Migne Reading Room

PG 20 · cols. 224–233 · Read from the page

Eusebius, Church History, Book III

Eusebius, Church History, Book III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:224Read from the page
ἀπὸ τῆς Ἱερουσαλὴμ μετῳκισμένων, ὡσὰν παντελῶς ἐπιλελοιπότων ἁγίων ἀνδρῶν αὐτήν τε τὴν Ἰουδαίων βασιλικὴν μητρόπολιν καὶ σύμπασαν τὴν Ἰουδαίαν γῆν, ἡ ἐκ Θεοῦ δίκη λοιπὸν αὐτοὺς ἅτε τοσαῦτα εἴς τε τὸν Χριστὸν καὶ τοὺς ἀποστόλους αὐτοῦ παρηνομηκότας μετῄει, τῶν ἀσεβῶν ἄρδην τὴν γενεὰν αὐτὴν ἐκείνην ἐξ ἀνθρώπων ἀφανίζουσα. Ὅσα μὲν οὖν τηνικάδε κατὰ πάντα τόπον ὅλῳ τῷ ἔθνει συνερρύη κακὰ, ὅπως τε αὖ μάλιστα οἱ τῆς Ἰουδαίας οἰκήτορες εἰς ἔσχατον περιηλάθησαν συμφορῶν, ὁπόσαι τε μυριάδες ἡβηδὸν γυναιξὶν ἅμα καὶ παισὶ, ξίφει καὶ λιμῷ καὶ μυρίοις ἄλλοις περιπεπτώκασιν εἴδεσι θανάτου, πόλεών τε Ἰουδαϊκῶν ὅσαι τε καὶ οἷαι γεγόνασι πολιορκίαι, ἀλλὰ καὶ ὁπόσα οἱ ἐπ' αὐτὴν τὴν Ἱερουσαλὴμ ὡσὰν ἐπὶ μητρόπολιν ὀχυρωτάτην καταπεφευγότες, δεινὰ καὶ πέρα δεινῶν ἑωράκασι, τοῦ τε παντὸς πολέμου τὸν τρόπον, καὶ τῶν ἐν τούτῳ γεγενημένων ἐν μέρει ἕκαστα, καὶ ὡς ἐπὶ τέλει τὸ πρὸς τῶν προφητῶν ἀνηγορευμένον βδέλυγμα τῆς ἐρημώσεως, ἐν αὐτῷ κατέστη τῷ πάλαι τοῦ Θεοῦ περιβοήτῳ νεῷ, παντελῆ φθορὰν καὶ ἀφανισμὸν ἔσχατον τὸν διὰ πυρὸς ὑπομείναντι, πάρεστιν ὅτῳ φίλον ἐπ' ἀκριβὲς ἐκ τῆς τῷ Ἰωσήπῳ γραφείσης ἀναλέξασθαι Ἱστορίας. Ὡς δὲ αὐτὸς οὗτος τῶν ἀθροισθέντων ἀπὸ τῆς Ἰουδαίας ἁπάσης ἐν ἡμέραις τῆς τοῦ Πάσχα ἑορτῆς, ὥσπερ ἐν εἱρκτῇ, ῥήμασιν αὐτοῖς, ἀποκλεισθῆναι εἰς τὰ Ἱεροσόλυμα ἀμφὶ τριακοσίας μυριάδας τὸ πλῆθος ἱστορεῖ, ἀναγκαῖον ὑποσημήνασθαι. Χρῆν γοῦν, ἐν αἷς ἡμέραις τὸν πάντων Σωτῆρα καὶ εὐεργέτην τὸν Χριστὸν τὸν τοῦ Θεοῦ τὰ κατὰ τὸ πάθος διατέθεινται, ταῖς αὐταῖς ὥσπερ ἐν εἱρκτῇ κατακλεισθέντας, τὸν μετελθόντα αὐτοὺς ὄλεθρον πρὸς τῆς θείας δίκης καταδέξασθαι. Παρελθὼν δὴ τὰ τῶν ἐν μέρει συμβεβηκότων αὐτοῖς, ὅσα διὰ ξίφους καὶ ἄλλῳ τῳ τρόπῳ κατ' αὐτῶν ἐγκεχείρηται, μόνας τὰς διὰ τοῦ λιμοῦ ἀναγκαῖον ἡγοῦμαι συμφορὰς παραθέσθαι, ὡς ἂν ἐκ μέρους ἔχοιεν οἱ
had migrated from Jerusalem, so that, as holy men had altogether failed both the royal metropolis of the Jews itself and the whole land of Judaea, the justice from God finally pursued them, inasmuch as they had committed such great transgressions against both Christ and His apostles, utterly blotting out that very generation of the ungodly from among men. How many evils, then, at that time flowed together in every place upon the whole nation, and how on the other hand above all the inhabitants of Judaea were driven to the extremity of calamities, and how many tens of thousands from youth upwards, together with women and children, fell by the sword and by famine and by ten thousand other forms of death, and how many and of what sort were the sieges of the Jewish cities that took place, and more than that, how many terrible things, and things beyond terrible, those who had fled for refuge to Jerusalem itself as to a most strongly fortified metropolis beheld, and the manner of the whole war, and each of the things that happened in it in detail, and how at the end the abomination of desolation proclaimed by the prophets was set up in the once celebrated temple of God itself, which underwent utter destruction and final obliteration by fire—it is open to whoever wishes to gather accurately from the History written by Josephus. But how this very writer relates that those assembled from all Judaea in the days of the feast of the Passover, to the number of around three million—to use his very words—were shut up in Jerusalem as if in a prison, it is necessary to point out. For it was fitting that in the very days in which they had inflicted the things of the passion upon the Saviour and Benefactor of all, the Christ of God, in those same days, shut up as if in a prison, they should receive the destruction that pursued them from divine justice. Passing over, then, the things that befell them in detail, whatever was attempted against them by the sword and in any other way, I deem it necessary to set forth only the calamities caused by the famine, so that in part those who
