Migne Reading Room

PG 20 · cols. 529–540 · Read from the page

Eusebius, Church History, Book VI

Eusebius, Church History, Book VI

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:529Read from the page
πλείους προσιόντας, αὐτῷ μόνῳ τῆς τοῦ κατηχεῖν διατριβῆς ὑπὸ Δημητρίου τοῦ τῆς Ἐκκλησίας προεστῶτος ἐπιτετραμμένης, ἀσύμφωνον ἡγησάμενος τὴν τῶν γραμματικῶν λόγων διδασκαλίαν τῇ πρὸς τὰ θεῖα παιδεύματα ἀσκήσει, μὴ μελλήσας, ἀποῤῥήγνυσιν ἅτε ἀνωφελῆ καὶ τοῖς ἱεροῖς μαθήμασιν ἐναντίαν τὴν τῶν γραμματικῶν λόγων διατριβήν. Εἶτα λογισμῷ καθήκοντι ὡς ἂν μὴ γένοιτο τῆς παρ' ἑτέρων ἐπικουρίας ἐνδεὴς, ὅσαπερ ἦν αὐτῷ λόγων ἀρχαίων πρότερον συγγράμματα φιλοκάλως ἐσπουδασμένα μεταδοὺς, τοῖς ὑπὸ τοῦ ταῦτα ἐωνημένου φερομένοις αὐτῷ τέτταρσιν ὀβολοῖς τῆς ἡμέρας ἠρκεῖτο, πλείστοις τε ἔτεσι τοῦτον φιλοσοφῶν διετέλει τὸν τρόπον, πάσας ὕλας νεωτερικῶν ἐπιθυμιῶν ἑαυτοῦ περιαιρούμενος, καὶ διὰ πάσης μὲν ἡμέρας οὐ σμικροὺς ἀσκήσεως καμάτους ἀνατλῶν, καὶ τῆς νυκτὸς δὲ τὸν πλείονα χρόνον ταῖς τῶν θείων Γραφῶν ἑαυτὸν ἀνατιθεὶς μελέταις, βίῳ τε ὡς ἔνι μάλιστα ἐγκαρτερῶν φιλοσοφωτάτῳ, τοτὲ μὲν τοῖς ἐν ἀσιτίαις γυμνασίοις ἐνασκούμενος, τοτὲ δὲ μεμετρημένοις τοῖς κατὰ τὸν ὕπνον καιροῖς, οὗ μεταλαμβάνειν οὐδ' ὅλως ἐπὶ στρωμνῆς, ἀλλ' ἐπὶ τοὔδαφος διὰ σπουδῆς ἐποιεῖτο. Πάντων δὲ μάλιστα τὰς εὐαγγελικὰς τοῦ Σωτῆρος φωνὰς φυλακτέας εἶναι ᾤετο δεῖν, τάς τε περὶ τοῦ μὴ δύο χιτῶνας μηδ' ὑποδήμασι χρᾶσθαι παραινούσας, μηδὲ μὴν ταῖς περὶ τοῦ μέλλοντος χρόνου φροντίσι κατατρίβεσθαι. Ἀλλὰ καὶ μείζονι τῆς ἡλικίας προθυμίᾳ χρώμενος, ἐν ψύχει καὶ γυμνότητι διακαρτερῶν, εἰς ἄκρον τε ὑπερβαλλούσης ἀκτημοσύνης ἐλαύνων, τοὺς ἀμφ' αὐτὸν εἰς τὰ μάλιστα κατέπληττε· μυρίους μὲν ὅσους λυπῶν εὐχομένους αὐτῷ κοινωνεῖν τῶν ὑπαρχόντων, δι' οὓς ἑώρων αὐτὸν εἰσφέροντα περὶ τὴν θείαν διδασκαλίαν καμάτους. Οὐ μὴν αὐτός γε ἐνδιδοὺς ταῖς καρτερίαις, λέγεται γοῦν καὶ πλειόνων ἐτῶν γῆν πεπατηκέναι, μηδενὶ μηδαμῶς κεχρημένος ὑποδήματι, ἀλλὰ καὶ οἴνου χρήσεως καὶ τῶν ἄλλων παρὰ τὴν ἀναγκαίαν τροφὴν πλείστοις ἔτεσιν ἀπεσχημένος, ὥστε ἤδη εἰς κίνδυνον ἀνατροπῆς καὶ διαφθορᾶς τοῦ θώρακος περιπεσεῖν. Τοιαῦτα δὴ φιλοσόφου βίου τοῖς θεωμένοις παρέχων ὑποδείγματα, εἰκότως ἐπὶ τὸν ὅμοιον αὐτῷ ζῆλον πλείους παρώρμα τῶν φοιτητῶν, ὥστε ἤδη καὶ τῶν ἀπίστων ἐθνῶν, τῶν τε ἀπὸ παιδείας καὶ φιλοσοφίας, οὐ τοὺς τυχόντας ὑπάγεσθαι τῇ δι' αὐτοῦ διδασκαλίᾳ· οἷς καὶ αὐτοῖς γνησίως ἐν βάθει ψυχῆς τὴν εἰς τὸν θεῖον λόγον πίστιν δι' αὐτοῦ παραδεχομένοις, διαπρέπειν συνέβαινε κατὰ τὸν τότε τοῦ διωγμοῦ καιρὸν, ὡς καί τινας αὐτῶν ἁλόντας, μαρτυρίῳ τελειωθῆναι.
coming to him in greater numbers, since the school of catechetical instruction had been entrusted to him alone by Demetrius the president of the Church, judging the teaching of grammatical literature to be out of harmony with training in the divine teachings, without delay he broke off the school of grammatical literature as unprofitable and opposed to sacred studies. Then, by a fitting calculation, so that he might not stand in need of assistance from others, having disposed of whatever