ἐῤῥωμενους, οὐδ' ὅπως οὖν δοξάζειν τὸν Θεὸν καὶ ἀποθαυμάζειν οἷός τε ἦν, σαφές τε πεῖσμα καὶ βέβαιον αὐτοῖς ἔργοις ἐδόκουν μοι ὁρᾷν, ὅτι δὴ μόνος κατ' ἀλήθειαν οὐχ ὁ ἐν τῷ προφανεῖ σώματι νενομισμένος πέφυκεν ἄνθρωπος, ἀλλ' ὁ κατὰ ψυχὴν καὶ διάνοιαν, ὃς, καὶ τοῦ σώματος λελωβημένου, μείζονα τὴν ἀρετὴν τῆς καθ' αὐτὸν δυνάμεως ἐπεδείκνυτο. Ἀλλὰ γὰρ τοὺς δεδηλωμένους κατὰ τὸν ἀποκριθέντα τόπον διατρίβοντας, τά τε συνήθη προσευχαῖς καὶ ἀσιτίαις καὶ ταῖς λοιπαῖς ἀποτελοῦντας ἀσκήσεσι, Θεὸς μὲν αὐτὸς τῆς σωτηρίου τελειώσεως τυχεῖν ἠξίου, δεξιὰν αὐτοῖς ἐπήκοον παρέχων· ὁ δὲ πολέμιος ἐχθρὸς ἅτε σχολαίτατα κατ' αὐτοῦ διὰ τῶν πρὸς Θεὸν εὐχῶν ὁπλιζομένους μηκέθ' οἷός τε φέρειν, κτείνειν καὶ μεταίρειν ἀπὸ γῆς ὡς ἂν ἐνόμιζεν ἐνοχλοῦντας· Θεὸς δὲ αὐτῷ καὶ τοῦτο πράττειν ἐγχειροῦντι συνεχώρει, ὡς ὁμοῦ γε αὐτὸς τῆς αὐτοῦ κατὰ προαίρεσιν μὴ εἴργοιτο πονηρίας, ἐκεῖνοί τε τῶν πολυτρόπων ἀγώνων ἤδη ποτὲ ἀπολάβοιεν τὰ βραβεῖα. Ταύτῃ οὖν ἑνὸς δέοντος τὸν ἀριθμὸν τεσσαράκοντα, νεύματι τοῦ παναγεστάτου Μαξιμίνου ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς ἀποτέμνονται. Ταῦτα μὲν οὖν τὰ κατὰ Παλαιστίνην ἐν ὅλοις ἔτεσιν ὀκτὼ συμπερανθέντα μαρτύρια, καὶ τοιοῦτος ὁ καθ' ἡμᾶς διωγμὸς, ἀρξάμενος μὲν ἀπὸ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως, εἰς μέγα δὲ προκόψας ἐν ταῖς κατὰ χρόνους τῶν ἀρχόντων ἐπαναστάσεσιν· ἐν αἷς πολύτροποι καὶ πολυειδεῖς τῶν ὑπὲρ εὐσεβείας ἠθληκότων ἀγῶνες ἀνήριθμόν τι πλῆθος μαρτύρων κατὰ πᾶσαν ἐπάρχιον συνεστήσαντο, ἐν τοῖς ἀπὸ Λιβύης καὶ δι' ὅλης Αιγύπτου, Συρίας τε καὶ τῶν ἀπ' ἀνατολῆς καὶ κύκλῳ μέχρι τῶν κατὰ τὸ Ἰλλυρικὸν κλίμα παρατείνουσι. Τὰ γάρτοι ἐπέκεινα τῶν δεδηλωμένων, Ἰταλία πᾶσα καὶ Σικελία, Γαλλία τε καὶ ὅσα κατὰ δυόμενον ἥλιον ἐπὶ Σπανίαν, Μαυριτανίαν τε καὶ Ἀφρικὴν, οὐδ' ὅλοις ἔτεσι δυσὶ τοῖς πρώτοις τοῦ διωγμοῦ τὸν πόλεμον ὑπομείναντα, ταχίστης ἠξιώθησαν ἐπισκοπῆς τὲ Θεοῦ καὶ εἰρήνης· τῆς οὐρανίου προνοίας φειδὼ τῆς τῶν ἀνδρῶν ἁπλότητος καὶ πίστεως ποιουμένης. Ὅ γοῦν μηδὲ ἱστόρηται ἐν τοῖς ἀνέκαθεν τῆς Ῥωμαίων ἀρχῆς, τοῦτο νῦν πρῶτον καθ' ἡμᾶς παρὰ πᾶσαν γέγονεν ἐλπίδα. Διαιρεῖται μὲν γὰρ ἐπὶ τῷ καθ' ἡμᾶς διωγμῷ διχῆ τὰ τῆς βασιλείας, εἰρήνης δ' ἀπολαύουσιν οἱ ἐν θατέρῳ μέρει τῷ προδεδηλωμένῳ κατοικοῦντες ἀδελφοὶ, τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην μυρίους ἐπὶ μυρίοις ἀγῶνας ὑπομεινάντων. Ἀλλὰ γὰρ ὅτε καὶ τὴν καθ' ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεω ἡ θεία χάρις ἐνεδείκνυτο, τότε δῆτα καὶ οἱ καθ' ἡμᾶς ἄρχοντες αὐτοὶ δὴ ἐκεῖνοι δι' ὧν πάλαι τὰ τῶν καθ' ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξοτάτῳ γνώμῃ μεταβαλλόμενοι παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ ἡμέροις διατάγμασι τὴν καθ' ἡμῶν πυρκαϊὰν ἀποσβεννύντες· ἀναγραπτέα δὴ καὶ ἡ παλινῳδία.