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Περὶ τοῦ πιέσαντος αὐτοὺς λιμοῦ (Nic. H. E. III, 6).
Concerning the famine that oppressed them (Nic. H. E. III, 6).
Φέρε δὴ οὖν τῶν Ἱστοριῶν τὴν πέμπτην τοῦ Ἰωσήπου μετὰ χεῖρας αὖθις ἀναλαβὼν, τῶν τότε πραχθέντων δίελθε τὴν τραγῳδίαν· « Τοῖς γε μὴν εὐπόροις, φησὶ, καὶ τὸ μένειν πρὸς ἀπωλείας ἴσον ἦν. Προφάσει γὰρ αὐτομολίας ἀνῃρεῖτό τις διὰ τὴν οὐσίαν. Τῷ λιμῷ δὲ ἡ ἀπόνοια τῶν στασιαστῶν συν-
Come then, taking in hand again the fifth book of the Histories of Josephus, go through the tragedy of the things done at that time: "For the wealthy, indeed," says he, "even to remain was equal to destruction; for under pretext of desertion a man was put to death on account of his property. And with the famine the madness of the insurgents grew
PG 20:225Read from the page
ἤκμαζε, καὶ καθ' ἡμέραν ἀμφότερα προσεξε⟨κ⟩ά⟨ε⟩το τὰ δεινά. Φανερὸς μέν γε οὐδαμοῦ σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας. Ἔπειθ' εὑρόντες μὲν, ὡς ἀρνησαμένους ᾐκίζοντο· μὴ εὑρόντες δὲ, ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. Τεκμήριον δὲ τοῦ τ' ἔχειν καὶ μὴ, τὰ σώματα τῶν ἀθλίων ἦν. Ὧν οἱ μὲν ἔτι συνεστῶτες, εὐπορεῖν τροφῆς ἐδόκουν, οἱ τηκόμενοι δὲ ἤδη, παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπ' ἐνδείας τεθνηξομένους αὐτίκα. Πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντικατηλλάξαντο μέτρου, πυρῶν μὲν, εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέστεροι, κριθῆς. Ἔπειτα κατακλείοντες ἑαυτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν, τινὲς μὲν ὑπ' ἄκρας ἐνδείας, ἀνέργαστον τὸν σῖτον ἤσθιον, οἱ δὲ ἔπεσσον, ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρῄνει. Καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο, τοῦ δὲ πυρὸς ἐφέλκοντες, ἔτ' ὠμὰ τὰ σιτία διήρπαζον. Ἐλεεινὴ δ' ἦν ἡ τροφὴ καὶ δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλεονεκτούντων, τῶν δὲ ἀσθενῶν ὀδυρομένων. Πάντων μὲν δὴ παθῶν ὑπερίσταται λιμός· οὐδὲν δ' οὕτως ἀπόλλυσιν ὡς αἰδῶ. Τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον, ἐν τούτῳ καταφρονεῖται. Γυναῖκες γοῦν ἀνδρῶν, καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον, μητέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τὰς τροφάς. Καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένων, οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμούς. Τοιαῦτα δὲ ἐσθίοντες, ὅμως οὐ διελάνθανον. Πανταχοῦ δ' οὖν ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτων ταῖς ἁρπαγαῖς. Ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένην οἰκίαν, σημεῖον ἦν τοῦτο, τοὺς ἔνδον προσφέρεσθαι τροφήν. Εὐθέως δὲ εἰσαράξαντες τὰς θύρας, εἰσεπήδων καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβοντες τοὺς ἀκόλους ἀνέφερον. Ἐτύπτοντο δὲ γέροντες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράσσοντο γυναῖκες, συγκαλύπτουσαι τὰ ἐν χερσίν· οὐδέ τις ἦν οἶκτος πολιᾶς, ἢ νηπίων, ἀλλὰ συνεπαίροντες τὰ νήπια τῶν ψωμῶν ἐκκρεμάμενα, κατέσειον εἰς ἔδαφος, τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ προκαταπιοῦσι τὸ ἁρπαγησόμενον, ὡς ἀδικηθέντες ἦσαν ὠμότεροι. Δεινὰς δὲ βασάνων ὁδοὺς ἐπενόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τῶν αἰδοίων τοὺς πόρους, ῥάβδοις δὲ ὀξείαις ἀναπείροντες τὰς ἕδρας. Τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ ἵνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων. Οἱ βασανισταὶ δ' οὐκ ἐπείνων, καὶ γὰρ ἂν ἧττον ὠμὸν ἦν τὸ μετ' ἀνάγκης,
