σοι πᾶσα Γραφὴ κωλύειν προφήτην λαμβάνειν δῶρα καὶ χρήματα; Ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσθῆτας, πῶς αὐτὴν μὴ παραιτήσωμαι; » Αὖθις δὲ ὑποκαταβὰς, περί τινος τῶν κατ' αὐτοὺς ὁμολογητῶν ταῦτά φησιν· « Ἔτι δὲ καὶ Θεμίσων ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἡμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος τὰ δεσμὰ, δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς καυχώμενος, ἐτόλμησε μιμούμενος τὸν Ἀπόστολον, καθολικήν τινα συνταξάμενος ἐπιστολὴν, κατηχεῖν μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας, συναγωνίζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις, βλασφημῆσαι δὲ εἰς τὸν Κύριον καὶ τοὺς ἀποστόλους, καὶ τὴν ἁγίαν Ἐκκλησίαν. » Καὶ περὶ ἑτέρων δὲ αὖθις τῶν κατ' αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων, οὕτω γράφει· « Ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον τὸν λέγοντα ἑαυτὸν μάρτυρα, ᾧ συνεστιᾶται, ᾧ προσκυνοῦσι καὶ αὐτῷ πολλοὶ, οὗ τὰς λῃστείας καὶ τὰ ἄλλα τολμήματα ἐφ' οἷς κεκόλασται, οὐχ ἡμᾶς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει. Τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον ὁ προφήτης τὰς ληστείας τῷ μάρτυρι, ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ Κυρίου, Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας, οὗτοι πᾶν τοὐναντίον, πεπλημμελήκασι περὶ τὰς τούτων τῶν ἀπηγορευμένων κτήσεις. Δείξομεν γὰρ τοὺς λεγομένους παρ' αὐτοῖς προφήτας καὶ μάρτυρας, μὴ μόνον παρὰ πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ χηρῶν κερματιζομένους. Καὶ εἰ πεποίθησιν ἔχουσιν ἐν τούτῳ, στήτωσαν καὶ διορισάσθωσαν ἐπὶ τούτοις, ἵνα ἐὰν ἐλεγχθῶσι, κἂν τοῦ λοιποῦ παύσωνται πλημμελοῦντες· δεῖ γὰρ τοὺς καρποὺς δοκιμάζεσθαι τοῦ προφήτου· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Ἵνα δὲ τοῖς βουλομένοις τὰ κατὰ Ἀλέξανδρον ᾖ γνώριμα, κέκριται ὑπὸ Αἰμιλίου Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσῳ, οὐ διὰ τὸ ὄνομα, ἀλλὰ δι' ἃς ἐτόλμησε λῃστείας, ὢν ἤδη παραβάτης· εἶτα ἐπιψευσάμενος τῷ ὀνό-
to you that all Scripture forbids a prophet to receive gifts and money? When therefore I see the prophetess having received both gold and silver and costly garments, how shall I not reject her? » And again further down, concerning one of the confessors among them, he says these things: « Moreover, Themison also, clothed in plausible covetousness, who did not bear the sign of confession, but put off his bonds by an abundance of money, though he ought on this account to be humble-minded, boasting as a martyr, dared, imitating the Apostle, by composing a certain catholic epistle, to instruct those who had believed better than he, and to contend for the words of empty talk, and to blaspheme against the Lord and the apostles and the holy Church. » And again concerning others of those honoured among them as martyrs forsooth, he writes thus: « But that we may not speak concerning many, let the prophetess tell us the matters concerning Alexander, who calls himself a martyr, with whom she feasts, whom many also worship himself, whose robberies and other daring deeds for which he has been punished it is not necessary for us to state, since the public archive holds them. Who then forgives the sins to whom? Does the prophet forgive the robberies to the martyr, or the martyr the covetousness to the prophet? For whereas the Lord has said, Possess not gold, nor silver, nor two tunics, these men, quite the contrary, have transgressed regarding the possessions of these forbidden things. For we shall show that those called prophets and martyrs among them exact small coin not only from the rich, but also from the poor and orphans and widows. And if they have confidence in this, let them stand and come to a settlement on these points, in order that if they are refuted, at least for the future they may cease transgressing; for the fruits of the prophet must be tested; for from the fruit the tree is known. And in order that the matters concerning Alexander may be known to those who wish, he has been tried by Aemilius Frontinus, proconsul in Ephesus, not on account of the name, but on account of the robberies which he dared to commit, being already a transgressor; then, having falsely appealed to the name