volumes of ancient writings he formerly possessed, which had been carefully and handsomely written, he was content with four obols a day brought to him by the purchaser of these, and for very many years he continued living the philosophic life in this way, stripping away from himself all fuel of youthful desires, and throughout the whole day enduring no small labours of ascetic training, while for the greater part of the night he devoted himself to studies of the divine Scriptures, and persevered as much as possible in a most philosophic life, sometimes exercising himself in disciplines of fasting, and at other times measuring out the hours for sleep, which he was careful to take not at all upon a couch, but upon the floor. And above all things he thought that the evangelical sayings of the Saviour ought to be kept, those which exhort not to have two coats nor to use shoes, nor indeed to be worn down with cares for the time to come. Nay more, using a zeal greater than his age, persevering in cold and nakedness, and advancing to the extreme of surpassing poverty, he astonished those around him to the utmost; grieving countless numbers who begged him to share their possessions on account of the labours which they saw him contributing to the divine teaching. Yet he did not relax in his endurances, and he is said indeed to have walked the earth for several years without ever using any shoe at all, and more than that, to have abstained for very many years from the use of wine and of all other things beyond necessary food, so that he already fell into the danger of an upsetting and ruin of his chest. Exhibiting such examples of a philosophic life to the beholders, he naturally stirred up more of his pupils to a like zeal with himself, so that now even of the unbelieving Gentiles, and of those from education and philosophy, no ordinary persons were won over to the teaching given through him; who themselves also, genuinely receiving in the depth of their soul the faith in the divine word through him, happened to be conspicuous at the time of the persecution then prevailing, so that some of them also were seized and perfected by martyrdom.
PG 20:532Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ὅσοι δι' αὐτοῦ κατηχηθέντες προήχθησαν μάρτυρες (Nic. H. E. V, 6, 7).
How many who were instructed by him were led forth as martyrs (Nic. H. E. V, 6, 7).
Πρῶτος μὲν οὖν τούτων ὁ μικρῷ πρόσθεν δηλωθεὶς Πλούταρχος ἦν· οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, σμικροῦ δεῖν αὖθις ὁ περὶ οὗ ὁ λόγος, συμπαρὼν αὐτῷ εἰς ὑστάτην τοῦ βίου τελευτὴν, ὑπὸ τῶν αὐτοῦ πολιτῶν ἀνῄρητο, ὡς αἴτιος αὐτῷ πεφηνὼς τοῦ θανάτου· Θεοῦ δὲ αὐτὸν ἐτήρει καὶ τότε βουλή. Μετὰ δὲ Πλούταρχον, δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σερῆνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρειλήφει πίστεως, παρεσχημένος. Τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέταρτος Ἥρων· ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὴν κεφαλὴν ἀποτμηθέντες. Ἔτι πρὸς τούτοις τῆς αὐτῆς σχολῆς πέμπτος ἀθλητὴς τῆς εὐσεβείας ἀνακηρύττεται ἕτερος τοῦ πρώτου Σερῆνος· ὃν μετὰ πλείστην βασάνων ὑπομονὴν, κεφαλῆς ἀποτομῇ κολασθῆναι λόγος ἔχει. Καὶ γυναικῶν δὲ Ἡραΐς ἔτι κατηχουμένη, τὸ βάπτισμα, ὥς που φησὶν αὐτὸς, τὸ διὰ πυρὸς λαβοῦσα τὸν βίον ἐξελήλυθεν.
