Migne Reading Room

PG 20 · cols. 512–517 · Read from the page

Eusebius, Church History, Book V

Eusebius, Church History, Book V

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:512Read from the page
ὑπόθεσις Ἀραβιανοῦ, καὶ μυρίων ἄλλων, ὧν διὰ τὸ μηδεμίαν ἔχειν ἀφορμὴν, οὐχ οἷόν τε οὔτε τοὺς χρόνους παραδοῦναι γραφῇ, οὔθ' ἱστορίας μνήμην ὑποσημήνασθαι. Καὶ ἄλλων δὲ πλείστων, ὧν οὐδὲ τὰς προσηγορίας καταλέγειν ἡμῖν δυνατὸν, ἦλθον εἰς ἡμᾶς λόγοι, ὀρθοδόξων μὲν καὶ ἐκκλησιαστικῶν, ὥς γε δὴ ἡ ἑκάστου παραδείκνυσι τῆς θείας Γραφῆς ἑρμηνεία, ἀδήλων δὲ ὅμως ἡμῖν, ὅτι μὴ τὴν προσηγορίαν ἐπάγεται τῶν συγγραψαμένων.
treatise of Arabianus, and of ten thousand others, of whom, because we have no starting-point, it is not possible either to hand down the times in writing, or to indicate any mention of history. And of very many others also, of whom it is not possible for us even to recount the names, discourses have come down to us, orthodox indeed and ecclesiastical, as at any rate the interpretation of the divine Scripture of each one shows, yet unknown to us, inasmuch as they do not bring with them the appellation of those who wrote them.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Περὶ τῶν τὴν Ἀρτέμωνος αἵρεσιν ἐξαρχῆς προβεβλημένων· οἷοί τε τὸν τρόπον γεγόνασι, καὶ ὅπως τὰς ἁγίας Γραφὰς διαφθεῖραι τετολμήκασιν (Nic. H. E. IV, 21).
Concerning those who from the beginning put forward the heresy of Artemon; both what sort of men they have been in their manner of life, and how they have dared to corrupt the holy Scriptures (Nic. H. E. IV, 21).
Τούτων ἐν τινος σπουδάσματι κατὰ τῆς Ἀρτέμωνος αἱρέσεως πεπονημένῳ, ἣν αὖθις ὁ ἐκ Σαμοσάτων Παῦλος καθ' ἡμᾶς ἀνανεώσασθαι πεπείραται, φέρεταί τις διήγησις ταῖς ἐξεταζομέναις ἡμῖν προσήκουσα ἱστορίαις. Τὴν γάρ τοι δεδηλωμένην αἵρεσιν ψιλὸν ἄνθρωπον γενέσθαι τὸν Σωτῆρα φάσκουσαν, οὐ πρὸ πολλοῦ νεωτερισθεῖσαν διευθύνων, ἐπειδὴ σεμνύνειν αὐτὴν ὡς ἂν ἀρχαίαν οἱ ταύτης ἤθελον εἰσηγηταὶ, πολλὰ καὶ ἄλλα εἰς ἔλεγχον αὐτῶν τῆς βλασφήμου ψευδηγορίας παραθεὶς ὁ λόγος, ταῦτα κατὰ λέξιν ἱστορεῖ· « Φασὶ γὰρ τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι ταῦτα, ἃ νῦν οὗτοι λέγουσι, καὶ τετηρῆσθαι τὴν ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν Βίκτορος χρόνων, ὃς ἦν τρισκαιδέκατος ἀπὸ Πέτρου ἐν Ῥώμῃ ἐπίσκοπος, ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζεφυρίνου, παρακεχαράχθαι τὴν ἀλήθειαν. Ἦν δ' ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι Γραφαί. Καὶ ἀδελφῶν δέ τινῶν ἐστι γράμματα πρεσβύτερα τῶν Βίκτορος χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀληθείας, καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν· λέγω δὲ Ἰουστίνου καὶ Μιλτιάδου, καὶ Τατιανοῦ, καὶ Κλήμεντος, καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ Χριστός. Τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, Θεὸν καὶ ἄνθρωπον καταγγέλλοντα τὸν Χριστόν ; Ψαλμοὶ δὲ ὅσοι καὶ ᾠδαὶ ἀδελφῶν ἀπαρ-
In a treatise of a certain one of these worked out against the heresy of Artemon, which Paul of Samosata has again in our time attempted to renew, there is extant a certain narrative fitting the histories being examined by us. For refuting the aforesaid heresy which asserts that the Saviour was a mere man, as having been innovated not long ago, since its introducers wished to dignify it as though it were ancient, the discourse, after setting down many other things also in refutation of their blasphemous falsehood, relates these things word for word: « For they say that all the earlier men and the apostles themselves both received and taught these things which these men now say, and that the truth of the preaching was preserved until the times of Victor, who was the thirteenth bishop in Rome from Peter, but that from his successor Zephyrinus the truth has been counterfeited. And what is said would perhaps be plausible, if first of all the divine Scriptures did not contradict them. And there are also writings of certain brethren older than the times of Victor, which those men wrote to the Gentiles on behalf of the truth, and against the heresies of that time: I mean those of Justin and Miltiades, and Tatian, and Clement, and very many others, in all of which Christ is spoken of as God. For who is ignorant of the books of Irenaeus and Melito and the rest, proclaiming Christ as God and man? And as many psalms and odes of the brethren as from the begin-
Notes, col. 512