together at its height, and day by day both terrors were kindled further. For visibly indeed there was grain nowhere, so bursting in they searched the houses. Then if they found any, they maltreated them as having denied it; and if they did not find any, they tortured them as having hidden it more carefully. And the proof of whether they had it or not was the bodies of the wretched people. Those of them who still stood firm seemed to be well supplied with food, while those who were already wasting away were passed by, and it seemed unreasonable to kill those who were about to die immediately from want. Many secretly exchanged their possessions for a single measure—of wheat, if they happened to be wealthier, while the poorer did so for barley. Then, shutting themselves up into the innermost recesses of their houses, some from extreme want ate the grain unworked, while others baked it, as necessity and fear advised. And a table was nowhere set out, but pulling the food from the fire while still raw, they snatched it away. Pitiful was the nourishment, and worthy of tears the sight, as the stronger took the larger share while the weak lamented. Famine indeed surpasses all sufferings, and destroys nothing so much as shame; for what is otherwise worthy of respect is despised in it. Thus wives snatched the food from the very mouths of husbands, and children from fathers, and—most pitiable of all—mothers from infants. And while their dearest ones were wasting away in their arms, there was no sparing to take away the drops of life. Yet though eating such things, they did not escape notice; everywhere the insurgents came upon even these seizures of theirs. For whenever they saw a house shut up, this was a sign that those within were taking food; and at once, having dashed in the doors, they burst in and all but squeezing the morsels out of their throats brought them up. Old men clinging to their food were beaten, and women concealing what was in their hands were dragged by their hair; nor was there any pity for grey hair or for infants, but lifting up the infants together as they hung from the morsels, they dashed them to the ground. And towards those who had anticipated their inrush and swallowed beforehand what was about to be seized, they were more cruel, as though wronged. They devised terrible ways of torture for the searching out of food, blocking up the passages of the privy parts of the wretched men with bitter vetch, and piercing their seats with sharp rods. And a man suffered things horrible even to hear, for the confession of a single loaf and so that he might reveal a single hidden handful of barley-meal. Yet the torturers were not hungry—for indeed what is done with necessity would have been less cruel—
PG 20:228Read from the page
γυμνάζοντες δὲ τὴν ἀπόνοιαν, καὶ προπαρασκευάζοντες ἑαυτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια. Τοῖς δ' ἐπὶ τὴν Ῥωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας, ὑπαντῶντες, ὅτ' ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, καὶ πολλάκις ἱκετευόντων, καὶ τὸ φρικτότατον ἐπικαλουμένων ὄνομα τοῦ Θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς, ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδοτιοῦν μετέδοσαν. Ἀγαπητὸν δ' ἦν, τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον. » Τούτοις δὲ μεθ' ἕτερα ἐπιφέρει λέγων· « Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκόπη πᾶσα σωτηρίας ἐλπίς. Καὶ βαθύνας ἑαυτὸν ὁ λιμὸς, κατ' οἴκους