The first of these, then, was Plutarch, who was mentioned a little before; and as he was being led away to death, the man of whom we are speaking, being present with him up to the final end of life, was almost slain once more by his own fellow-citizens, as having appeared to be the cause of his death; but the counsel of God preserved him then also. After Plutarch, the second of the pupils of Origen who is shown forth as a martyr is Serenus, having given through fire the proof of the faith which he had received. Of the same school the third who becomes a martyr is Heraclides, and after him the fourth is Heron; the former while still a catechumen, and the latter newly enlightened, both having been beheaded. Furthermore, in addition to these, from the same school a fifth athlete of godliness is proclaimed, another Serenus distinct from the first; who, after the greatest endurance of tortures, is reported to have been punished by beheading. And of women also, Herais, while still a catechumen, having received, as he himself somewhere says, the baptism by fire, departed this life.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Περὶ Ποταμιαίνης (Nic. H. E. V, 7).
Concerning Potamiaena (Nic. H. E. V, 7).
Ἕβδομος δὲ ἐν τούτοις ἀριθμείσθω Βασιλείδης, την περιβόητον Ποταμίαιναν ἀπαγαγὼν, περὶ ἧς πολὺς ὁ λόγος εἰσέτι νῦν παρὰ τοῖς ἐπιχωρίοις ᾄδεται, μυρία μὲν ὑπὲρ τῆς τοῦ σώματος ἁγνείας τε καὶ παρθενίας, ἐν ᾗ διέπρεψε, πρὸς ἐραστὰς ἀγωνισαμένης· καὶ γὰρ οὖν αὐτῇ ἀκμαῖον πρὸς τῇ ψυχῇ καὶ τὸ τοῦ σώματος ὡραῖον ἐπήνθει· μυρία δὲ ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως ἀνατλάσης, καὶ τέλος μετὰ δεινὰς καὶ φρικτὰς εἰπεῖν βασάνους, ἅμα τῇ μητρὶ Μαρκέλλῃ διὰ πυρὸς τελειωθείσης. Φασί γε τοι τὸν δικαστὴν, Ἀκύλας ἦν τούτῳ ὄνομα, χαλεπὰς ἐπιθέντα αὐτῇ κατὰ παντὸς τοῦ σώματος αἰκίας, τέλος ἐφ' ὕβρει τοῦ σώματος μονομάχοις αὐτὴν ἀπειλῆσαι παραδοῦναι· τὴν δὲ βραχύ
And seventh among these let Basilides be reckoned, who led away the celebrated Potamiaena, concerning whom much talk is still even now sung among the natives, how she contended in countless struggles against lovers on behalf of the purity of her body and the virginity wherein she excelled—for indeed in her the beauty of her body also bloomed at its height alongside her soul—and how she endured countless sufferings on behalf of her faith in Christ, and finally after terrible tortures, dreadful even to speak of, was perfected by fire together with her mother Marcella. They say indeed that the judge—Aquila was his name—after inflicting severe outrages upon her over her whole body, finally threatened to hand her over to gladiators for the violation of her body; and that she, having for a little while
Notes, col. 532