On the reading

Printed ἐν τινος, for ἔν τινος.

Printed δέ τινῶν, for δὲ τινῶν.

PG 20:513Read from the page
χῆς ὑπὸ πιστῶν γραφεῖσαι, τὸν Λόγον τοῦ Θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολογοῦντες. Πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγγελλομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἐνδέχεται τοὺς μέχρι Βίκτορος οὕτως ὡς οὗτοι λέγουσι, κεκηρυχέναι ; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος καταψεύδεσθαι, ἀκριβῶς εἰδότες, ὅτι Βίκτωρ τὸν σκυτέα Θεόδοτον, τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινωνίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν ; Εἰ γὰρ Βίκτωρ κατ' αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεόδοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν ; » Καὶ τὰ μὲν κατὰ τὸν Βίκτορα τοιαῦτα. Τούτου δὲ ἔτεσι δέκα προστάντος τῆς λειτουργίας, διάδοχος καθίσταται Ζεφυρῖνος, ἀμφὶ τὸ ἔννατον τῆς Σεβήρου βασιλείας ἔτος. Προστίθησι δὲ ὁ τὸ προειρημένον συντάξας περὶ τοῦ κατάρξαντος τῆς δηλωθείσης αἱρέσεως βιβλίον, καὶ ἄλλην κατὰ Ζεφυρῖνον γενομένην πρᾶξιν, ὧδέ πως αὐτοῖς ῥήμασι γράφων· « Ὑπομνήσω γοῦν πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ' ἡμῶν γενόμενον, ὃ νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν κἀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τις ὁμολογητὴς οὐ πάλαι, ἀλλ' ἐπὶ τῶν ἡμετέρων γενόμενος καιρῶν. Οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου. Ἦσαν δὲ οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφροσύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος, ὡς ἔφην, τοῦ τότε ἐπισκόπου. Ἀνεπείσθη δὲ ὁ Νατάλιος ὑπ' αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κληθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ' αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. Γενόμενος οὖν σὺν αὐτοῖς, δι' ὁραμάτων πολλάκις ἐνουθετεῖτο ὑπὸ τοῦ Κυρίου. Ὁ γὰρ εὔσπλαγχνος Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐβούλετο ἔξω Ἐκκλησίας γενόμενον, ἀπολέσθαι μάρτυρα τῶν ἰδίων παθῶν. Ἐπεὶ δὲ ῥᾳθυμότερον τοῖς ὁράμασι προσεῖχε, δελεαζόμενος τῇ τε παρ' αὐτοῖς πρωτοκαθεδρίᾳ, καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερδείᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, δι' ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθείς· ὥστε ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον, καὶ σποδὸν καταπασάμενον, μετὰ πολλῆς σπουδῆς καὶ δακρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιόμενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν τῷ κλήρῳ, ἀλλὰ καὶ τῶν λαϊκῶν· συγχέαι τε τοῖς δάκρυσι τὴν εὔσπλαγχνον Ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ, πολλῇ τε τῇ δεήσει χρησάμενον, δείξαντά τε τοὺς μώλωπας ὧν εἰλήφει πληγῶν, μόλις κοινωνηθῆναι. »
ning were written by faithful men, hymn Christ the Word of God, speaking of Him as God. How then, when the ecclesiastical mind has been proclaimed for so many years, is it possible that those until Victor preached in such a way as these men say? And how are they not ashamed to utter these falsehoods against Victor, knowing accurately that Victor proclaimed excluded from communion Theodotus the cobbler, the leader and father of this God-denying apostasy, when he first said that Christ was a mere man? For if Victor according to them thought in such a way as their blasphemy teaches, how would he have cast out Theodotus the inventor of this heresy? » And the matters regarding Victor were such. And when he had presided over the ministry for ten years, Zephyrinus is appointed his successor, about the ninth year of the reign of Severus. And he who composed the aforesaid book concerning the founder of the set-forth heresy adds also another