καὶ γενεὰς τὸν δῆμον ἐπεβόσκετο. Καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν. Παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες, ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον, ὅποι τινὰ τὸ πάθος καταλαμβάνοι· θάπτειν δὲ τοὺς προσήκοντας, οὔτε ἴσχυον οἱ κάμνοντες, καὶ τὸ διευτονοῦν ὤκνει, διά τε τὸ πλῆθος τῶν νεκρῶν, καὶ τὸ κατὰ σφᾶς ἄδηλον. Πολλοὶ γοῦν τοῖς ὑπ' αὐτῶν θαπτομένοις ἐπαπέθνησκον, πολλοὶ δ' ἐπὶ τὰς θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν, προῆλθον. Οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς, οὔτε ὀλοφυρμὸς ἦν, ἀλλὰ ὁ λιμὸς ἤλεγχε τὰ πάθη. Ξηροῖς δὲ τοῖς ὄμμασιν οἱ δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι. Βαθεῖα δὲ τὴν πόλιν περιεῖχε σιγὴ, καὶ νὺξ θανάτου γέμουσα. Καὶ τούτων οἱ λησταὶ χαλεπώτεροι. Τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας, ἐσύλων τοὺς νεκροὺς, καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες, μετὰ γέλωτος ἐξῄεσαν. Τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασι, καί τινας τῶν ἐῤῥιμμένων ἔτι ζῶντας διήλαυνον, ἐπὶ πείρᾳ τοῦ σιδήρου. Τοὺς δὲ ἱκετεύοντας χρῆσαί σφισι δεξιὰν καὶ ξίφος, τῷ λιμῷ κατέλιπον ὑπερηφανοῦντες. Καὶ τῶν ἐκπνεόντων ἕκαστος, ἀτενὲς εἰς τὸν ναὸν ἐφεώρα, τοὺς στασιαστὰς ζῶντας ἀπολιπών. Οἱ δὲ τὸ μὲν πρῶτον, ἐκ τοῦ δημοσίου θησαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκροὺς, τὴν ὀσμὴν οὐ φέροντες· ἔπειθ' ὡς οὐ διήρκουν, ἀπὸ τῶν τειχῶν ἔῤῥιπτον εἰς τὰς φάραγγας. Περιϊὼν δὲ ταύτας ὁ Τῖτος, ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν, καὶ βαθὺν ἰχῶρα μυδώντων τὸν ὑποῤῥέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν Θεὸν, ὡς οὐκ εἴη τὸ ἔργον αὐτοῦ. » Τούτοις ἐπειπών τινα μεταξὺ, ἐπιφέρει, λέγων· « Οὐκ ἂν
but exercising their madness, and preparing provisions beforehand for themselves for the following days. And meeting those who had crept out by night towards the Roman guard-posts to gather wild herbs and grass, when they thought that they had already escaped the enemy, they snatched away what had been brought; and though they oftentimes entreated them, and called upon the most awful name of God, to grant them some share of what they had brought at the risk of their lives, they gave them nothing whatever; and one had to be content if after being robbed one was not also put to death in addition." And to these things, after other matters, he adds, saying: "For the Jews, along with the exits, all hope of safety was cut off; and the famine, deepening its hold, fed upon the people by houses and families. The roofs were filled with women and infants wasted away, and the alleys with dead old men. Boys and young men, swollen up, wandered about like phantoms in the market-places and fell down wherever the suffering overtook anyone. As for burying their kinsfolk, the sick had not the strength, and those who still had vigour shrank from it, both on account of the multitude of the dead and the uncertainty as to themselves. Many, indeed, died upon those who were being buried by them, and many went forth to the tombs before their fated hour arrived. There was neither wailing in the calamities nor lamentation, but the famine overcame the emotions. With dry eyes those who were dying a hard death looked upon those who had gone to rest before them. Deep silence encompassed the city, and a night full of death; and worse than these were the brigands. Breaking into the houses like grave-robbers, they despoiled the dead, and stripping off the coverings of the bodies, went out with laughter. They tested the edges of their swords on the corpses, and ran through some of the prostrate who were still breathing, by way of