σάρων Νώννων Ἀπριλλίων, ἐν αὐτῇ Κυριακῇ ἡμέρᾳ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως, αὖθις ἐπὶ τῆς Καισαρείας Θεοδοσία τῶν ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον, οὐδ' ὅλως ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν Χριστοῦ βασιλείαν ὁμολογοῦσι, πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν ὁμοῦ φιλοφρονουμένη, καὶ οἷα εἰκὸς ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν Κύριον γενομένους, παρακαλοῦσα. Τοῦτο δὲ πράξασαν, ὥσπερ ἀνόσιόν τι καὶ ἀσεβὲς εἰργασμένην ἀφαρπάσαντες στρατιῶται, ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα. Αὐτίκα δ' οὗτος ἅτε τις ἐμμανὴς καὶ τὸν θυμὸν θηριωδέστατος, δειναῖς καὶ φρικτοτάταις βασάνοις κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος, ἔμπνουν ἔτ' αὐτὴν, ὅμως δ' οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. Εἶτ' ἐξ αὐτῆς ἐπὶ τοὺς λοιποὺς μεταβὰς ὁμολογητὰς, τοῖς κατὰ Φαινὼ τῆς Παλαιστίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν. Ἐπὶ τούτοις, Δίου μηνὸς πέμπτῃ, κατὰ δὲ Ῥωμαίους Νώνναις Νοεμβρίαις, ἐπὶ τῆς αὐτῆς πόλεως τοὺς ἀμφὶ Σιλβανὸν ἔτι δὴ τότε ὄντα πρεσβύτερον, ὁμολογήσαντα, ὃν οὐκ εἰς μακρὸν ὕστερον ἐπισκοπῇ τιμηθῆναί τε καὶ μαρτυρίῳ συνέβη τελειωθῆναι, γενναιοτάτην ἔνστασιν τὴν ὑπὲρ εὐσεβείας ἐπιδειξαμένους, τοῖς εἰς τὸ αὐτὸ χαλκοῦ μέταλλον πόνοις ὁ αὐτὸς ἐγκρίνει, καυτῆρσι πρότερον τῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς ἀχρειωθῆναι προστάξας, ἐκδίδωσιν. Ἅμα δὲ τῇ κατὰ τούτων ἀποφάσει, ἄνδρα μυρίαις ἄλλαις ὁμολογίαις διαπρέψαντα, Δομνῖνος ἦν οὗτος ὁ διὰ περιττὴν ἐλευθερίαν τοῖς κατὰ Παλαιστίνην ἅπασι γνωριμώτατος, τῇ διὰ πυρὸς ἐκδίδωσι κολάσει· μεθ' ὃν ὁ αὐτὸς δικαστὴς δεινὸς ἐπινοητής τις ὢν κακίας, καὶ τῶν κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιχειρημάτων καινουργὸς, τὰς μηδ' ἀκουσθείσας πώποτε κατὰ τῶν θεοσεβῶν ἐπενόει τιμωρίας· καὶ τρεῖς μὲν εἰς τὸ μονομαχεῖν ἐπὶ πυγμῇ καταδικάζει, Αὐξέντιον δὲ σεμνὸν καὶ ἱερὸν πρεσβύτην, θηρίοις βορὰν παραδίδωσιν, ἄλλους δ' αὖ πάλιν τελείων ἀνδρῶν φέροντας ἡλικίαν εἰς εὐνούχους ἐκτεμὼν, τοῖς αὐτοῖς κατακρίνει μετάλλοις, ἑτέρους δ' αὖ πάλιν μετὰ χαλεπὰς βασάνους δεσμωτηρίῳ καθείργνυσιν, ἐν οἷς καὶ ὁ πάντων ἐμοὶ ποθεινότατος ἑταίρων Πάμφιλος ἦν, τῶν καθ' ἡμᾶς μαρτύρων ἀνὴρ πάσης ἕνεκεν ἀρετῆς ἐπιδοξότατος. Τούτου τὴν ἐν ῥητορικῆς λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβὼν, εἶθ' ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ' ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἑώρα τιθέμενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκίζεσθαι βασάνοις προστάττει. Καὶ δὴ ταῖς κατὰ τῶν πλευρῶν
fourth day before the Nones of April, on the very Lord's day of our Saviour's resurrection, again at Caesarea Theodosia, a virgin from among those of Tyre, a faithful and most modest maiden not even eighteen years of age in all, approaches certain prisoners who were themselves also confessing the kingdom of Christ and sitting before the court-house, at once greeting them kindly and, as was natural, entreating them to remember her when they should come before the Lord. As she did this, soldiers, seizing her as though she had wrought some unholy and impious deed, lead her before the governor. Straightway he, like some madman and most beastly in temper, having tortured her with terrible and most horrible torments upon her sides and breasts down to the very bones, orders her while still breathing, and yet withstanding all things with a joyful and radiant countenance, to be cast into the waves of the sea. Then passing from her to the rest of the confessors, he delivers them all to the copper mines at Phaeno in Palestine. After these things, on the fifth of the month Dius, and according to the Romans on the Nones of November, in the same city the same judge assigns to the labours in the same copper mine Silvanus—who was then still a presbyter, having made confession, and to whom not long afterwards it befell both to be honoured with the episcopate and to be perfected in martyrdom—and his companions, who had displayed most noble steadfastness on behalf of piety, and hands them over after first ordering the sinews of their ankles to be disabled with hot irons. And together with the sentence against these, he delivers over to punishment by fire a man distinguished by countless other confessions—this was Domninus, most famous to all throughout Palestine for his extraordinary boldness of speech; after whom the same judge, being a clever inventor of malice and an innovator in contrivances against the teaching of Christ, devised punishments never before even heard of against the godly: three he condemns to fight in single combat as pugilists; Auxentius, a grave and holy presbyter, he delivers as food to wild beasts; others again, who had attained the age of full-grown men, he castrates and makes eunuchs and condemns to the same mines; and yet others after grievous torments he shuts up in prison, among whom also was Pamphilus, dearest to me of all my companions, among the martyrs of our time a man most glorious for every virtue. After Urbanus had first made trial of his skill in rhetorical discourse and philosophical studies, and then afterwards sought to compel him to sacrifice, when he saw him refusing and taking no account whatever of his threats, growing furious at last, he orders him to be tortured with harsher torments. And indeed, with those upon the sides