Migne Reading Room

PG 20 · cols. 1505–1516 · Read from the page

Eusebius, The Martyrs of Palestine

Eusebius, The Martyrs of Palestine

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 20:1505Read from the page
δηλωθεῖσαν χώραν κατ' ἀνατολὰς ἐξετάζων. Ὡς δ' ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας παντοίαις τε τιμωρησάμενος βασάνοις, ἀπαράλλακτον τὴν ἔνστασιν τῶν πρότερον αὐτῷ ῥηθέντων ἐγίγνωσκε, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. Τοσαύτην μὲν οὖν τὰ κατὰ τοῦτον δραματουργίαν εἰλήχει. Καὶ τοὺς λοιποὺς δὲ τοῖς παραπλησίοις ἄθλοις ἐγγυμνάσας, τὸν ὅμοιον ἀπαλλάττει τρόπον. Εἶτ' ἀποκαμὼν, διαγνούς τε εἰς μάτην τιμωρεῖσθαι τοὺς ἄνδρας, ἐπιθυμίας κόρον λαβὼν, ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μέτεισιν, ἀναδιδαχθείς τε ὡς ἤδη καὶ πρότερον διὰ βασάνων ἀμετάθετον ἐνεδείξαντο τὴν ὑπὲρ τῆς πίστεως προθυμίαν, ἀνερωτήσας εἰ ἄρα εἰσέτι κἂν νῦν πειθαρχοῖεν, δεξάμενός τε αὐτὸ μόνον παρ' ἑνὸς ἑκάστου τὴν τελευταίαν αὐτῶν τῆς κατὰ τὸ μαρτύριον ὁμολογίας φωνὴν, τὴν αὐτὴν τοῖς προτέροις ἐπάγει τιμωρίαν. Τούτων ἐπὶ πέρας ἀχθέντων, μειράκιον τῆς οἰκετικῆς ὑπάρχον τοῦ Παμφίλου θεραπείας, οἷα γνησίᾳ ἀνατροφῇ καὶ παιδείᾳ τοῦ τηλικούτου συνησκημένον ἀνδρὸς, ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀναβοᾷ, γῇ τὰ σώματα παροδοθῆναι ἀξιῶν. Ὁ δ' οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ εἴ τι θηρὸς ἀγριώτερον, μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ἐρωτήσας ὁμολογοῦντα Χριστιανὸν ἔμαθεν, ὥσπερ ὑπό τινος τρωθεὶς βέλους, οἰδήσας τὸν θυμὸν, ὅλῃ δυνάμει τοῖς βασανισταῖς χρῆσθαι κατ' αὐτοῦ προστάττει. Ὡς δ' ἐπικελευομένου θύειν ἀνανεύοντα αὐτὸν ἑώρα, οὐκέθ' ὡς σάρκας ἀνθρώπου, ἀλλ' ἢ λίθους ἢ ξύλα, ἤ τι τῶν ἄλλων ἀψύχων, ἄχρις αὐτῶν ὀστέων καὶ τῶν ἐν βάθει καὶ ἐν μυχοῖς σπλάγχνων παραμόνως καταξαίνεσθαι κελεύει. Εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου καὶ ἀνεπαισθήτου, μικροῦ δὲ δεῖν καὶ πάντη ἀψύχου τοῦ σώματος αὐτῷ ταῖς βασάνοις κατατριβομένου. Παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος, εὐθὺς ὡς εἶχε μακρῷ πυρὶ παραδοθῆναι αὐτὸν ἀποφαίνεται. Καὶ οὗτος μὲν, πρὸ τῆς τοῦ κατὰ σάρκα δεσπότου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθὼν, τὴν ἀπὸ τοῦ σώματος ἀπαλλαγὴν προὔλαβεν, ἔτι διαμελλόντων τῶν περὶ τοὺς προτέρους ἐσπουδακότων. Ἦν
indicated region towards the east investigating. But when, after tearing the young man at great length with scourges and punishing him with all manner of tortures, he perceived his adherence to what had previously been spoken by him to be unchangeable, he pronounces against him the capital sentence unto death. So great a dramatic course, then, had the events concerning this man taken. And having exercised the rest also in like contests, he dispatches them in the same manner. Then growing weary, and perceiving that he was punishing the men in vain, having taken the fill of his desire, he passes on to those around Pamphilus, and having learned that already even before this they had displayed through tortures an unalterable eagerness on behalf of the faith, having asked whether after all they would obey even now, and having received from each single one solely their final utterance of confession in martyrdom, he inflicts the same punishment as upon the former ones. When these things had been brought to completion, a lad belonging to the household retinue of Pamphilus, as one trained together in the genuine nurture and instruction of so great a man, upon learning the sentence against his master, cries aloud from the midst of the multitude, asking that the bodies be given over to earth. And he—no human being, but a wild beast and if aught be savager than a wild beast—neither granting indulgence to the youthfulness of his age, as soon as upon questioning him he learned simply that he confessed himself a Christian, as though wounded by a dart, swelling with wrath, orders the torturers to use their whole strength against him. And when, upon his commanding him to sacrifice, he saw him refusing, he orders him to be torn continuously, no longer as human flesh, but as stones or logs or some other lifeless thing, right down to the very bones and the inward parts in the depths and recesses. When this went on at great length, he perceived that he was making the attempt in vain, while the body under his hands was being worn away by the tortures, voiceless and insensible, and all but wholly lifeless. Yet possessing a persistent pitilessness and inhumanity, straightway just as he was he pronounces sentence that he be delivered over to a slow fire. And this youth indeed, though he came forward last to the contest, anticipated before the consummation of his master according to the flesh his release from the body, while those busied about the former ones were still lingering. He was
Notes, col. 1505

