στιανοῦ κατηγορων, τοτὲ δὲ τὴν περὶ τὰ φιλόσοφα μαθήματα ἐπίδοσιν αὐτοῦ θαυμάζων καὶ διαγράφων. Ἄκουε δ' οὖν ἃ φησι κατὰ λέξιν· « Τῆς δὴ μοχθηρίας τῶν Ἰουδαϊκῶν Γραφῶν οὐκ ἀπόστασιν, λύσιν δέ τινες εὑρεῖν προθυμηθέντες, ἐπ' ἐξηγήσεις ἐτράποντο ἀσυγκλώστους καὶ ἀναρμόστους τοῖς γεγραμμένοις, οὐκ ἀπολογίαν μᾶλλον ὑπὲρ τῶν ὀθνείων, παραδοχὴν δὲ καὶ ἔπαινον τοῖς οἰκείοις φερούσας. Αἰνίγματα γὰρ τὰ φανερῶς παρὰ Μωϋσεῖ λεγόμενα εἶναι κομπάσαντες, καὶ ἐπιθειάσαντες ὡς θεσπίσματα πλήρη κρυφίων μυστηρίων, διά τε τοῦ τύφου τὸ κριτικὸν τῆς ψυχῆς καταγοητεύσαντες, ἐπάγουσιν ἐξηγήσεις. » Εἶτα μεθ' ἕτερά φησιν· « Ὁ δὲ τρόπος τῆς ἀτοπίας, ἐξ ἀνδρὸς ᾧ κἀγὼ κομιδῇ νέος ὢν ἔτι ἐντετύχηκα, σφόδρα εὐδοκιμήσαντος, καὶ ἔτι δι' ὧν καταλέλοιπε συγγραμμάτων εὐδοκιμοῦντος παρειλήφθω Ὠριγένους, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτων τῶν λόγων μέγα διαδέδοται. Ἀκροατὴς γὰρ οὗτος Ἀμμωνίου τοῦ πλείστην ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ἐπίδοσιν ἐν φιλοσοφίᾳ ἐσχηκότος γεγονὼς, εἰς μὲν τὴν τῶν λόγων ἐμπειρίαν, πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκτήσατο, εἰς δὲ τὴν ὀρθὴν τοῦ βίου προαίρεσιν, τὴν ἐναντίαν ἐκείνῳ τοῦ βίου πορείαν ἐποιήσατο. Ἀμμώνιος μὲν γὰρ Χριστιανὸς
stian accusing him, and sometimes admiring and describing his proficiency in philosophical studies. Hear, then, what he says word for word: « Some, eager to find not an abandonment, but a solution of the baseness of the Jewish Scriptures, have turned to expositions that cannot be woven together and are incongruous with what is written, bringing not so much a defence for the foreign things as an acceptance and praise for their own. For boasting that the things plainly spoken by Moses are riddles, and crying them up as divine oracles full of hidden mysteries, and bewitching the critical faculty of the soul through their conceit, they bring in expositions. » Then, after other things, he says: « Let the manner of this absurdity be taken from a man whom I too met when I was still quite young, who was of great repute and still is of repute through the writings he has left behind, Origen, whose fame has been spread wide among the teachers of these doctrines. For having been a hearer of Ammonius, who had made the greatest proficiency in philosophy in our times, as regards experience in letters he gained much benefit from his teacher, but as regards the right choice of life he took the opposite course of life to him. For Ammonius, being a Christian,