On the reading

Printed την, for τὴν.

PG 20:533Read from the page
τι πρὸς ἑαυτὴν ἐπισκεψαμένην, ἐρωτηθεῖσαν ὅ κρίνειε, τοιαύτην δοῦναι ἀπόκρισιν, δι' ἧς ἐδόκει νενομισμένον τι αὐτοῖς ἀσεβὲς ἀποφθέγξασθαι. Ἅμα δὲ λόγῳ τὸν τῆς ἀποφάσεως ὅρον καταδεξαμένην, ὁ Βασιλείδης εἷς τις ὢν τῶν ἐν στρατείαις ἀναφερομένων, ἀπάγει προλαβὼν τὴν ἐπὶ θανάτῳ. Ὡς δὲ τὸ πλῆθος ἐνοχλεῖν αὐτῇ καὶ ἀκολάστοις ἐνυβρίζειν ῥήμασιν ἐπειρᾶτο, ὁ μὲν ἀνεῖργεν ἀποσοβῶν τοὺς ἐνυβρίζοντας, πλεῖστον ἔλεον καὶ φιλανθρωπίαν εἰς αὐτὴν ἐνδεικνύμενος, ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη τὸν ἄνδρα θαῤῥεῖν παρακελεύεται· ἐξαιτήσεσθαι γὰρ αὐτὸν ἀπελθοῦσαν, παρὰ τοῦ ἑαυτῆς Κυρίου, καὶ οὐκ εἰς μακρὸν τῶν εἰς αὐτὴν πεπραγμένων τὴν ἀμοιβὴν ἀποτίσειν αὐτῷ. Ταῦτα δὲ εἰποῦσαν, γενναίως τὴν ἔξοδον ὑποστῆναι, πίττης ἐμπύρου κατὰ διάφορα μέρη τοῦ σώματος ἀπ' ἄκρων ποδῶν καὶ μέχρι κορυφῆς ἠρέμα καὶ κατὰ βραχὺ περιχυθείσης αὐτῇ. Καὶ ὁ μὲν τῆς ἀοιδίμου κόρης τοιοῦτος κατηγώνιστο ἆθλος. Οὐ μακρὸν δὲ χρόνον διαλιπὼν ὁ Βασιλείδης, ὅρκον διά τινα αἰτίαν πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ τὸ παράπαν ὀμνύναι διεβεβαιοῦτο. Χριστιανὸν γὰρ ὑπάρχειν, καὶ τοῦτο ἐμφανῶς ὁμολογεῖν. Παίζειν μὲν οὖν ἐνομίζετο τέως ταπρῶτα. Ὡς δὲ ἐπιμόνως ἀπισχυρίζετο, ἄγεται ἐπὶ τὸν δικαστὴν, ἐφ' οὗ τὴν ἔνστασιν ὁμολογήσας, δεσμοῖς παραδίδοται. Τῶν δὲ κατὰ Θεὸν ἀδελφῶν ὡς αὐτὸν ἀφικομένων, καὶ τὴν αἰτίαν τῆς ἀθρόας καὶ παραδόξου ταύτης ὁρμῆς πυνθανομένων, λέγεται εἰπεῖν, ὡς ἄρα Ποταμίαινα τρισὶν ὕστερον ἡμέραις τοῦ μαρτυρίου νύκτωρ ἐπιστᾶσα, στέφανον αὐτοῦ τῇ κεφαλῇ περιθεῖσα εἴη, φαίη τε παρακεκληκέναι χάριν αὐτοῦ τὸν Κύριον, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. Ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν Κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ μετέπειτα ἡμέρᾳ τῷ τοῦ Κυρίου διαπρέψας μαρτυρίῳ, τὴν κεφαλὴν ἀποτέμνεται. Καὶ ἄλλοι δὲ πλείους τῶν κατ' Ἀλεξάνδρειαν, ἀθρόως τῷ Χριστοῦ λόγῳ προσελθεῖν κατὰ τοὺς δεδηλωμένους ἱστοροῦνται, ὡς δὴ καθ' ὕπνους τῆς Ποταμιαίνης ἐπιφανείσης καὶ ἐπὶ τὸν θεῖον λόγον προσκεκλημένης αὐτούς. Ἀλλὰ ταῦτα μὲν ὧδε ἐχέτω.
considered with herself, upon being asked what she decided, gave such an answer that through it she seemed to them to have uttered something impious according to their custom. And at the same time with the word, when she had received the terms of the sentence, Basilides, being one of those who served in the military ranks, takes her and leads her away to death. And when the multitude attempted to molest her and insult her with licentious words, he restrained and drove off the insulters, showing the greatest pity and humanity towards her; and she, welcoming the man's sympathy for her, exhorts him to be of good courage, for when she had departed she would ask for him from her Lord, and before long would repay him the requital for the things done for her. Having said these things, she nobly endured the end, boiling pitch being poured slowly and little by little over various parts of her body from the tips of her feet even up to the crown of her head. Such, then, was the conflict fought out by the renowned maiden. And after no long interval of time, Basilides, being asked by his fellow-soldiers for an oath on account of some matter, affirmed that it was not at all lawful for him to swear; for he was a Christian, and confessed this openly. At first, then, for a while he was thought to be jesting. But when he persistently maintained it, he is led before the judge, before whom having confessed his resolution, he is committed to bonds. And when the brethren in God came to him and inquired the cause of this sudden and extraordinary impulse, he is said to have told them that Potamiaena, forsooth, three days after her martyrdom, stood beside him by night and placed a crown upon his head, and said that she had entreated the Lord on his behalf and had obtained her request, and that before long she would take him to herself. Upon this, after the brethren had imparted to him the seal in the Lord, on the following day, having shone forth in the martyrdom of the Lord, he is beheaded. And many others also of those at Alexandria are recorded to have come over in a body to the word of Christ in the times under consideration, because Potamiaena had appeared to them in dreams and called them to the divine word. But let these matters rest here.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως (Nic. H. E. IV, 35).
Concerning Clement of Alexandria (Nic. H. E. IV, 35).
Πάνταινον δὲ Κλήμης διαδεξάμενος, τῆς κατ'
And Clement, having succeeded Pantaenus, of the
Notes, col. 533

On the reading

Printed ὅ κρίνειε, for ὃ κρίνειε.