On the reading

Printed παροδοθῆναι, for παραδοθῆναι.

PG 20:1508Read from the page
δὲ ἄρα τὸν Πορφύριον ἰδεῖν, ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος, κεκονισμένον μὲν τὸ σῶμα, φαιδρὸν δὲ τὸ πρόσωπον, θαρσαλέῳ φρονήματι καὶ γαύρῳ μετὰ τοσαῦτα τὴν ἐπὶ θανάτῳ βαδίζοντα, καὶ θείου Πνεύματος ὡς ἀληθῶς ἔμπλεων, αὐτοῦ τε φιλοσόφῳ σχήματι μόνῳ τῷ περὶ αὐτὸν ἀναβολαίῳ ἐξωμίδος τρόπον ἠμφιεσμένον, νηφαλέῳ τε λογισμῷ περὶ ὧν ἐβούλετο τοῖς γνωρίμοις ἐντελλόμενον καὶ διανεύοντα, ἐπ' αὐτῷ τε ἰκρίῳ τὸ πρόσωπον ἔτι φαιδρὸν διατηροῦντα, ἀλλὰ καὶ ἀφθείσης ἔξω ἀπὸ μακροῦ ἀποστήματος κύκλῳ περὶ αὐτὸν τῆς πυρᾶς, ἐνθένδε κἀκεῖθεν ἀφαρπάζοντα τῷ στόματι τὴν φλόγα, γενναιότατά τε εἰς ἐσχάτην ἀναπνοὴν ἐγκαρτεροῦντα τῇ σιωπῇ, μετὰ μίαν γε ἣν ἅμα καθαψαμένης αὐτοῦ τῆς φλογὸς ἀπέρῥηξε φωνὴν, τὸν Υἱὸν τοῦ Θεοῦ Ἰησοῦν βοηθὸν ἐπιβοώμενος. Τοιοῦτος καὶ ὁ Πορφυρίου ἄθλος. Τῆς δὲ κατ' αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος, τῶν ἀπὸ στρατείας τις ὁμολογητὴς, οἷα τηλικαύτης ἀγγελίας διάκονος, τοῦ σὺν αὐτοῖς παραχρῆμα κλήρου καταξιοῦται. Αὐτίκα γάρ τοι αὐτὸν διαγγείλαντα τὸ τοῦ Πορφυρίου τέλος, τῶν τε μαρτύρων ἕνα δή τινα φιλήματι προσειπόντα, ἐπιλαβόμενοι στρατιῶταί τινες, ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. Ὁ δὲ ὥσπερ ἐπισπέρχων αὐτὸν τῷ προτέρῳ συναπόδημον τῆς εἰς οὐρανοὺς γενέσθαι πορείας, αὐτίκα κεφαλικῇ τιμωρίᾳ κολασθῆναι προστάττει. Οὗτος ἦν μὲν ἀπὸ τῆς Καππαδοκῶν γῆς, τῆς δ' ἐν στρατείας ἐπιλέκτου νεολαίας, καὶ τῶν ἐν Ῥωμαϊκοῖς ἀξιώμασιν οὐ μικρᾶς τιμῆς ἐπειλημμένος, ἡλικίᾳ τε γὰρ καὶ ῥώμῃ σώματος, μεγέθει τε καὶ ἰσχύϊ, παρὰ πλεῖστον ὅσον τοὺς συστρατιώτας ἐπλεονέκτει, ὡς καὶ τὴν πρόσοψιν αὐτῷ περιβόητον τοῖς πᾶσιν εἶναι, καὶ τὸ πᾶν εἶδος ἀξιάγαστον, μεγέθους ἕνεκα καὶ εὐμορφίας. Καταρχὰς μὲν οὖν τοῦ διωγμοῦ, διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διαπρέψας ἀγῶσι, μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν, ζηλωτὴν ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων, τῶν τε ἐν πενίαις καὶ ἀσθενείαις ἀπεῤῥιμμένων ἐπίσκοπος ὥσπερ καὶ ἐπίκουρος, πατρὸς καὶ κηδεμόνος δίκην ἀναπέφανται, ὅθεν δὴ εἰκότως πρὸς τοῦ τοῖς τοιοῖσδε μᾶλλον τῶν διὰ καπνοῦ καὶ αἵματος θυσιῶν χαίροντος Θεοῦ τῆς κατὰ τὸ μαρτύριον παραδόξου κλήσεως ἠξιώθη. Δέκατος οὗτος ἀθλητὴς ἐπὶ τοῖς δεδηλωμένοις, ἐν μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ' ἣν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου
and so to see Porphyrius, with the bearing of a sacred victor who had won the all-in contest, his body covered with dust, yet his countenance radiant, walking after such great sufferings along the road to death with a bold and exultant spirit, and truly full of the divine Spirit, clad in his philosophical guise solely with the cloak about him after the manner of a sleeveless tunic, and with sober reasoning charging and beckoning to his acquaintances concerning what he wished, and even upon the stake itself keeping his countenance still radiant; nay more, when the pyre was kindled round about him from without at a great distance, snatching at the flame from this side and from that with his mouth, and most nobly enduring in silence unto his last breath, after one single utterance which he burst forth with as soon as the flame touched him, calling upon Jesus the Son of God as Helper. Such also was the contest of Porphyrius. Now Seleucus, one of the confessors from the army, having become the messenger to Pamphilus of his consummation, as minister of so great a message was straightway counted worthy of the lot together with them. For immediately after he had reported the end of Porphyrius and greeted a certain one of the martyrs with a kiss, some soldiers seized him and led him before the governor. And he, as though hastening him on to become a fellow-traveller with the former on the journey to heaven, straightway ordered that he be punished with capital punishment. This man was from the land of the Cappadocians, and of the select youth in military service, and one of those who had attained no small honour among Roman dignities; for in stature and vigour of body, and in size and strength, he surpassed his fellow-soldiers by very far, so that his appearance was renowned among all, and his whole form worthy of admiration on account of its size and comeliness. At the beginning, then, of the persecution, having distinguished himself in the contests of confession through endurance of scourgings, and after his discharge from military service having made himself an emulator of the ascetics of godliness, he proved himself as it were an overseer and helper of destitute orphans and unprotected widows, and of those cast aside in poverty and sickness, after the manner of a father and guardian; whence indeed with good reason he was counted worthy of the marvellous calling of martyrdom by God, Who delights in such things rather than in sacrifices of smoke and blood. This tenth athlete, in addition to those already mentioned, was perfected on one and the same day, on which, as it seems, a most great, through Pamphilus's
Notes, col. 1508