trying the steel. Those who entreated them to lend them their right hand and a sword, they disdainfully left to the famine. And each of those expiring gazed fixedly upon the temple, leaving the insurgents behind alive. These at first ordered the dead to be buried out of the public treasury, not bearing the stench; afterwards, when they did not suffice, they threw them from the walls into the ravines. And as Titus went around these, when he saw them filled with the dead, and the deep gore flowing out from underneath the rotting bodies, he groaned, and stretching up his hands called God to witness that this was not his doing." After saying some things between, he adds to these, saying: "I could not
PG 20:229Read from the page
ὑποστειλαίμην εἰπεῖν, ἅ μοι κελεύει τὸ πάθος. Οἶμαι, Ῥωμαίων βραδυνάντων ἐπὶ τοὺς ἀλιτηρίους, ἢ καταποθῆναι ἂν ὑπὸ χάσματος, ἢ κατακλυσθῆναι τὴν πόλιν, ἢ τοὺς τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς. Πολὺ γὰρ τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν. Τῇ γοῦν τούτων ἀπονοίᾳ πᾶς ὁ λαὸς συναπώλετο. » Καὶ ἐν τῷ ἕκτῳ δὲ βιβλίῳ, οὕτω γράφει· « Τῶν δ' ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν, ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. Καθ' ἑκάστην γὰρ οἰκίαν, εἴπου τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δ' ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν. Ἀλλὰ καὶ τοὺς ἐμπνέοντας οἱ λησταὶ διηρεύνων, μή τις ὑπὸ κόλπον ἔχων τροφὴν, σκήπτοιτο τὸν θάνατον αὐτοῦ. Οἱ δὲ ὑπ' ἐνδείας κεχηνότες, ὥσπερ λυσσῶντες κύνες ἐσφάλλοντο, καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον, καὶ ὑπὸ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. Πάντα δ' ὑπ' ὀδόντας ἦγεν ἡ ἀνάγκη. Καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζώων πρόσφορα συλλέγοντες, ἐσθίειν ὑπέφερον. Ζωστήρων γοῦν καὶ ὑποδημάτων τοτελευταῖον οὐκ ἀπέσχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασῶντο. Τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα. Τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες, ἐλάχιστον σταθμὸν ἐπώλουν Ἀττικῶν τεσσάρων. Καὶ τί δεῖ τὴν ἐπ' ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν; εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, ὁποῖον μήτε παρ' Ἕλλησι, μήτε παρὰ βαρβάροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ' ἀκοῦσαι. Καὶ ἔγωγε μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατ' ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας, ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τὸν λόγον, ὧν πέπονθε τὰ ἔργα. Γυνὴ τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βαθεζώρ· σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου· διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη, μετήνεγκεν εἰς τὴν πόλιν· τὰ δὲ λείψανα τῶν κειμηλίων κἂν εἴτι τροφῆς ἐπινοηθείη, καθ' ἡμέραν εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι. Δεινὴ δέ τις τὸ γύναιον ἀγανάκτησις εἰσῄει. Καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη, τοὺς ἅρπαγας ἐφ' ἑαυτὴν ἠρέθιζεν. Ὡς δ' οὔτε παροξυνόμενός τις οὔτ' ἐλεῶν αὐτὴν ἀνῄρει, καὶ τὸ μὲν
shrink from speaking what my emotion bids me. I think that, had the Romans delayed against the guilty wretches, the city would either have been swallowed up by a chasm, or deluged with water, or have shared the thunderbolts of the land of Sodom; for it bore a generation far more godless than those who suffered those things. At any rate, by the madness of these men the whole people perished together with them." And in the sixth book also, he writes thus: "Of those perishing by the famine throughout the city, an infinite multitude was falling, and unspeakable were the sufferings that befell