PG 20:536Read from the page
Ἀλεξάνδρειαν κατηχήσεως εἰς ἐκεῖνο τοῦ καιροῦ καθηγεῖτο, ὡς καὶ τὸν Ὠριγένην τῶν φοιτητῶν γενέσθαι αὐτοῦ. Τήν γέ τοι τῶν στρωματέων πραγματείαν ὁ Κλήμης ὑπομνηματιζόμενος, κατὰ τὸ πρῶτον σύγγραμμα χρονικὴν ἐκθέμενος γραφήν, εἰς τὴν Κομόδου τελευτὴν περιγράφει τοὺς χρόνους· ὡς εἶναι σαφὲς, ὅτι κατὰ Σεβῆρον αὐτῷ πεπόνητο τὰ σπουδάσματα, οὗ τοὺς χρόνους παρὼν ἱστορεῖ λόγος.
of the catechetical instruction at Alexandria down to that point of time, so that Origen also became one of his pupils. At any rate, Clement, in composing his treatise of the Stromateis, setting forth a chronological record in the first book, brings his reckoning of the times down to the death of Commodus; so that it is clear that his works were elaborated by him under Severus, whose times our present discourse records.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ Ἰούδα συγγραφέως (Nic. H. E. IV, 35).
Concerning Judas the writer (Nic. H. E. IV, 35).
Ἐν τούτῳ καὶ Ἰούδας συγγραφέων ἕτερος, εἰς τὰς παρὰ τῷ Δανιὴλ ἑβδομήκοντα ἑβδομάδας ἐγγράφως διαλεχθεὶς, ἐπὶ τὸ δέκατον τῆς Σεβήρου βασιλείας ἵστησι τὴν χρονογραφίαν· ὃς καὶ τὴν θρυλλουμένην τοῦ Ἀντιχρίστου παρουσίαν ἤδη τότε πλησιάζειν ᾤετο· οὕτω σφοδρῶς ἡ τοῦ καθ' ἡμῶν τότε διωγμοῦ κίνησις τὰς τῶν πολλῶν ἀνατεταράχει διανοίας.
At this time also Judas, another of the writers, having discoursed in writing upon the seventy weeks in Daniel, stops his chronology at the tenth year of the reign of Severus; he also supposed that the much-talked-of coming of Antichrist was already then drawing near: so vehemently had the commotion of the persecution then raised against us disturbed the minds of the many.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Περὶ τοῦ τολμηθέντος Ὠριγένει (Nic. H. E. V, 8).
Concerning the daring deed of Origen (Nic. H. E. V, 8).
Ἐν τούτῳ δὲ τῆς κατηχήσεως ἐπὶ τῆς Ἀλεξανδρείας τοὔργον ἐπιτελοῦντι τῷ Ὠριγένει πρᾶγμά τι διαπέπρακται, φρενὸς μὲν ἀτελοῦς καὶ νεανικῆς, πίστεώς γε μὴν ὁμοῦ καὶ σωφροσύνης μέγιστον δεῖγμα περιέχον. Τὸ γὰρ, « εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, » ἁπλούστερον καὶ νεανικώτερον ἐκλαβὼν, ὁμοῦ μὲν σωτήριον φωνὴν ἀποπληροῦν οἰόμενος, ὁμοῦ δὲ καὶ διὰ τὸ νέον τὴν ἡλικίαν ὄντα, μὴ ἀνδράσι μόνον, καὶ γυναιξὶ δὲ τὰ θεῖα προσομιλεῖν, ὡς ἂν πᾶσαν τὴν παρὰ τοῖς ἀπίστοις αἰσχρᾶς διαβολῆς ὑπόνοιαν ἀποκλείσειε, τὴν