On the reading

Printed στρατείας, for στρατείαις.

PG 20:1509Read from the page
μαρτυρίῳ ἐπαξίως τοῦ ἀνδρὸς διανοιχθείσης πύλης, εὐμαρὴς ἅμ' αὐτῷ καὶ ἑτέροις ἡ πάροδος τῆς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσόδου γεγένηται. Κατ' ἴχνη δῆτα τῷ Σελεύκῳ Θεόδουλος σεμνός τις καὶ θεοσεβὴς πρεσβύτης, τῆς ἡγεμονικῆς τυγχάνων οἰκετίας, τετιμημένος τε παρὰ τῷ Φιρμιλιανῷ πλέον τῶν κατὰ τὸν οἶκον ἁπάντων, τοῦτο μὲν τῆς ἡλικίας ἕνεκεν, καὶ τῷ τριγενείας πατέρα καθεστάναι, τοῦτο δὲ δι' ἣν ἔσωζε περὶ αὐτὸν εὔνοιαν καὶ πιστοτάτην συνείδησιν, τὸ παραπλήσιον τῷ Σελεύκῳ διαπραξάμενος, προσαχθεὶς τῷ δεσπότῃ καὶ μᾶλλον αὐτὸν τῶν πρότερον ὀξύνας, ταὐτὸ τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς κατεδέξατο. Ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος, ὃς τὸν δωδέκατον ἀποπλήσοι τοῖς δηλουμένοις μάρτυσιν ἀριθμὸν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων· ἐξ ἀποδημίας γέ τοι ἀφικόμενος αὐτίκα, καὶ μηδ' εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ μαθὼν καὶ ὁρμήσας ἐπὶ τὴν μαρτύρων θέαν, ὡς ἐπὶ γῆς χαμαὶ τὰ τῶν ἁγίων εἶδε σκηνώματα, χαρᾶς ἔμπλεως γεγονὼς, ἑκάστῳ περιπλακεὶς, τοὺς πάντας ἀσπάζετο. Τοῦτο ποιοῦντα συλλαβόντες αὖθις οἱ τῶν φόνων διάκονοι, προσάγουσι τῷ Φιρμιλιανῷ. Ἀκόλουθα δ' αὐτῷ ἐπιτελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. Οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπερβαλλόμενος, μεγάλῃ τῇ φωνῇ τῷ τηλικούτων αὐτὸν ἀξιώσαντι Κυρίῳ ὑπερευχαριστῶν, τοῦ τῶν μαρτύρων κατηξιώθη στεφάνου. Ἦν δὲ οὗτος τὸ μὲν κατὰ σάρκα γένος Καππαδοκῶν, τὸν δὲ τρόπον εὐλαβέστατος καὶ πιστότατος καὶ γνησιώτατος, σπουδαῖός τε τὰ ἄλλα πάντα, καὶ πνέων αὐτοῦ ἁγίου Πνεύματος. Τοιοῦτο τῆς συνοδίας τὸ στίφος τῶν ἅμα Παμφίλῳ συνεισελθεῖν ἐπὶ τὸ μαρτύριον ἀξιωθέντων. Τούτων ἐπὶ τέσσαρας ἡμέρας τοσαύτας τε νύκτας, ἐκ προστάξεως τοῦ δυσσεβοῦς ἡγουμένου, τὰ ἱερὰ καὶ ὄντως ἅγια σώματα εἰς βορὰν τοῖς σαρκοβόροις ἐτηρεῖτο. Ὡς δ' οὐδὲν αὐτοῖς παραδόξως, οὐ θηρίον, οὐ πτηνὸν, οὐ κύων προσεπέλαζεν, αὖθις ἐξ οἰκονομίας τῆς τοῦ Θεοῦ προνοίας ἀβλαβῆ ληφθέντα, τῆς τε προσηκούσης κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ. Ἔτι δὲ τῆς κατὰ τούτους κινήσεως ἀνὰ στόμα τοῖς πᾶσι λαλουμένης, Ἀδριανὸς καὶ Εὔβουλος, ἀπὸ Μαγγαναίας οὕτω καλουμένης χώρας ὡς τοὺς λοιποὺς ὁμολογητὰς εἰς τὴν Καισάρειαν ἀφικόμενοι, πρὸς τῇ πύλῃ καὶ αὐτοὶ δι' ἣν ἐληλύθασιν ἀνεκρίνοντο αἰτίαν· εἶτα ὁμολογήσαντες τἀληθὲς, τῷ Φιρμιλιανῷ προσάγονται. Ὁ δ' ὡς εἶχε, πάλιν μηδὲν ὑπερθέμενος, μετὰ πλείστας βασάνους ἃς κατὰ τῶν πλευρῶν αὐτοῖς ἐπιτέθεικε, θηρίων αὐτοὺς βορᾷ κατακρίνει. Δυεῖν δὴ οὖν μεταξὺ διελθουσῶν ἡμερῶν, ὁ μὲν Ἀδριανὸς Δύστρου πέμπτῃ μηνὸς, πρὸ τριῶν Νώννων Μαρτίων, γενεθλίων τῆς κατὰ Καισαρέων νομιζομένης τύχης ἡμέρᾳ, λέοντι παραβληθεὶς, καὶ μετὰ τοῦ-
