμασε τὸν τρόπον. Διαδεξαμένη δὲ τοὺς ἀθλίους ἡ στάσις, καὶ ὁ πόλεμος ὁ ἐμφύλιος, τὴν καθ' ἡμῶν ὠμότητα πρὸς ἀλλήλους αὐτῶν ἔτρεψε. Καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχολίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων· εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς εὐμενεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ' ἡμᾶς ἀπειλῆς φόβος ἀνετείνετο. Καὶ δὴ καὶ παρῆν τὸ πρόσταγμα, αὐτὸ σχεδὸν ἐκεῖνο οἷον τὸ προῤῥηθὲν ὑπὸ τοῦ Κυρίου ἡμῶν ἀποφαῖνον τὸ φοβερώτατον, ὡς, εἰ δυνατὸν, σκανδαλίσαι καὶ τοὺς ἐκλεκτούς. Πλὴν πάντες γε κατεπτήχεσαν. Καὶ πολλοὶ μὲν εὐθέως τῶν περιφανεστέρων, οἱ μὲν ἀπήντων δεδιότες, οἱ δὲ δημοσιεύοντες, ὑπὸ τῶν πράξεων ἤγοντο, οἱ δὲ ὑπὸ τῶν ἀμφ' αὐτοὺς ἐφείλκοντο· ὀνομαστί τε καλούμενοι, ταῖς ἀνάγνοις καὶ ἀνιέροις θυσίαις προσῄεσαν, οἱ μὲν, ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ θύσοντες, ἀλλ' αὐτοὶ θύματα καὶ σφάγια τοῖς εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλοῦ τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι, καὶ δήλους μὲν εἶναι πρὸς πάντα δειλοὺς ὑπάρχοντας, καὶ πρὸς τὸ τεθνά-
and having heaped up a pyre before the city, they threatened to burn her alive unless she should proclaim along with them the proclamations of impiety. But she, having begged off a little and been released, leaped eagerly into the fire and was consumed. And seizing Sarapion at his hearth, after torturing him with harsh torments and breaking all his limbs, they threw him down headlong from the upper storey. And no road, no highway, no alley was passable for us, neither by night nor by day, as always and everywhere all were shouting that unless someone should chant the blasphemous words, he must immediately be dragged away and burned. And these things flourished for a long while in this manner. But sedition and civil war, succeeding for the wretched men, turned their cruelty against us towards one another. And we took breath for a little while, since they had no leisure for their wrath against us; but immediately the change of that rule which was more kindly to us was announced, and great fear of the threat against us was held out over us. And indeed the edict was present, displaying that very thing, almost such as what was foretold by our Lord, most fearful, so as, if possible, to cause even the elect to stumble. Nevertheless, all indeed cowered in fear. And of many of the more prominent men immediately, some came forward in fear, others holding public office were led by their functions, and others were dragged along by those around them; and being called by name, they approached the impure and unholy sacrifices, some pale and trembling, as though they were not about to sacrifice, but were themselves to be victims and sacrifices to the idols, so that mockery was brought upon them by much of the surrounding populace, and they were manifestly cowards in everything, both to die
PG 20:609Read from the page
ναι καὶ πρὸς τὸ θῦσαι· οἱ δέ τινες ἑτοιμότερον τοῖς βωμοῖς προσέτρεχον, ἰσχυριζόμενοι τῇ θρασύτητι τὸ μηδὲ πρότερον Χριστιανοὶ γεγονέναι. Περὶ ὧν ἡ τοῦ Κυρίου πρόῤῥησις ἀληθεστάτη, ὅτι δυσκόλως σωθήσονται. Τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο. Καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς χωρήσαντες· καί τινες καὶ πλείονας ἡμέρας καθειρχθέντες, εἶτα καὶ πρὶν εἰς δικαστήριον εἰσελθεῖν, ἐξωμόσαντο, οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρτερήσαντες, πρὸς τὸ ἑξῆς ἀπεῖπον. Οἱ δὲ στεῤῥοὶ καὶ μακάριοι στύλοι τοῦ Κυρίου, κραταιωθέντες ὑπ' αὐτοῦ, καὶ τῆς ἰσχυρᾶς ἐν ἑαυτοῖς πίστεως ἀξίαν καὶ ἀνάλογον δύναμιν καὶ καρτερίαν λαβόντες, θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασιλείας μάρτυρες. Ὧν πρῶτος Ἰουλιανὸς, ἄνθρωπος ποδαγρὸς, μὴ στῆναι, μὴ βαδίσαι δυνάμενος, σὺν ἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν, προσήχθη. Ὧν ὁ μὲν ἕτερος, εὐθὺς ἠρνήσατο· ὁ δ' ἕτερος Κρονίων ὀνόματι, ἐπίκλην δὲ Εὔνους, καὶ αὐτὸς ὁ πρεσβύτης Ἰουλιανὸς, ὁμολογήσαντες τὸν Κύριον, διὰ πάσης τῆς πόλεως