them. For in each house, if anywhere a shadow of food appeared, there was war, and the dearest ones came to blows with one another, snatching away the wretched provisions of life. Nor was there belief in want even for the dying; but the brigands searched even those who were breathing their last, lest anyone, having food under his bosom, should be feigning his death. And they themselves, gaping from want like rabid dogs, reeled and staggered along, both battering against the doors after the manner of drunken men, and out of helplessness bursting into the same houses twice or thrice in a single hour. Necessity brought everything under the teeth; and gathering even things not fit for the filthiest of brute beasts, they endured to eat them. Thus at the last they did not abstain from belts and shoes, and stripping off the hides of their shields they chewed them. Even wisps of old hay served as food for some; for certain people, gathering the fibres, sold a very small weight for four Attic drachmas. And what need is there to speak of the shamelessness of the famine towards inanimate things? For I am going to relate a deed of it, such as has been recorded neither among Greeks nor among barbarians, horrible to tell, and incredible to hear. And for my part, that I might not seem to posterity to be telling portentous tales, I would gladly even have passed over the calamity, had I not countless witnesses among my contemporaries; and besides, I should render cold thanks to my country if I suppressed the account of the things the reality of which it has suffered. A woman of those dwelling beyond the Jordan, Mary by name, whose father was Eleazar, of the village of Bathezor—this means 'house of hyssop'—distinguished for family and wealth, having fled for refuge to Jerusalem with the rest of the multitude, was besieged together with them. Her other property the tyrants had plundered, as much as she had packed up from Peraea and brought over into the city; and the remnants of her treasures, and whatever food might be devised, the guards burst in daily and snatched away. A terrible indignation came over the woman; and oftentimes reviling and cursing them, she tried to provoke the plunderers against herself. But when no one either in anger or in pity put her to death, and while
PG 20:232Read from the page
εὑρεῖν σιτίον ἄλλοις ἐκοπία, πανταχόθεν δ' ἄπορον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων τε καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξεκαίοντο οἱ θυμοὶ, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης, ἐπὶ τὴν φύσιν ἐχώρει. Καὶ τὸ τέκνον, ἦν δ' αὐτῇ παῖς ὑπομάσθιος, ἁρπασαμένη, « Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρῶ; τὰ μὲν παρὰ Ῥωμαίοις, δουλεία κἂν ζήσωμεν ἐπ' αὐτοῖς, φθάνει δὲ καὶ δουλείαν ὁ λιμὸς, οἱ στασιασταὶ δὲ ἀμφοτέρων χαλεπώτεροι. Ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. » Καὶ ταῦθ' ἅμα λέγουσα, κτείνει τὸν υἱόν. Ἔπειτ' ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα, ἐφύλαττεν. Εὐθέως δ' οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες, ἠπείλουν εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διανεκάλυψεν. Τοὺς δ' εὐθέως φρίκη καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δ', « Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν. Φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα. Μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς, μήτε συμπαθέστεροι μητρός. Εἰ δ' ὑμεῖς εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸλοιπὸν δ' ἐμοὶ μεινάτω. » Μετὰ ταῦθ' οἱ μὲν τρέμοντες ἐξῄεσαν, πρὸς ἓν τοῦτο δειλοὶ, καὶ μόλις ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες.