martyrdom, gate having been opened worthily of the man, easy together with him for others also proved the passage of entrance into the kingdom of heaven. Following in the footsteps, then, of Seleucus, Theodulus, a reverend and pious old man who belonged to the governor's household, and who was honoured by Firmilianus above all those in the house, partly on account of his age and because he was a father of three generations, and partly for the goodwill and most faithful conscience which he maintained towards him, having done the like to Seleucus, when brought before his master and having provoked him even more than the former ones, received the same martyrdom of the saving passion, being delivered over to the cross. After these, while one was still lacking who should fill up the twelfth number for the aforesaid martyrs, Julianus was at hand to fill this up; having just arrived from abroad, and not yet having even entered the city, straightway just as he was from the road, upon learning of it and rushing to the sight of the martyrs, when he saw the tabernacles of the saints lying low upon the ground, becoming full of joy, he embraced each one and kissed them all. Seizing him in turn as he was doing this, the ministers of bloodshed brought him before Firmilianus. And carrying out what was consistent with himself, he delivered this man also over to a slow fire. Thus indeed Julianus too, leaping and exulting beyond measure, giving exceeding thanks with a loud voice to the Lord Who had counted him worthy of such great things, was counted worthy of the crown of the martyrs. Now this man was by race according to the flesh of the Cappadocians, and in character most devout and most faithful and most genuine, earnest also in all other respects, and breathing of the very Holy Spirit. Such was the band of the company of those counted worthy to enter in together with Pamphilus unto martyrdom. For four days and as many nights, by command of the impious governor, their sacred and truly holy bodies were kept as prey for carnivorous beasts. But when extraordinarily nothing approached them, neither wild beast, nor bird, nor dog, they were taken up again unharmed by dispensation of the providence of God, and having received fitting funeral care, were committed to the customary burial. And while the commotion over these men was still being spoken of in the mouths of all, Adrianus and Eubulus, arriving at Caesarea from the district so called Manganaea to visit the remaining confessors, were themselves also questioned at the gate as to the cause for which they had come; then, having confessed the truth, they were brought before Firmilianus. And he, just as he was, again making no delay, after very many tortures which he inflicted upon their sides, condemned them to be prey for wild beasts. Two days, then, having elapsed in the meantime, Adrianus on the fifth of the month Dystrus, three days before the Nones of March, on the birthday of the supposed Fortune among the Caesareans, having been thrown to a lion, and after this
Notes, col. 1509