strong, nor was I in any wise able to glorify God and marvel, and I seemed to myself to see in very deeds a clear and sure proof that truly man by nature is alone not he who is reckoned so in the visible body, but he who is according to soul and mind, who, even when his body was maimed, displayed all the greater the excellence of the power within him. Now as the aforesaid men were tarrying in the place set apart, performing their customary exercises in prayers and fastings and the other disciplines, God Himself counted them worthy to attain saving consummation, extending to them a gracious right hand; while the hostile enemy, no longer able to endure them as they armed themselves most assiduously against him through their prayers to God, thought to slay and remove them from the earth as troubling him; and God permitted him even as he set his hand to do this too, so that at the same time he himself might not be restrained from the wickedness of his own free choice, and they might at length receive the prizes of their manifold contests. In this way, then, forty save one in number, at the nod of the most execrable Maximinus, had their heads cut off in a single day. These, then, were the martyrdoms brought to completion in Palestine during eight whole years, and such was the persecution in our time: beginning with the demolition of the churches, and advancing to a great height in the uprisings of the rulers from time to time, wherein the manifold and multiform contests of those who strove for godliness raised up an innumerable multitude of martyrs in every province, in the regions extending from Libya and throughout all Egypt, and Syria, and from the East and round about as far as the district of Illyricum. For the parts beyond those aforesaid, all Italy and Sicily, and Gaul, and all the lands towards the setting sun unto Spain, Mauretania, and Africa, having endured the war for not even the first two whole years of the persecution, were counted worthy of a most speedy visitation of God and of peace, heavenly providence sparing the simplicity and faith of the men. What at any rate has never even been recorded in the annals of the Roman empire from of old, this has now for the first time in our day come to pass contrary to all expectation. For during the persecution in our time the empire was divided in two, and the brethren dwelling in the one part aforesaid enjoyed peace, while those throughout the rest of the inhabited world endured ten thousand contests upon ten thousand. Yet when divine grace manifested its visitation towards us also as kindly and propitious, then indeed our rulers too, those very men through whom the wars against us had of old been wrought, changing their mind in a most extraordinary resolve, sang a palinode, quenching the conflagration against us with gracious edicts concerning us and gentle ordinances; and the palinode also must be placed on record.