ᾧ μνηστευθεῖσα ἡ Παρθένος, πριν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου, ὡς ἡ ἱερὰ τῶν Εὐαγγελίων διδάσκει Γραφή· τοῦτον δὴ οὖν αὐτὸν Ἰάκωβον, ὃν καὶ Δίκαιον ἐπίκλην οἱ πάλαι δι' ἀρετῆς ἐκάλουν προτερήματα, πρῶτον ἱστοροῦσι τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας τὸν τῆς ἐπισκοπῆς ἐγχειρισθῆναι θρόνον. Κλήμης δὲ ἐν ἕκτῳ τῶν Ὑποτυπώσεων γράφων ὧδε παρίστησι· « Πέτρον γάρ φησι καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος, ὡς ἂν καὶ ὑπὸ τοῦ Κυρίου προτετιμημένους, μὴ ἐπιδικάζεσθαι δόξης, ἀλλ' Ἰάκωβον τὸν Δίκαιον ἐπίσκοπον Ἱεροσολύμων ἑλέσθαι. » Ὁ δ' αὐτὸς ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως, ἔτι καὶ ταῦτα περὶ αὐτοῦ φησιν· « Ἰακώβῳ τῷ Δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρέδωκε τὴν γνῶσιν ὁ Κύριος. Οὗτοι τοῖς λοιποῖς ἀποστόλοις παρέδωκαν. Οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς ἑβδομήκοντα, ὧν εἷς ἦν καὶ Βαρνάβας. Δύο δὲ γεγόνασιν Ἰάκωβοι, εἷς ὁ Δίκαιος, ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς, καὶ ὑπὸ κναφέως ξύλῳ πληγεὶς εἰς θάνατον· ἕτερος δὲ ὁ καρατομηθείς. » Αὐτοῦ δὲ τοῦ Δικαίου καὶ ὁ Παῦλος μνημονεύει γράφων· « Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. » Ἐν τούτοις καὶ τὰ τῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς τὸν τῶν Ὀσροηνῶν βασιλέα τέλος ἐλάμβανεν ὑποσχέσεως. Ὁ γοῦν Θωμᾶς τὸν Θαδδαῖον κινήσει θειοτέρᾳ, ἐπὶ τὴν Ἔδεσσαν κήρυκα καὶ εὐαγγελιστὴν τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας ἐκπέμπει, ὡς ἀπὸ τῆς εὑρεθείσης αὐτόθι γραφῆς μικρῷ πρόσθεν ἐδηλώσαμεν. Ὁ δὲ τοῖς τόποις ἐπιστὰς, τόν τε Ἄγβαρον ἰᾶται τῷ Χριστοῦ λόγῳ, καὶ τοὺς αὐτόθι πάντας τοῖς τῶν θαυμάτων παραδόξοις ἐκπλήττει· ἱκανῶς τε αὐτοὺς τοῖς ἔργοις διαθεὶς, καὶ ἐπὶ σέβας ἀγαγὼν τῆς τοῦ Χριστοῦ δυνάμεως, μαθητὰς τῆς σωτηρίου διδασκαλίας κατε-
to whom the Virgin having been betrothed, before they came together, was found to be with child of the Holy Spirit, as the sacred Scripture of the Gospels teaches—this very James, then, whom the ancients also called by the surname Just on account of the excellences of his virtue, they record was first entrusted with the throne of the episcopate of the Church in Jerusalem. And Clement, writing in the sixth book of the Hypotyposes, presents it thus: "For Peter, he says, and James and John, after the ascension of the Saviour, even though preferred in honour by the Lord, did not lay claim to glory, but chose James the Just as bishop of Jerusalem." And the same writer, in the seventh book of the same work, says these things also concerning him: "To James the Just and John and Peter after the resurrection the Lord delivered the knowledge. These delivered it to the rest of the apostles. And the rest of the apostles delivered it to the seventy, of whom Barnabas also was one. Now there were two Jameses: one the Just, who was thrown down from the pinnacle, and struck to death with a club by a fuller; and the other, he who was beheaded." And of the Just himself Paul also makes mention, writing: "But other of the apostles I saw none, save James the brother of the Lord." Meanwhile the matters of our Saviour's promise to the king of the Osroenians were also receiving fulfilment. Thomas, indeed, by a diviner impulse, sends out Thaddaeus to Edessa as herald and evangelist of the teaching concerning Christ, as we showed a little before from the writing found there. And he, having arrived at the places, heals Agbarus by the word of Christ, and astonishes all those there by the marvels of his miracles; and having sufficiently disposed them by his deeds, and led them to reverence of the power of Christ, he made them disciples of the saving teaching