σωτήριον φωνὴν ἔργοις ἐπιτελέσαι ὡρμήθη, τοὺς πολλοὺς τῶν ἀμφ' αὐτὸν γνωρίμων διαλαθεῖν φροντίσας. Οὐκ ἦν δὲ ἄρα δυνατὸν αὐτῷ καίπερ βουλομένῳ, τοσοῦτον ἔργον ἐπικρύψασθαι. Γνοὺς δῆτα ὕστερον ὁ Δημήτριος, ἅτε τῆς αὐτόθι παροικίας προεστὼς, εὖ μάλα μὲν αὐτὸν ἀποθαυμάζει τοῦ τολμήματος, τὴν δέ γε προθυμίαν καὶ τὸ γνήσιον αὐτοῦ τοῦ πίστεως ἀποδειξάμενος, θαῤῥεῖν αὐτίκα παρακελεύεται καὶ νῦν μᾶλλον ἔχεσθαι αὐτὸν τοῦ τῆς κατηχήσεως ἔργου παρορμᾷ. Ἀλλὰ τότε μὲν οὕτως, τοιοῦτός τις ἦν. Οὐ μακροῖς δὲ χρόνοις ὕστερον ὁ αὐτὸς ὁρῶν εὖ πράττοντα μέγαν τε καὶ λαμπρὸν καὶ παρὰ πᾶσιν ὄντα βεβοημένον, ἀνθρώπινόν τι πεπονθὼς, τοῖς ἀνὰ τὴν οἰκουμένην ἐπισκόποις καταγράφειν ὡς ἀτοπωτάτου τοῦ πραχθέντος αὐτῷ, ἐπειρᾶτο· ὅτι γε τῶν κατὰ Παλαιστίνην οἱ μάλιστα δόκιμοι καὶ διαπρέπον-
Meanwhile, as Origen was carrying out the work of catechetical instruction at Alexandria, a deed was done by him which contained an evidence of an immature and youthful mind, yet at the same time the greatest proof of faith together with self-control. For taking the saying, "There are eunuchs who have made themselves eunuchs for the kingdom of heaven's sake," in too simple and youthful a sense, at once thinking to fulfil the saving word, and at the same time because, though young in age, he was conversing on divine things not only with men, but also with women, in order that he might shut out all suspicion of base slander among the unbelievers, he was impelled to carry out the saving word in deeds, having taken care to escape the notice of most of his acquaintances around him. Yet it was not possible for him, though he wished it, to conceal so great a deed. And when Demetrius afterwards learnt of it, inasmuch as he presided over the diocese there, he wondered exceedingly at him for his daring deed, and approving his zeal and the genuineness of his faith, he straightway exhorted him to be of good courage, and urged him now all the more to cleave to the work of catechetical instruction. Such indeed he was in this matter at that time. But not long afterwards, the same man, seeing him prospering and great and illustrious and celebrated among all, suffered a human weakness, and endeavoured to write against him to the bishops throughout the world as though what had been done by him were most absurd; when the most approved and disting-
Notes, col. 536