μεγίστης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ, περικεχυμένου τοῦ δήμου παντὸς, κατεκάησαν. Στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς, καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐκβοησάντων ἐκείνων, προσαχθεὶς ὁ ἀνδρειότατος ὁπλομάχος τοῦ Θεοῦ Βησᾶς, κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας, ἀπετμήθη τὴν κεφαλήν· καί τις ἕτερος τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ πρὸς ἄρνησιν γενομένης, οὐχ ὑπαχθεὶς, ζῶν καταπέφλεκται. Ἐπίμαχός τε μετ' αὐτοὺς καὶ Ἀλέξανδρος, μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας διενεγκόντες ἀλγηδόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν. Καὶ σὺν αὐτοῖς γυναῖκες τέσσαρες· Ἀμμωνάριόν τε ἁγία παρθένος, πάνυ φιλονεικῶς αὐτὴν ἐπιπλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην ὡς μηδὲν ὧν ἐκεῖνος κελεύοι, φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν, ἀπήχθη· αἱ δὲ λοιπαὶ, ἡ σεμνοπρεπεστάτη πρεσβύτις Μερκουρία, καὶ ἡ πολύπαις μὲν, οὐχ ὑπὲρ τὸν Κύριον δὲ ἀγαπήσασα ἑαυτῆς τὰ τέκνα Διονυσία, καὶ Ἀμμωνάριον ἑτέρα, καταιδεσθέντος εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι, τοῦ ἡγεμόνος, σιδήρῳ τεθνᾶσι, μηκέτι βασάνων πεῖ-
and to sacrifice; while certain others ran more readily to the altars, affirming strongly by their boldness that they had not even been Christians before. Concerning whom the prediction of the Lord is most true, that they shall with difficulty be saved. And of the rest, some followed one or the other of these two, others fled, and others were caught. And of these, some having gone as far as bonds and prison, and certain also having been shut up for several days, then even before entering into the court of justice abjured, while others, having endured tortures as well for a certain time, gave up as to what followed. But the firm and blessed pillars of the Lord, strengthened by Him, and having received strength and endurance worthy of and proportionate to the strong faith within themselves, became admirable witnesses of His kingdom. The first of whom, Julian, a man afflicted with gout, able neither to stand nor to walk, was brought in with two others who carried him. Of whom the one immediately denied; while the other, Cronion by name, and surnamed Eunus, and the old man Julian himself, having confessed the Lord, were carried on camels through the whole city—which, as you know, is very great—and being scourged aloft, were finally burned down in unquenchable fire, with the whole populace poured around. And a soldier who stood by them as they were being led away, and opposed those who were insulting them, when those men cried out, was brought forward—that most courageous heavy-armed warrior of God, Besas—and having excelled in valour in the great war for piety as well, had his head cut off; and a certain other, by race a Libyan, and both in name and in blessing a true Macar, when much urging towards denial was made to him by the judge, not being induced, was burned alive. And Epimachus and Alexander after them, after a long time that they remained prisoners, having borne countless pains, scrapers, scourges, were also dissolved in unquenchable fire. And with them four women: both Ammonarium, a holy virgin, after the judge had tortured her very contentiously for a very long time because she had declared beforehand that she would utter nothing of what he ordered, having kept true to her promise, was led away; and the rest, the most venerable aged woman Mercuria, and Dionysia, a mother of many children indeed, yet who did not love her own children above the Lord, and another Ammonarium, since the governor was ashamed to torture further in vain and to be defeated by women, died by the iron, no longer receiving trial of torments;
PG 20:612Read from the page