she laboured for others in finding food, and from every side even finding it was now impossible, and the famine was penetrating through her bowels and marrow, and her passions were kindled more fiercely than the famine, taking anger along with necessity as her counsellor, she proceeded against nature. And seizing her child—for she had a boy at the breast—she said: "Wretched infant, in war and famine and sedition, for whom do I preserve you? Among the Romans there is slavery, even if we live under them; but the famine forestalls even slavery, and the insurgents are harsher than both. Come, become food for me, and an avenging fury to the insurgents, and a tale for life, the only one still lacking to the calamities of the Jews." And saying these things, at the same time she kills her son. Then having roasted him, she eats up the half, and covering over the remainder, she kept it. Straightway the insurgents were present, and having sniffed the unlawful savour, threatened to slaughter her at once if she did not show what had been prepared. And she, saying that she had kept a fine portion for them too, uncovered the remains of her child. Horror and madness of mind immediately seized them, and at the sight they stood frozen. And she said: "This is my own true-born child, and the deed is mine. Eat, for I too have eaten. Do not become either softer than a woman or more compassionate than a mother. But if you are pious, and turn away from my sacrifice, I indeed have eaten half, and let the remainder also stay for me." After this they went out trembling, cowards before this one thing alone, and having scarcely yielded this food to the mother.
Ἀνεπλήσθη δ' εὐθέως ὅλη τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος ἀναλαμβάνων, ὡς παρ' αὐτῷ τολμηθὲν δεινῶς ἔφριττε. Σπουδὴ δὲ λοιπὸν τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα. » Τοιαῦτα τῆς Ἰουδαίων εἰς τὸν Χριστὸν τοῦ Θεοῦ παρανομίας τε καὶ δυσσεβείας τἀπίχειρα.
Straightway the whole city was filled with the pollution, and each person, bringing the tragedy before his eyes, shuddered dreadfully as though it had been dared by himself. Thereafter the eagerness of those starving was for death, and those were counted blessed who had died before hearing and seeing such great evils." Such were the wages of the Jews' transgression and impiety against the Christ of God.
Notes, col. 232

On the reading

Printed τὸλοιπὸν, for τὸ λοιπὸν.

PG 20:233Read from the page
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Περὶ τῶν τοῦ Χριστοῦ προῤῥήσεων (Nic. H. E. III, 4).
Concerning the predictions of Christ (Nic. H. E. III, 4).