On the reading

Printed τοῦ πίστεως, for τῆς πίστεως.

PG 20:537Read from the page
τες Καισαρείας τε καὶ Ἱεροσολύμων ἐπίσκοποι, πρεσβείων τὸν Ὠριγένην καὶ τῆς ἀνωτάτω τιμῆς ἄξιον εἶναι δοκιμάσαντες, χεῖρας εἰς πρεσβυτέριον αὐτῷ τεθείκασι. Τηνικαῦτα δ' οὖν εἰς μέγα δόξης προελθόντος αὐτοῦ, ὄνομά τε παρὰ τοῖς πανταχῆ πᾶσιν ἀνθρώποις, καὶ κλέος ἀρετῆς καὶ σοφίας οὐ σμικρὸν κτησαμένου, μηδεμιᾶς ἄλλης εὐπορῶν ὁ Δημήτριος κατηγορίας, τῆς πάλαι ἐν παιδὶ γεγονυίας αὐτῷ πράξεως δεινὴν ποιεῖται διαβολὴν, συμπεριλαβεῖν τολμήσας ταῖς κατηγορίαις τοὺς ἐπὶ τὸ πρεσβυτέριον αὐτὸν προάξαντας. Ταῦτα μὲν οὖν μικρὸν ὕστερον ἐπράχθη. Τότε γε μὴν ὁ Ὠριγένης ἐπὶ τῆς Ἀλεξανδρείας τὸ τῆς θείας διδασκαλίας ἔργον εἰς ἅπαντας ἀφυλάκτως τοὺς προσιόντας νύκτωρ καὶ μεθημέραν ἐπετέλει, τοῖς θείοις ἀόκνως μαθήμασι, καὶ τοῖς ὡς αὐτὸν φοιτῶσι, τὴν πᾶσαν ἀνατιθεὶς σχολήν. Ἐπὶ δέκα δὲ καὶ ὀκτὼ ἔτεσι τὴν ἀρχὴν ἐπικρατήσαντα Σεβῆρον, Ἀντωνῖνος ὁ παῖς διαδέχεται. Ἐν τούτῳ δὲ τῶν κατὰ τὸν διωγμὸν ἀνδρισαμένων, καὶ μετὰ τοὺς ἐν ὁμολογίαις ἀγῶνας διὰ προνοίας Θεοῦ πεφυλαγμένων, εἷς τις ὢν ὁ Ἀλέξανδρος, ὃν ἀρτίως ἐπίσκοπον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας ἐδηλώσαμεν, οἷα ταῖς ὑπὲρ Χριστοῦ διαπρέψας ὁμολογίαις [κατὰ τὸν τοῦ διωγμοῦ καιρὸν], τῆς δηλωθεισης ἐπισκοπῆς ἀξιοῦται, ἔτι Ναρκίσσου, ὃς ἦν αὐτοῦ πρότερος, περιόντος τῷ βίῳ.
uished of the bishops in Palestine, those of Caesarea and Jerusalem, having judged Origen to be worthy of the eldership and of the highest honour, laid hands on him for the presbyterate. At that time, therefore, when he had advanced to a great height of glory, and had acquired a name among all men everywhere, and no small renown for virtue and wisdom, Demetrius, being at a loss for any other accusation, raised a terrible slander regarding the deed formerly done by him in his boyhood, having dared to include in his accusations those who had promoted him to the presbyterate. These things, however, were done a little later. At that time, indeed, Origen was fulfilling at Alexandria the work of divine instruction unreservedly towards all who approached him by night and by day, devoting all his leisure unweariedly to divine studies and to those who resorted to him as pupils. And when Severus had held the sovereignty for eighteen years, his son Antoninus succeeded him. Meanwhile, of those who had played the man during the persecution, and who after their struggles in confession had been preserved by the providence of God, Alexander, being one of them, whom we just now showed to have been bishop of the Church in Jerusalem, inasmuch as he had distinguished himself by his confessions for Christ [during the time of the persecution], was deemed worthy of the aforesaid bishopric, while Narcissus, who was before him, was still alive.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Περὶ τῶν κατὰ Νάρκισσον παραδόξων (Nic. H. E. V, 9).
Concerning the wonderful works of Narcissus (Nic. H. E. V, 9).
Πολλὰ μὲν οὖν καὶ ἄλλα παράδοξα οἱ τῆς παροικίας πολῖται ὡς ἐκ παραδόσεως τῶν κατὰ διαδοχὴν ἀδελφῶν, τοῦ Ναρκίσσου μνημονεύουσιν· ἐν οἷς καὶ τοιόνδε τι θαῦμα δι' αὐτοῦ γεγονὸς ἱστοροῦσι. Κατὰ τὴν μεγάλην ποτὲ τοῦ Πάσχα διανυκτέρευσιν τοὔλαιόν φασι τοῖς διακόνοις ἐπιλιπεῖν. Ἐφ' ᾧ τὸ πᾶν πλῆθος δεινῆς ἀθυμίας διαλαβούσης, τὸν Νάρκισσον τοῖς τὰ φῶτα παρασκευάζουσιν ἐπιτάξαι, ὕδωρ ἀνιμήσαντας ἔκ τινος παρακειμένου φρέατος, ὡς αὐτὸν
Many other wonderful works of Narcissus, indeed, the citizens of the diocese recount as from the tradition of the brethren in succession; among which they also relate the following miracle as having been wrought through him. Once during the great all-night vigil of Easter they say that the oil failed the deacons. Whereupon, as terrible despondency seized the whole multitude, Narcissus ordered those who were preparing the lights to draw water from a neighbouring well and bring it to him
Notes, col. 537

On the reading

Printed πανταχῆ, for πανταχῇ.

Printed δηλωθεισης, for δηλωθείσης.