On the reading

Printed ἀσπάζετο, for ἠσπάζετο.

PG 20:1512Read from the page
τον ξίφει κατασφαγεὶς ἐτελειώθη, ὁ δὲ Εὔβουλος μεθ' ἑτέραν μέσην, Νώνναις αὐταῖς Μαρτίαις· ἣ γένοιτ' ἂν ἑβδόμη Δύστρου, πολλὰ λιπαρήσαντος αὐτὸν τοῦ δικαστοῦ, ὡς ἂν θύσας τῆς νομιζομένης παρ' αὐτῶν ἐλευθερίας τύχῃ, τῆς προσκαίρου ζωῆς τὸν ὑπὲρ εὐσεβείας εὐκλεῆ προτιμήσας θάνατον, μετὰ τοὺς θῆρας ὁμοίως τῷ προτέρῳ θῦμα γενόμενος, ὕστατος τῶν ἐπὶ τῆς Καισαρείας μαρτύρων τοὺς ἄθλους ἐπεσφραγίσατο. Μνημονεῦσαι δ' ἔτι ἄξιον ἐνταῦθα τοῦ λόγου ὡς ἄρα εἰς μακρὸν τῆς οὐρανίου προνοίας τοὺς δυσσεβεῖς ἄρχοντας αὐτοῖς τυράννοις μετελθούσης. Ὁ γὰρ τὰ τοσαῦτα κατὰ τῶν τοῦ Χριστοῦ μαρτύρων παροινήσας, αὐτὸς δὴ ὁ Φιρμιλιανὸς, μετὰ τῶν ἄλλων ἐσχάτην ὑπομείνας τιμωρίαν, ξίφει τὴν ζωὴν καταστρέφει. Καὶ τὰ μὲν κατὰ Καισάρειαν ἐφ' ὅλοις τοῖς τοῦ διωγμοῦ χρόνοις ἐπιτελεσθέντα μαρτύρια τοιαῦτα.
one, slain with the sword, was perfected; while Eubulus, after another intervening day, on the very Nones of March, which would be the seventh of Dystrus, though the judge entreated him much that by sacrificing he might obtain what is reckoned freedom among them, preferred the glorious death for godliness above transitory life, and having after the wild beasts become a victim in like manner to the former, last of all set the seal upon the contests of the martyrs at Caesarea. Worthy it is, too, at this point of the account to record further how at length heavenly providence visited vengeance upon the impious governors together with the tyrants themselves. For he who had committed such drunken outrages against the martyrs of Christ, Firmilianus himself, having suffered extreme punishment along with the others, ended his life by the sword. Such, then, were the martyrdoms accomplished at Caesarea throughout the whole period of the persecution.
Ὅσα δ' ἐπὶ τούτοις κατὰ τὸν ἐν μέσῳ χρόνον ἐπιτελεσθῆναι συμβέβηκε κατὰ τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας, ὡς ἀντὶ ποιμένων τῶν λογικῶν τοῦ Χριστοῦ προβάτων ὧν οὐκ ἐνθέσμως προὔστησαν, καμήλων ἀλόγου καὶ τῇ τοῦ σώματος φύσει σκολιωτάτου ζώου φροντιστὰς αὐτοὺς, ὡσπερεὶ τούτων ἀξίους ἡ θεία κατακρίνασα δίκη προεστήσατο,
Now whatever after these things happened to be brought to pass during the intervening time touching the presidents of the Churches, how in place of shepherds of the rational sheep of Christ over whom they had not lawfully presided, divine justice condemned them as though worthy of these things and appointed them keepers of camels, an irrational creature and most crooked in the nature of its body,
PG 20:1513Read from the page
