στήσατο· εἰσέτι τε νῦν ἐξ ἐκείνου ἡ πᾶσα τῶν Ἐδεσσηνῶν πόλις, τῇ τοῦ Χριστοῦ προσανάκειται προσηγορίᾳ, οὐ τὸ τυχὸν ἐπιφερομένη δεῖγμα τῆς τοῦ Σωτῆρος ἡμῶν καὶ εἰς αὐτοὺς εὐεργεσίας. Καὶ ταῦτα μὲν ὡς ἐξ ἀρχαίων ἱστορίας εἰρήσθω. Μετίωμεν δ' αὖθις ἐπὶ τὴν θείαν Γραφήν. Γενομένου δῆτα ἐπὶ τῇ τοῦ Στεφάνου μαρτυρίᾳ πρώτου καὶ μεγίστου πρὸς αὐτῶν Ἰουδαίων κατὰ τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας διωγμοῦ, πάντων τε τῶν μαθητῶν, πλὴν ὅτι τῶν δώδεκα μόνων, ἀνὰ τὴν Ἰουδαίαν τε καὶ Σαμάρειαν διασπαρέντων· τινὲς, ὥς φησιν ἡ θεία Γραφὴ, διελθόντες ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, οὔπω μὲν ἔθνεσιν οἷοί τε ἦσαν τοῦ τῆς πίστεως μεταδιδόναι λόγου τολμᾷν, μόνοις δὲ τοῦτον Ἰουδαίοις κατήγγελλον. Τηνικαῦτα καὶ Παῦλος ἐλυμαίνετο εἰσέτι τότε τὴν Ἐκκλησίαν, κατ' οἴκους τῶν πιστῶν εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, καὶ εἰς φυλακὴν παραδιδούς. Ἀλλὰ καὶ Φίλιππος, εἷς τῶν ἅμα Στεφάνῳ προχειρισθέντων εἰς τὴν διακονίαν, ἐν τοῖς διασπαρεῖσι γενόμενος, κάτεισιν εἰς τὴν Σαμάρειαν, θείας τε ἔμπλεως ὢν δυνάμεως, κηρύττει πρῶτος τοῖς αὐτόθι τὸν λόγον. Τοσαύτη δ' αὐτῷ θεία συνήργει χάρις, ὡς καὶ Σίμωνα τὸν Μάγον μετὰ πλείστων ἑτέρων ἀνδρῶν, τοῖς αὐτοῦ λόγοις ἑλχθῆναι. Ἐπὶ τοσοῦτον δ' ὁ Σίμων βεβοημένος κατ' ἐκεῖνο καιροῦ τῶν ἠπατημένων ἐκράτει γοητείᾳ, ὡς τὴν μεγάλην αὐτὸν ἡγεῖσθαι εἶναι δύναμιν τοῦ Θεοῦ. Τότε δ' οὖν καὶ οὗτος τὰς ὑπὸ τοῦ Φιλίππου δυνάμει θείᾳ τελουμένας καταπλαγεὶς παραδοξοποιΐας, παραδύεται, καὶ μέχρι λουτροῦ τὴν εἰς Χριστὸν πίστιν καθυποκρίνεται. Ὃ καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τῶν ἔτι καὶ νῦν τὴν ἀπ' ἐκείνου μιαρωτάτην μετιόντων αἵρεσιν· οἳ τῇ τοῦ σφῶν προπάτορος μεθόδῳ, τὴν Ἐκκλησίαν λοιμώδους καὶ ψωραλέας νόσου δίκην ὑποδυόμενοι, τὰ μέγιστα λυμαίνονται τοὺς, οἷς ἐναπομάξασθαι οἷοί τε ἂν εἶεν τὸν ἐν αὐτοῖς ἀποκεκρυμμένον δυσαλθῆ καὶ χαλεπὸν ἰόν. Ἤδη γέ τοι πλείους τούτων ἀπεώσθησαν, ὁποῖοί τινες εἶεν τὴν μοχθηρίαν ἁλόντες· ὥσπερ οὖν καὶ ὁ Σίμων αὐτὸς πρὸς τοῦ Πέτρου καταφωραθεὶς ὃς ἦν, τὴν προσήκουσαν ἔτισε τιμωρίαν. Ἀλλὰ γὰρ εἰς αὔξησιν ὁσημέραι προϊόντος τοῦ σωτηρίου κηρύγματος, οἰκονομία τις ἦγεν καὶ ἀπὸ τῆς Αἰθιόπων γῆς τῆς αὐτόθι βασιλίδος (κατά τι πάτριον ἔθος ὑπὸ γυναικὸς τοῦ ἔθνους εἰσέτι νῦν βασιλευομένου) δυνάστην· ὃν πρῶτον ἐξ ἐθνῶν πρὸς τοῦ Φιλίππου δι' ἐπιφανείας τὰ τοῦ θείου λόγου ὄργια μετασχόντα, τῶν τε ἀνὰ τὴν οἰκουμένην πιστῶν ἀπαρχὴν γενόμενον, πρῶτον κατέχει λόγος ἐπὶ τὴν πάτριον παλινοστήσαντα γῆν, εὐαγγελίσασθαι τὴν τοῦ τῶν ὅλων Θεοῦ γνῶσιν, καὶ τὴν ζωοποιὸν εἰς ἀνθρώπους τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν, ἔργῳ πληρωθείσης δι' αὐτοῦ τῆς, « Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, » περιεχούσης προφητείας. Ἐπὶ τούτοις Παῦλος τὸ τῆς ἐκλογῆς σκεῦος, οὐκ ἐξ ἀνθρώ-