PG 20:540Read from the page
κομίσαι. Τούτου δὲ ἅμα λόγῳ πραχθέντος, ἐπευξάμενον τῷ ὕδατι, ἐγχέαι κατὰ τῶν λύχνων πίστει τῇ εἰς τὸν Κύριον γνησίᾳ παρακελεύσασθαι. Ποιησάντων δὲ καὶ τοῦτο, παρὰ πάντα λόγον δυνάμει παραδόξῳ καὶ θείᾳ μεταβαλεῖν ἐξ ὕδατος εἰς ἐλαίου πιότητα τὴν φύσιν, παρά τε πλείστοις τῶν ἀδελφῶν ἐπὶ μήκιστον ἐξ ἐκείνου καὶ εἰς ἡμᾶς βραχύ τι δεῖγμα τοῦ τότε θαύματος φυλαχθῆναι. Ἄλλα τε πλεῖστα περὶ τοῦ βίου τοῦδε τοῦ ἀνδρὸς μνήμης ἄξια καταλέγουσιν, ἐν οἷς καὶ τοιόνδε τι. Τὸ εὔτονον αὐτοῦ καὶ στεῤῥὸν τοῦ βίου φαῦλοί τινες ἀνθρωπίσκοι μὴ οἷοί τε φέρειν, δέει τοῦ μὴ δίκην ὑποσχεῖν ἁλόντας, διὰ τὸ μυρία κακὰ ἑαυτοῖς συνειδέναι, συσκευὴν κατ' αὐτοῦ προλαβόντες συῤῥάπτουσι, καί τινα δεινὴν καταχέουσιν αὐτοῦ διαβολήν. Εἶτα πιστούμενοι τοὺς ἀκρωμένους, ὅρκοις ἐβεβαίουν τὰς κατηγορίας· καὶ ὁ μὲν ἦ μὴν ἀπόλοιτο πυρὶ ὤμνυεν, ὁ δὲ ἦ μὴν σκαιᾷ νόσῳ δαπανηθείη τὸ σῶμα, ὁ δὲ τρίτος ἦ μὴν τὰς ὁράσεις πηρωθείη. Ἀλλ' οὐδ' οὕτως αὐτοῖς, καίπερ ὀμνύουσι, τῶν πιστῶν τις προσεῖχε τὸν νοῦν, διὰ τὴν εἰς πάντας λάμπουσαν ἐκ τοῦ παντὸς σωφροσύνην τε καὶ πανάρετον ἀγωγὴν τοῦ Ναρκίσσου. Αὐτός γε μὴν τὴν τῶν εἰρημένων μηδαμῶς ὑπομένων μοχθηρίαν, καὶ ἄλλως ἐκ μακροῦ τὸν φιλόσοφον ἀσπαζόμενος βίον, διαδρὰς πᾶν τὸ τῆς Ἐκκλησίας πλῆθος, ἐν ἐρημίαις καὶ ἀφανέσιν ἀγροῖς λανθάνων, πλείστοις ἔτεσι διέτριβεν. Ἀλλ' οὐ καὶ ὁ τῆς δίκης μέγας ὀφθαλμὸς ἐπὶ τοῖς πεπραγμένοις ἠρέμει, μετῄει δὲ ὡς τάχιστα τοὺς ἀσεβεῖς, αἷς καθ' ἑαυτῶν ἐπιορκοῦντες κατεδήσαντο ἀραῖς. Ὁ μὲν οὖν πρῶτος, ἐκ μηδεμιᾶς προφάσεως ἁπλῶς οὕτω σμικροῦ διαπεσόντος ἐφ' ἧς κατέμενεν οἰκίας, σπινθῆρος, νύκτωρ ὑφαφθείσης ἁπάσης, παγγενῆ καταφλέγεται. Ὁ δὲ ἀθρόως τὸ σῶμα ἐξ ἄκρων ποδῶν ἐπὶ κεφαλὴν, ἧς αὐτὸς προσετίμησεν ἑαυτῷ, νόσου πίμπλαται. Ὁ δὲ τρίτος τὰς τῶν προτέρων συνιδὼν
. And when this had been done no sooner said than done, having prayed over the water, he exhorted them to pour it into the lamps with genuine faith in the Lord. And when they had done this also, contrary to all reason by a wonderful and divine power its nature changed from water into the richness of oil, and among very many of the brethren for a very long time from that day even down to us a small sample of the miracle that then took place was preserved. Very many other things also worthy of remembrance concerning the life of this man they recount, among which is the following. Certain base fellows, being unable to bear the vigour and firmness of his life, for fear lest they should be caught and suffer punishment, because they were conscious in themselves of ten thousand evils, anticipated him by stitching together a plot against him, and poured out a terrible slander against him. Then, to win credence from their hearers, they confirmed their accusations with oaths: and the one swore that he might verily perish by fire, the second that his body might verily be consumed by a noisome disease, and the third that he might verily be blinded in his eyes. Yet not even so, though they swore, did any of the faithful pay heed to them, because of the temperance and all-virtuous conduct of Narcissus that shone forth before all in every respect. He himself, however, in no wise enduring the wickedness of the aforesaid men, and having besides long since embraced the philosophical life, fled from the whole multitude of the Church, and spent very many years hidden in deserts and obscure fields. Yet the great eye of justice did not remain quiet at these deeds, but very speedily visited the impious men with the curses wherewith they had bound themselves by swearing falsely against themselves. The first, then, from no cause at all, through a tiny spark simply falling like that upon the house in which he was staying, when the whole of it caught fire by night, was burnt to ashes with all his family. The second had his body suddenly filled from the tips of his feet to his head with the disease which he had assessed against himself. And the third, perceiving the outcomes of the former two
Notes, col. 540

On the reading

Printed παγγενῆ, for παγγενεῖ.