ὅπως τε βασιλικῶν ἵππων ἐνόχους παραστάσει κατεδίκασεν, ὅσα τε τῶν ἱερῶν σκευῶν τῶν ἐκκλησιαστικῶν ἕνεκα κειμηλίων οἱ αὐτοὶ πρὸς τῶν κατὰ καιροὺς βασιλικῶν ἐπιτρόπων τε καὶ ἀρχόντων ἐν ὕβρεσι καὶ ἀτιμίαις καὶ βασάνοις ἀνηντλήκασι, τάς τε ἐπὶ τούτοις τῶν πολλῶν φιλαρχίας, ἀκρίτους τε καὶ ἐκθέσμους χειροτονίας, καὶ τὰ ἐν αὐτοῖς ὁμολογηταῖς σχίσματα, ὅσα τε οἱ νέοι στασιώδεις κατὰ τῶν τῆς Ἐκκλησίας λειψάνων διὰ σπουδῆς ἐμηχανήσαντο, καινότερα καινοῖς ἐπινεωτερίζοντες, καὶ ἀφειδῶς ταῖς τοῦ διωγμοῦ συμφοραῖς ἐπεντρίβοντες, καὶ κακὰ κακοῖς ἐπιτειχίζοντες, ταῦτα πάντα παρήσειν μοι δοκῶ, ἀνοίκειον ἐμαυτῷ κρίνας, παραιτουμένῳ τε καὶ ἀποφεύγοντι, ὡς δ' οὖν καὶ ἀρχομένῳ μοι εἴρηται, τὴν περὶ τούτων διήγησιν, ἀλλὰ γὰρ ὅσα σεμνὰ καὶ εὔφημα κατὰ τὸν ἱερὸν λόγον· καὶ εἴ τις ἀρετὴ καὶ ἔπαινος, ταῦτα λέγειν τε καὶ γράφειν καὶ πισταῖς ἀκοαῖς παρέχεσθαι οἰκειότατον ἡγούμενος τῇ τῶν θαυμαστῶν μαρτύρων ἱστορίᾳ· καὶ τῇ μετὰ ταύτην οὐρανόθεν ἡμῖν ἐπιφανείσῃ εἰρήνῃ κοσμήσειν μοι δοκῶ τοῦ παντὸς λόγου τὴν περιγραφήν.
and how it sentenced them as liable to the tending of imperial horses, and whatever the same men endured in insults and dishonours and tortures at the hands of the imperial procurators and governors of the time on account of the sacred vessels and ecclesiastical treasures, and besides these the lusts for office of the many, the indiscriminate and unlawful ordinations, and the schisms among the confessors themselves, and all that the young agitators studiously contrived against the remnants of the Church, innovating with ever newer novelties upon the new, and unsparingly adding to the calamities of the persecution, and heaping up evils upon evils, all these things I think fit to pass over, judging the narrative concerning them unbefitting myself, who decline and shun it, even as I also said at the beginning; whereas whatsoever things are venerable and of good report according to the sacred word, and if there be any virtue and praise, deeming it most fitting to speak and write these things and present them to faithful ears, with the history of the marvellous martyrs and with the peace that shone forth upon us from heaven after it I think I shall adorn the close of the whole account.
Ἕβδομον ἔτος τοῦ καθ' ἡμᾶς ἀγῶνος ἠνύετο, καί πως ἠρέμα τῶν καθ' ἡμᾶς ἡσυχῆ τὸ ἀπερίεργον εἰληφότων, εἰς ὄγδοόν τε διαγενομένων ἔτος, ἀμφὶ τὰ ἐν Παλαιστίνῃ χαλκοῦ μέταλλα οὐκ ὀλίγης ὁμολογητῶν συγκεκροτημένης πληθύος, πολλῇ τε τῇ παῤῥησίᾳ χρωμένων, ὡς καὶ οἴκους εἰς ἐκκλησίας δείμασθαι, ὁ τῆς ἐπαρχίας ἄρχων δεινός τις ὢν καὶ πονηρὸς, καὶ οἷον αὐτὸν τὰ κατὰ τῶν μαρτύρων δρασθέντα συνέστησεν, ἐπιδημήσας αὐτόθι καὶ τὴν τῶν ἐκεῖσε διαγωγὴν πυθόμενος, βασιλεῖ κοινοῦται, ὅσα δοκεῖν, εἰς διαβολὴν καταγράφων. Εἶτ' ἐπιστὰς ὁ τοῖς μετάλλοις ἐπιτεταγμένος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος διελὼν τὴν τῶν ὁμολογητῶν πληθὺν, τοῖς μὲν Κύπρον, τοῖς δὲ τὸν Λίβανον οἰκεῖν ἔνειμεν, ἄλλους τε ἄλλαις κατὰ Παλαιστίνην χώραις κατασπείρας, τοὺς πάντας διαφόροις πονεῖσθαί τισιν ἔργοις ἐπικελεύεται. Εἶτα τέσσαρας τοὺς μάλιστα δοκοῦντας αὐτῶν κορυφαίους ἐπιλεξάμενος, ἐπὶ τὸν ἐφεστῶτα
