χρόνους γραφῇ σωζομένους οὐδαμῶς εὗρον· κομιδῆ γὰρ οὖν βραχυβίους αὐτοὺς λόγος κατέχει γενέσθαι. Τοσοῦτον δ' ἐξ ἐγγράφων παρείληφα, ὡς μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰουδαίων πολιορκίας, πεντεκαίδεκα τὸν ἀριθμὸν αὐτόθι γεγόνασιν ἐπισκόπων διαδοχαὶ, οὓς πάντας Ἑβραίους φασὶν ὄντας ἀνέκαθεν, τὴν γνῶσιν τοῦ Χριστοῦ γνησίως καταδέξασθαι. Ὥστ' ἤδη πρὸς τῶν τὰ τοιάδε ἐπικρίνειν δυνατῶν, καὶ τῆς τῶν ἐπισκόπων λειτουργίας ἀξίους δοκιμασθῆναι· συνεστάναι γὰρ αὐτοῖς τότε τὴν πᾶσαν Ἐκκλησίαν ἐξ Ἑβραίων πιστῶν, ἀπὸ τῶν ἀποστόλων καὶ εἰς τὴν τότε διαρκεσάντων πολιορκίαν, καθ' ἣν Ἰουδαῖοι Ῥωμαίων αὖθις ἀποστάντες, οὐ μικροῖς πολέμοις ἥλωσαν. Διαλελοιπότων δ' οὖν τηνικαῦτα τῶν ἐκ περιτομῆς ἐπισκόπων, τοὺς ἀπὸ τοῦ πρώτου νῦν ἀναγκαῖον ἂν εἴη καταλέξαι. Πρῶτος τοιγαροῦν Ἰάκωβος ὁ τοῦ Κυρίου λεγόμενος ἀδελφὸς ἦν· μεθ' ὃν δεύτερος Συμεὼν, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, πέμπτος Τωβίας, ἕκτος Βενιαμὶν, Ἰωάννης ἕβδομος, ὄγδοος Ματθίας, ἔννατος Φίλιππος, δέκατος Σενεκᾶς, ἑνδέκατος Ἰοῦστος, Λευῖς δωδέκατος, Ἐφρῆς τρισκαιδέκατος, τεσσαρεσκαιδέκατος Ἰωσήφ· ἐπὶ πᾶσι πεντεκαιδέκατος Ἰούδας. Τοσοῦτοι καὶ οἱ ἐπὶ τῆς Ἱεροσολύμων πόλεως ἐπίσκοποι ἀπὸ τῶν ἀποστόλων εἰς τὸν δηλούμενον διαγενόμενοι χρόνον, οἱ πάντες ἐκ περιτομῆς. Ἤδη δὲ δωδέκατον ἐχούσης ἔτος τῆς ἡγεμονίας Ἀδριανοῦ, Ξύστον δεκαέτη χρόνον ἀποπλήσαντα ἐπὶ τῆς Ῥωμαίων ἐπισκοπῆς, ἕβδομος ἀπὸ τῶν ἀποστόλων διαδέχεται Τελεσφόρος· ἐνιαυτοῦ δὲ μεταξὺ καὶ μηνῶν διαγενομένων, τῆς Ἀλεξανδρέων παροικίας τὴν προστασίαν Εὐμενὴς ἕκτῳ κλήρῳ διαδέχεται, τοῦ πρὸ αὐτοῦ ἔτεσιν ἕνδεκα διαρκέσαντος.
times preserved in writing I have by no means found; for indeed report holds that they were exceedingly short-lived. Yet so much I have received from written records, that until the siege of the Jews under Hadrian there were fifteen successions of bishops there in number, all of whom, they say, being Hebrews from the beginning, genuinely received the knowledge of Christ, so that already by those who were able to judge such matters they were approved as worthy also of the ministry of the bishops; for at that time their whole Church consisted of believing Hebrews who had continued from the apostles even unto the siege that then took place, in which the Jews, having again revolted from the Romans, were overcome in no small wars. Since, therefore, the bishops of the circumcision ceased at that time, it would now be necessary to recount them from the first. First, accordingly, was James, who was called the brother of the Lord; after whom the second was Symeon, the third Justus, Zacchaeus the fourth, the fifth Tobias, the sixth Benjamin, John the seventh, the eighth Matthias, the ninth Philip, the tenth Senecas, the eleventh Justus, Levi the twelfth, Ephres the thirteenth, the fourteenth Joseph; and after all, the fifteenth, Judas. So many were the bishops over the city of Jerusalem who came between the apostles and the time mentioned, all of them of the circumcision. And when the rule of Hadrian was now in its twelfth year, Telesphorus, the seventh from the apostles, succeeds Xystus, who had completed a ten years' period over the episcopate of the Romans; and when a year and some months had intervened, Eumenes in the sixth allotment succeeds to the presidency of the diocese of the Alexandrians, his predecessor having lasted eleven years.
Καὶ δὴ τὰ τῆς Ἰουδαίων ἀποστασίας αὖθις εἰς μέγα καὶ πολὺ προελθούσης, Ῥοῦφος ἐπάρχων τῆς Ἰουδαίας, στρατιωτικῆς αὐτῷ συμμαχίας
And indeed when the revolt of the Jews had again advanced to a great and formidable height, Rufus, governor of Judaea, when a military reinforcement to him