τευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν, εἰκὸς μὲν ὑμᾶς, ἀγαπητοὶ, καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ' ἵνα μὴ ἐκ τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ' ἡμῶν προταθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι. Τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα ἐπὶ παρουσίᾳ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον.
transacted at the great synod assembled at Nicaea, it is likely, beloved, that you have learned from elsewhere also, since rumour is wont to outrun the exact account concerning things being done. But lest from such hearsay the matters of the truth be reported to you otherwise, we have of necessity transmitted to you first the writing concerning the faith put forward by us, and next the second, which they have published after adding additions to our expressions. Accordingly, the document from us, having been read aloud in the presence of our emperor most beloved of God and declared to be right and approved, runs in this manner.
βʹ. Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ πρώτῃ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων Γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύομέν τε καὶ ἐδιδάσκομεν· οὕτως καὶ νῦν πιστεύοντες, τὴν ἡμετέραν πίστιν ὑμῖν προσαναφέρομεν· ἔστι δὲ αὕτη.
2. Even as we received from the bishops before us, both in our first catechetical instruction and when we received the laver, and even as we have learned from the divine Scriptures, and as both in the presbyterate and in the episcopate itself we used both to believe and to teach, so also believing now, we present to you our faith; and it is this.
γʹ. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον, δι' οὗ καὶ ἐγένετο τὰ πάντα· τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ἐν ἀνθρώποις πολιτευσάμενον, καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα, καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν δὲ καὶ εἰς ἓν Πνεῦμα ἅγιον, τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθῶς Πατέρα, καὶ Υἱὸν ἀληθῶς Υἱὸν, καὶ Πνεῦμα ἅγιον ἀληθῶς ἅγιον Πνεῦμα, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν, καὶ οὕτως φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου ὑπὲρ ταύτης ἐνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες πᾶσαν ἄθεον αἵρεσιν. Ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντοτε πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρόμεθα, δεικνύναι ἔχοντες
3. We believe in one God, the Father Almighty, the Maker of all things visible and invisible; and in one Lord Jesus Christ, the Word of God, God from God, light from light, life from life, the only-begotten Son, firstborn of all creation, begotten from the Father before all the ages, through Whom also all things came into being; Who for our salvation became incarnate, and lived among men, and suffered, and rose again on the third day, and ascended to the Father, and will come again in glory to judge the living and the dead. And we believe also in one Holy Spirit, believing each of these to be and to subsist, the Father truly Father, and the Son truly Son, and the Holy Spirit truly Holy Spirit, even as also our Lord, sending forth His own disciples to the preaching, said: "Go, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit." Concerning which things we also affirm steadfastly that thus it is, and thus we think, and of old have held thus, and that until death we stand firm on behalf of this faith, anathematizing every godless heresy. That we have always thought these things from heart and soul ever since we have known ourselves, and now think and speak them in truth, we testify before God Almighty and our Lord Jesus Christ, being able to show