Παραθεῖναι δ' αὐτοῖς ἄξιον, τὴν ἀψευδῆ τοῦ Σωτῆρος ἡμῶν πρόῤῥησιν, δι' ἧς αὐτὰ ταῦτα δηλοῖ ὧδέ πως προφητεύων· « Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· προσεύχεσθε δὲ, ἵνα μὴ γένηται ὑμῶν ἡ φυγὴ χειμῶνος, μηδὲ σαββάτῳ. Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. » Συναγαγὼν δὲ πάντα τὸν τῶν ἀνῃρημένων ἀριθμὸν ὁ συγγραφεὺς, λιμῷ καὶ ξίφει μυριάδας ἑκατὸν καὶ δέκα διαφθαρῆναί φησι, τοὺς δὲ λοιποὺς στασιώδεις καὶ λῃστρικοὺς, ὑπὸ ἀλλήλων μετὰ τὴν ἅλωσιν ἐνδεικνυμένους, ἀνῃρῆσθαι, τῶν δὲ νέων τοὺς ὑψηλοτάτους καὶ κάλλει σώματος διαφέροντας, τετηρῆσθαι θριάμβῳ, τοῦ δὲ λοιποῦ πλήθους, τοὺς ὑπὲρ ἑπτακαίδεκα ἔτη, δεσμίους εἰς τὰ κατ' Αἴγυπτον ἔργα παραπεμφθῆναι, πλείους δὲ εἰς τὰς ἐπαρχίας διανενεμῆσθαι φθαρησομένους ἐν τοῖς θεάτροις σιδήρῳ καὶ θηρίοις, τοὺς δ' ἐντὸς ἑπτακαίδεκα ἐτῶν, αἰχμαλώτους ἀχθέντας διαπεπρᾶσθαι, τούτων δὲ μόνων τὸν ἀριθμὸν, εἰς ἐννέα μυριάδας ἀνδρῶν συναχθῆναι. Ταῦτα δὲ τοῦτον ἐπράχθη τὸν τρόπον, δευτέρῳ τῆς Οὐεσπασισνοῦ βασιλείας ἔτει, ἀκολούθως ταῖς προγνωστικαῖς τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προῤῥήσεσιν, θείᾳ δυνάμει ὥσπερ ἤδη παρόντα προεωρακότος αὐτὰ, ἐπιδακρύσαντός τε καὶ ἀποκλαυσαμένου κατὰ τὴν τῶν ἱερῶν εὐαγγελιστῶν Γραφὴν, οἳ καὶ αὐτὰς αὐτοῦ παρατέθεινται τὰς λέξεις, τοτὲ μὲν φήσαντος ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ· « Εἰ ἔγνως καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σοι· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ περιβαλοῦσί σοι οἱ ἐχθροί σου χάρακα, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου· » τοτὲ δὲ, ὡς περὶ τοῦ λαοῦ· « Ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ. Καὶ πεσοῦνται ἐν στόματι μαχαίρας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη· καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρις οὗ πληρωθῶσι καιροὶ ἐθνῶν. » Καὶ πάλιν· « Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε γνῶτε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. » Συγκρίνας δέ τις τὰς
And it is fitting to set beside these things the unerring prediction of our Saviour, through which He declares these very matters, prophesying after this manner: "Woe to those who are with child and to those who give suck in those days; and pray that your flight may not happen in winter, nor on a sabbath; for then there shall be great tribulation, such as has not happened from the beginning of the world until now, no, nor ever shall be." And gathering together the whole number of those slain, the historian says that one million one hundred thousand perished by famine and the sword, and that the remaining insurgents and brigands, informing against one another after the capture, were put to death; and that of the youths the tallest and those excelling in beauty of body were kept for the triumph; and that of the remaining multitude, those over seventeen years of age were sent in bonds to the works in Egypt, while more were distributed into the provinces to be destroyed in the theatres by the sword and by wild beasts, and those under seventeen years of age were led away captive and sold; and that the number of these alone amounted to ninety thousand men. And these things were done in this manner in the second year of the reign of Vespasian, in accordance with the prophetic predictions of our Lord and Saviour Jesus Christ, Who by divine power foresaw them as though already present, and wept over them and bewailed them according to the Scripture of the sacred evangelists, who have also set down His very words, when at one time He said, addressing Jerusalem herself: "If you also had known on this day the things that are for your peace! But now they have been hidden from your eyes. For days shall come upon you, and your enemies shall cast a rampart around you, and shall compass you round, and hem you in on every side, and shall dash you to the ground, and your children;" and at another time, as concerning the people: "For there shall be great distress upon the earth, and wrath upon this people; and they shall fall by the edge of the sword, and shall be led away captive into all the nations; and Jerusalem shall be trodden down by the nations, until the times of the nations be fulfilled." And again: "And when you see Jerusalem compassed by armies, then know that her desolation has drawn near." And if anyone compares the
Notes, col. 233

On the reading

Printed Οὐεσπασισνοῦ, for Οὐεσπασιανοῦ.