deed that took place in the time of Zephyrinus, writing somewhat thus in his very words: « I shall remind at any rate many of the brethren of a deed that took place in our time, which I think that if it had taken place in Sodom, it would perhaps have admonished even those men. There was a certain confessor Natalius, who lived not long ago, but in our own times. This man was deceived once by Asclepiodotus and by another Theodotus, a certain money-changer. Now both these men were disciples of Theodotus the cobbler, who was the first to be excommunicated from communion for this sentiment, or rather folly, by Victor, as I said, the bishop at that time. And Natalius was persuaded by them to be called bishop of this heresy at a salary, so as to receive from them a hundred and fifty denarii a month. Having come to be with them, therefore, he was often admonished by the Lord through visions. For our compassionate God and Lord Jesus Christ did not wish a witness of His own sufferings, having come to be outside the Church, to perish. But when he paid heed more sluggishly to the visions, being enticed both by the chief seat among them and by base covetousness which destroys very many, finally he was scourged by holy angels, having been maltreated in no small way through the whole night; so that at dawn he rose up, and having put on sackcloth, and having sprinkled himself with ashes, with much haste and tears fell down before Zephyrinus the bishop, rolling under the feet not only of those in the clergy, but also of the laity; and moved to confusion with his tears the compassionate Church of the merciful Christ, and having used much supplication, and having shown the weals of the blows which he had received, was scarcely admitted to communion. »
PG 20:516Read from the page
Τούτοις ἐπισυνάψωμεν καὶ ἄλλας περὶ τῶν αὐτῶν τοῦ αὐτοῦ συγγραφέως φωνὰς, τοῦτον ἐχούσας τὸν τρόπον· « Γραφὰς μὲν θείας ἀφόβως ῥεραδιουργήκασι, πίστεως δὲ ἀρχαίας κανόνα ἠθετήκασι, Χριστὸν δὲ ἠγνοήκασιν, οὐ τί αἱ θεῖαι λέγουσι Γραφαὶ ζητοῦντες, ἀλλ' ὁποῖον σχῆμα συλλογισμοῦ εἰς τὴν τῆς ἀθεότητος εὑρεθῇ σύστασιν, φιλοπόνως ἀσκοῦντες· κἂν αὐτοῖς προτείνῃ τις ῥητὸν Γραφῆς θεϊκῆς, ἐξετάζουσι πότερον συνημμένον ἢ διεζευγμένον δύναται ποιῆσαι σχῆμα συλλογισμοῦ. Καταλιπόντες δὲ τὰς ἁγίας τοῦ Θεοῦ Γραφὰς, γεωμετρίαν ἐπιτηδεύουσιν, ὡς ἂν ἐκ τῆς γῆς ὄντες καὶ τῆς γῆς λαλοῦντες, καὶ τὸν ἄνωθεν ἐρχόμενον ἀγνοοῦντες. Εὐκλείδης γοῦν παρά τισιν αὐτῶν φιλοπόνως γεωμετρεῖται, Ἀριστοτέλης δὲ καὶ Θεόφραστος θαυμάζονται· Γαληνὸς γὰρ ἴσως ὑπό τινων καὶ προσκυνεῖται. Οἱ δὲ ταῖς τῶν ἀπίστων τέχναις εἰς τὴν τῆς αἱρέσεως αὐτῶν γνώμην ἀποχρώμενοι, καὶ τῇ τῶν ἀθέων πανουργίᾳ τὴν ἁπλῆν τῶν θείων Γραφῶν πίστιν καπηλεύοντες, ὅτι μηδὲ ἐγγὺς πίστεως ὑπάρχουσι, τί δεῖ καὶ λέγειν ; Διὰ τοῦτο ταῖς θείαις Γραφαῖς ἀφόβως ἐπέβαλον τὰς χεῖρας, λέγοντες αὐτὰς διωρθωκέναι. Καὶ ὅτι τοῦτο μὴ καταψευδόμενος αὐτῶν λέγω, ὁ βουλόμενος δύναται μαθεῖν. Εἰ γάρ τις θελήσει συγκομίσας αὐτῶν ἑκάστου τὰ ἀντίγραφα ἐξετάζειν πρὸς ἄλληλα, κατὰ πολὺ ἂν εὕροι διαφωνοῦντα. » Ἀσύμφωνα γοῦν ἔσται τὰ Ἀσκληπιάδου τοῖς Θεοδότου. Πολλῶν δέ ἐστιν εὐπορῆσαι, διὰ τὸ φιλοτίμως ἐγγεγράφθαι τοὺς μαθητὰς αὐτῶν τὰ ὑφ' ἑκάστου αὐτῶν, ὡς αὐτοὶ καλοῦσι, κατωρθωμένα, τουτέστιν ἠφανισμένα. Πάλιν δὲ τούτοις τὰ Ἑρμοφίλου οὐ συνᾴδει. Τὰ γὰρ Ἀπολ-