ραν λαβοῦσαι. Τὰς γὰρ ὑπὲρ πασῶν, ὁ πρόμαχος Ἀμμωνάριον ἀνεδέδεκτο βασάνους. Ἥρων δὲ καὶ Ἀτὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι, καὶ σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαέτης ὁ Διόσκορος, παρεδόθησαν· καὶ πρῶτον τὸ μειράκιον λόγοις τε ἀπατᾷν ὡς εὐπαράγωγον, καὶ βασάνοις καταναγκάζειν ὡς εὐένδοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ Διόσκορος. Τοὺς δὲ λοιποὺς ἀγριώτατα καταξήνας, ἐγκαρτερήσαντας, πυρὶ καὶ τούτους παραδέδωκε, τὸν δὲ Διόσκορον ἐλλαμπρυνάμενόν τε δημοσίᾳ, καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινάμενον θαυμάσας, παρῆκεν, ὑπέρθεσιν φήσας εἰς μετάνοιαν αὐτῷ διὰ τὴν ἡλικίαν ἐπιμετρεῖν. Καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν ἐστι Διόσκορος, εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον μείνας τὸν ἆθλον. Νεμεσίων δέ τις κἀκεῖνος Αἰγύπτιος, ἐσυκοφαντήθη μὲν, ὡς δὴ σύνοικος λῃστῶν, ἀποδυσάμενος δὲ ταύτην παρὰ τῷ ἑκατοντάρχῳ τὴν ἀλλοτριωτάτην κατ' αὐτοῦ διαβολὴν, καταμηνυθεὶς ὡς Χριστιανὸς, ἧκε δεσμώτης ἐπὶ τὸν ἡγούμενον. Ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν ἢ τοὺς λῃστὰς ταῖς τε βασάνοις καὶ ταῖς μάστιξι λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε, τιμηθέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀθρόον δέ τι σύνταγμα στρατιωτικὸν, Ἄμμων καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης, καὶ σὺν αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ δικαστηρίου· κρινομένου δή τινος ὡς Χριστιανοῦ καὶ πρὸς ἄρνησιν ἤδη ῥέποντος, ἐπρίοντο οὗτοι παρεστηκότες, καὶ τοῖς τε προσώποις ἐνένευον, καὶ τὰς χεῖρας ἀνέτεινον, καὶ συνεσχηματίζοντο τοῖς σώμασιν. Ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ἄλλους λαβέσθαι, φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον, εἶναι Χριστιανοὶ λέγοντες, ὡς τόν τε ἡγεμόνα καὶ τοὺς συνέδρους ἐμφόβους γενέσθαι, καὶ τοὺς μὲν κρινομένους εὐθαρσεστάτους, ἐφ' οἷς πείσονται, φαίνεσθαι, τοὺς δὲ δικάζοντας ἀποδειλιᾷν. Καὶ οὗτοι μὲν ἐκ δικαστηρίων ἐνεπόμπευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρτυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοῦ Θεοῦ. »
For the champion Ammonarium had taken upon herself the torments on behalf of them all. And Heron and Ater and Isidore, Egyptians, and with them a lad of about fifteen years, Dioscorus, were handed over; and when he tried first both to deceive the youth with words as easily led astray, and to compel him with torments as easily yielding, Dioscorus was neither persuaded nor did he yield. And having carded the rest most savagely, when they endured steadfastly, he handed these also over to fire; but marvelling at Dioscorus, who both shone forth in public and answered most wisely to his own questionings, he let him go, saying that he measured out to him a postponement for repentance on account of his age. And now the most godly Dioscorus is with us, having remained for a longer contest and a more lasting prize. And a certain Nemesion, he too an Egyptian, was falsely accused indeed as being a housemate of robbers, but having cleared himself before the centurion of this slander most foreign to him, being denounced as a Christian, he came in bonds before the governor. And that most unjust man, having maltreated him with both tortures and scourges twice as much as the robbers, burned him between the robbers, the blessed man being honoured after the pattern of Christ. And a crowded military band, Ammon and Zeno and Ptolemy and Ingenes, and with them an old man Theophilus, had been standing before the court of justice; and when a certain man was being tried as a Christian and was already inclining towards denial, these men standing by gnashed their teeth, and nodded with their faces, and stretched out their hands, and made gestures with their bodies. And when the attention of all was turned towards them, before any others could seize them, they anticipated it and ran up to the stand, saying that they were Christians, so that both the governor and his assessors became terrified, and those on trial appeared most courageous in face of what they were to suffer, while the judges played the coward. And these men went in procession from the courts of justice and rejoiced in their testimony, as God gloriously led them in triumph."