The seventh year of the struggle against us was drawing to a close, and when our affairs had somewhat gently and quietly taken on freedom from meddling interference, and had continued into the eighth year, no small multitude of confessors having been gathered together around the copper mines in Palestine, and acting with great boldness of speech, so as even to build houses for churches, the ruler of the province, being a fierce and wicked man, and such as his deeds against the martyrs proved him to be, having visited the place and learned the manner of life of those there, communicated it to the emperor, writing down in calumny whatever seemed fit. Next, the overseer set over the mines came upon them and, having divided the multitude of the confessors as though by an imperial nod, assigned to some Cyprus and to others Lebanon to dwell in, and scattering others across various districts in Palestine, commanded them all to labour at sundry hard works. Then, selecting the four who seemed most of all to be leaders among them, unto the commander set over
PG 20:1516Read from the page
τοῖς αὐτόθι στρατεύμασι παραπέμπεται· Πηλεὺς ἦν καὶ Νεῖλος, ἐπίσκοποι Αἰγυπτίων, καὶ πρεσβύτερος ἄλλος, καὶ ἐπὶ τούτοις ὁ τοῖς πᾶσι διὰ τὴν περὶ πάντας σπουδὴν γνωριμώτατος Πατερμούθιος· οὓς ὁ στρατοπεδάρχης, ἄρνησιν τῆς θεοσεβείας αἰτήσας καὶ μὴ τυχὼν, τῇ διὰ πυρὸς τελειώσει παραδίδωσιν. Ἄλλοι δ' αὖ πάλιν ἐτύγχανον ἐκεῖσε ἐφ' ἑαυτοῖς ἰδίαν χώραν οἰκεῖν λαχόντες, ὅσοι τῶν ὁμολογητῶν ἤτοι διὰ γῆρας, ἢ διὰ πηρώσεις, ἢ ἄλλας σωμάτων ἀσθενείας, τῆς ἐν τοῖς ἔργοις ἀπελέλυντο λειτουργίας· ὧν ἡγεῖτο ἐκ τῆς Γαζαίων ἐπίσκοπος ὁρμώμενος Σιλβανὸς, εὐλαβές τι χρῆμα καὶ γνήσιον ὑπόδειγμα Χριστιανισμοῦ φέρων. Οὗτος δὴ, ὡς εἰπεῖν, ἀπὸ τῆς πρώτης ἡμέρας τοῦ διωγμοῦ καὶ διὰ παντὸς τοῦ χρόνου παντοίοις ἀγῶσιν ὁμολογιῶν διαπρέψας, εἰς ἐκεῖνο τοῦ καιροῦ τετήρητο, ὡς ἂν ὕστατον γένοιτο παντὸς τοῦ κατὰ Παλαιστίνην ἀγῶνος ἐπισφράγισμα. Τούτῳ δὲ καὶ τῶν ἀπ' Αἰγύπτου συνῆσαν πλείους, ἐν οἷς ἦν Ἰωάννης, ὃς τῇ περὶ μνήμας ἀρετῇ τοὺς καθ' ἡμᾶς ὑπερεβάλετο πάντας. Τῶν μὲν οὖν ὄψεων καὶ πρότερον οὗτος ἐστέρητο, ὅμως δὲ καὶ ἐφ' αἷς διέπρεψεν ὁμολογίαις ὁμοίως τοῖς ἄλλοις καυτῆρσιν ἀφανισθεὶς τὸν πόδα, κατὰ τῆς μὴ ἐνεργούσης ὁράσεως τὸν αὐτὸν τοῦ πυρὸς καυτῆρα εἰλήφει, τῶν δημίων ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀσυμπαθὲς τὸ τοῦ τρόπου ὠμὸν καὶ ἀπάνθρωπον ἐπιτεινόντων. Τοιοῦτον δὴ ὄντα, ἤθους μὲν καὶ βίου φιλοσόφου τί ἄν τις ἀποθαυμάσειεν, οὐχ οὕτως ἀναφανέντος παραδόξου, ὅσον τῆς ἐν μνήμαις ἀρετῆς, ὅλας βίβλους τῶν θείων Γραφῶν οὐκ ἐν πλαξὶ λιθίναις ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, ἀλλ' οὐδὲ ἐν ζώων δοραῖς ἢ χάρταις, ὑπὸ σητῶν καὶ χρόνου διαφθειρομένοις, ἀλλ' ἐν πλαξὶν ὡς ἀληθῶς καρδίας σαρκίναις, ψυχῇ τε διαυγεῖ καὶ καθαρωτάτῳ διανοίας ὄμματι καταγεγραμμένου, ὡς προφέρειν γε, ὅτε καὶ βούλοιτο, διὰ στόματος ὥσπερ ἀπό τινος λόγων θησαυροῦ, τοτὲ μὲν νομικὴν καὶ προφητικὴν γραφὴν, τοτὲ δὲ ἱστορικὴν, εὐαγγελικὴν τε ἄλλοτε καὶ ἀποστολικήν. Καταπλαγῆναί ποτε αὐτὸς ὁμολογῶ, πρῶτον τὸν ἄνδρα θεασάμενος μέσον ἱκανοῦ πλήθους ἐκκλησίας ἑστῶτα, καί τινα μέρη θείας Γραφῆς διεξιόντα. Ἕως μὲν γὰρ φωνῆς αὐτὸ μόνον ἐπακροᾶσθαί μοι παρῆν, ἀναγινώσκειν, οἷα δὴ ἔθος ἐν ταῖς συνόδοις, τινὰ ἡγούμην· ὡς δὲ ἄγχιστα γενόμενος τὸ πραττόμενον συνεῖδον, τοὺς μὲν ἄλλους ἅπαντας ὑγιέσιν ὀφθαλμοῖς ἐν κύκλῳ περιεστῶτας, τοῦτον δὲ μόνοις τοῖς τῆς διανοίας χρώμενον, καὶ ἀτεχνῶς οἷά τινα προφήτην ἀποφθεγγόμενον, παρὰ πολύ τε πλεονεκτοῦντα τοὺς τὸ σῶμα