and from that time even until now the whole city of the Edessenes is devoted to the name of Christ, displaying no common token of the beneficence of our Saviour towards them also. And let these things indeed be stated as from the history of the ancients. Let us pass again to the divine Scripture. When indeed upon the martyrdom of Stephen there arose the first and greatest persecution by the Jews themselves against the Church in Jerusalem, and all the disciples, except the twelve alone, were scattered throughout Judaea and Samaria, some, as the divine Scripture says, having passed through as far as Phoenicia and Cyprus and Antioch, were not yet able to venture to impart the word of the faith to the Gentiles, but proclaimed it to the Jews alone. At that time Paul also was still ravaging the Church, entering into the houses of the faithful, dragging away both men and women, and committing them to prison. But Philip also, one of those ordained along with Stephen for the ministry, being among those scattered abroad, goes down to Samaria, and being full of divine power, first heralds the word to those there. And so great a divine grace worked with him, that even Simon the Magian, along with very many other men, was drawn by his words. To such a degree at that time did Simon, being famed, hold sway by sorcery over those who had been deceived, that they held him to be the great power of God. Then indeed this man also, being astounded at the marvellous works performed through divine power by Philip, creeps in, and carries his hypocrisy in the faith in Christ even as far as the laver. Which thing also it is worthy to marvel at, as taking place until now on the part of those who even today pursue the most abominable heresy derived from him; who, by the method of their forefather, creeping into the Church after the manner of a pestilential and leprous disease, inflict the greatest ruin upon those on whom they may be able to wipe off the hard-to-heal and grievous poison hidden within them. Yet already the greater number of these have been driven away, having been caught as to what sort of men they were in their wickedness; just as Simon himself also, having been detected by Peter for who he was, paid the fitting penalty. But indeed, as the saving preaching was advancing daily in growth, a certain dispensation led from the land of the Ethiopians a high official of the queen there (the nation being even until now ruled by a woman according to a certain ancestral custom); who, having been the first from the Gentiles to partake through a manifestation from Philip of the mysteries of the divine word, and having become the first-fruits of the faithful throughout the inhabited world, report holds was the first, having returned to his ancestral land, to proclaim the good news of the knowledge of the God of the universe, and the life-giving sojourn of our Saviour among men, the prophecy having been fulfilled in deed through him which contains: "Ethiopia shall stretch out her hand beforehand unto God." Upon these things Paul, the vessel of election, not from men