To these let us subjoin also other utterances of the same writer concerning the same men, running in this manner: « They have fearlessly tampered with the divine Scriptures, and they have set aside the rule of the ancient faith, and they have been ignorant of Christ, not seeking what the divine Scriptures say, but industriously practising what figure of syllogism may be found for the establishment of their godlessness; and if anyone puts forward to them a passage of divine Scripture, they examine whether it can make a conjunctive or a disjunctive figure of syllogism. And having left behind the holy Scriptures of God, they pursue geometry, as being of the earth and speaking of the earth, and being ignorant of Him Who comes from above. Euclid, at any rate, is industriously measured out by some of them, and Aristotle and Theophrastus are admired; for Galen, perhaps, by some is even worshipped. And that those who abuse the arts of unbelievers for the opinion of their heresy, and with the craftiness of the godless adulterate the simple faith of the divine Scriptures, are not even near the faith, what need is there even to say? On this account they have fearlessly laid their hands upon the divine Scriptures, saying that they have corrected them. And that I do not say this falsely against them, he who wishes is able to learn. For if anyone should be willing to bring together the copies of each of them and examine them towards one another, he would find them differing greatly. » Discordant, at any rate, will be those of Asclepiades with those of Theodotus. And it is possible to have an abundance of many, because their disciples have ambitiously had inscribed the things by each of them, as they themselves call them, corrected, that is to say, obliterated. And again with these the copies of Hermophilus do not agree. For those of Apol-
PG 20:517Read from the page
λωνίδου οὐδὲ αὐτὰ ἑαυτοῖς ἐστι σύμφωνα. Ἔνεστι γὰρ συγκρῖναι τὰ πρότερον ὑπ' αὐτῶν κατασκευασθέντα τοῖς ὕστερον πάλιν ἐπιδιαστραφεῖσι, καὶ εὑρεῖν καταπολὺ ἀπᾴδοντα. Ὅσης δὲ τόλμης ἐστὶ τοῦτο τὸ ἁμάρτημα, εἰκὸς μηδὲ ἐκείνους ἀγνοεῖν. Ἢ γὰρ οὐ πιστεύουσιν ἁγίῳ Πνεύματι λελέχθαι τὰς θείας Γραφὰς, καὶ εἰσὶν ἄπιστοι, ἢ ἑαυτοὺς ἡγοῦνται σοφωτέρους τοῦ ἁγίου Πνεύματος ὑπάρχειν· καὶ τί ἕτερον ἢ δαιμονῶσιν ; Οὐδὲ γὰρ ἀρνήσασθαι δύνανται ἑαυτῶν εἶναι τὸ τόλμημα, ὁπόταν καὶ τῇ αὐτῶν χειρὶ ᾖ γεγραμμένα, καὶ παρ' ὧν κατηχήθησαν, μὴ τοιαύτας παρέλαβον τὰς γραφάς· καὶ δεῖξαι ἀντίγραφα, ὅθεν αὐτὰ μετεγράψαντο, μὴ ἔχωσιν. Ἔνιοι δὲ αὐτῶν οὐδὲ παραχαράττειν ἠξίωσαν αὐτὰς, ἀλλ' ἁπλῶς ἀρνησάμενοι τόν τε νόμον καὶ τοὺς προφήτας, ἀνόμου καὶ ἀθέου διδασκαλίας, προφάσει χάριτος, εἰς ἔσχατον ἀπωλείας ὄλεθρον κατωλίσθησαν. » Καὶ ταῦτα μὲν τοῦτον ἱστορείσθω τὸν τρόπον.
lonides are not even themselves in agreement with themselves. For it is possible to compare the things formerly fabricated by them with those afterwards again perverted further, and to find them differing greatly. And of how great audacity this sin is, it is likely that not even those men are ignorant. For either they do not believe that the divine Scriptures were spoken by the Holy Spirit, and are unbelievers, or they account themselves to be wiser than the Holy Spirit; and what else are they than possessed by demons? For neither are they able to deny that the audacity is their own, seeing that they are written even by their own hand, and from those by whom they were instructed in the faith they did not receive the scriptures such as these; and they are not able to show copies whence they transcribed them. And some of them did not even deign to counterfeit them, but simply having denied both the law and the prophets, by a lawless and godless teaching, under pretext of grace, have slipped down into the uttermost destruction of perdition. » And let these things indeed be related in this manner.
Εκκλησιαστικῆς ἱστορίας λόγου πέμπτου τέλος.
End of the fifth book of the Ecclesiastical History.
Notes, col. 517

On the reading

Printed Εκκλησιαστικῆς, for Ἐκκλησιαστικῆς.