the troops there he sent them: they were Peleus and Nilus, bishops of the Egyptians, and another a presbyter, and besides these Patermuthius, best known to all for his zeal towards everyone; whom the camp-commander, having demanded a denial of their godliness and failed to obtain it, delivered over to consummation by fire. Others again happened to have been allotted a separate tract there to dwell in by themselves, namely all those of the confessors who either through old age, or through maimings, or through other bodily infirmities had been exempted from the service of hard labour; at whose head was Silvanus, a bishop hailing from Gaza, a devout person and bearing a genuine example of Christianity. This man indeed, having distinguished himself, so to speak, from the very first day of the persecution and throughout the whole time in all manner of contests of confession, had been preserved until that point of time, so that he might become the final seal of the entire struggle in Palestine. With him there were also quite a number of those from Egypt, among whom was John, who in excellence of memory surpassed all those of our time. Of his eyesight, indeed, this man had been deprived even previously; nevertheless, on account of the confessions in which he distinguished himself, having had his foot disabled with cauteries in like manner to the others, he received the same cautery of fire upon his sightless eyes, the executioners straining the rawness and inhumanity of their character to utter pitilessness and want of compassion. Being such a man, why should one marvel at him for his character and philosophic life, since he did not appear so extraordinary therein as for his excellence in memory, having whole books of the divine Scriptures written down, not on tablets of stone, as the divine Apostle says, nor yet on skins of animals or sheets of papyrus that are destroyed by moths and time, but truly on fleshy tablets of the heart, in a pellucid soul and a most pure eye of the mind, so as to bring forth by mouth whenever he wished, as though from a treasury of words, at one time Scripture of the Law and the Prophets, at another historical, and at another evangelical and apostolic. I myself confess that I was once struck with amazement when I first beheld the man standing in the midst of a considerable multitude of a congregation and reciting certain portions of divine Scripture. For so long as it was granted me merely to listen to his voice, I supposed that someone was reading aloud, as is the custom in the assemblies; but when I came quite close and perceived what was being done, all the others standing round in a circle with sound eyes, while this man was using only those of the mind, and uttering forth quite like some prophet, and far excelling those in body
Notes, col. 1516

On the reading

Printed εὐαγγελικὴν τε, for εὐαγγελικήν τε.