ἔλεγε (μὴ γὰρ καὶ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι), κεῖσθαι δὲ πρὸς ἀνατολαῖς, καὶ πρὸς αὐτῷ φωτὶ καὶ ἡλίῳ. Ὁ μὲν καὶ πάλιν διὰ τούτων κατὰ τὸν οἰκεῖον νοῦν ἐφιλοσόφει, τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων οὐδὲ ἐπιστρεφόμενος, ὥσπερ δέ τις ἄσαρκος καὶ ἀσώματος οὐδὲ ἐπαισθάνεσθαι ἐδόκει τῶν ἀλγηδόνων. Ὁ δὲ δικαστὴς ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν τάχα που συστήσασθαι ἑαυτοῖς πόλιν Χρίστιανοὺς οἰόμενος· πολύς τε ἦν ἐπικείμενος ταῖς βασάνοις, καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν, τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν· ὡς δὲ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας, ἀπαράλλακτον τῶν προτέρων αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον.
he said (for none others than these alone had a share in it), and that it lay towards the east, and towards the very light and sun. He indeed once again philosophized through these words according to his own mind, paying no heed at all to those round about who were maltreating him with tortures, and like someone fleshless and bodiless he seemed not even to feel the pains. But the judge in his perplexity chafed, supposing that the Christians had perhaps established for themselves a city hostile and at war with the Romans; and he pressed hard with the tortures, both investigating the city that had been declared and examining the region towards the east; but when after lacerating the youth at great length with scourges he saw him unchangeable from what had previously been spoken by him, he pronounces against him the capital sentence of death.
Καὶ τὰ μὲν κατὰ τοῦτον, τοιαύτην εἴληφε δραματουργίαν· καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων, τοῖς παραπλησίοις διαγυμνάσας παλαίσμασι, τὸν ὅμοιον ἐπάγει τρόπον. Εἶτα ἐκ τούτου ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μεταβὰς ἀνεδιδάσκετο, ὡς ἄρα πρότερον ἤδη πλείστων εἶεν βασάνων πεπειρασμένοι· ἄτοπον δὲ εἶναι λογίσαμενος ταῖς αὐταῖς αἰκίαις περιβάλλειν τοὺς ἄνδρας, καὶ μάταια μοχθεῖν. τοσοῦτον μόνον, εἰ κἂν νῦν πειθαρχοῖεν, ἀνεπυνθάνετο· ἀκούσας δὲ παρ' ἑκάστου τὴν ὑστάτην τῆς μαρτυρίας φωνὴν, παραπλησίως κεφαλικὴν τιμωρίαν κατ' αὐτῶν ἐξενεγκάμενος, ὑπάγει.
And the matters concerning this man received such a dramatic close; and having exercised the rest of the Egyptians also with like wrestlings, he leads them off in the same way. Then passing from this to those around Pamphilus, he learned that they had indeed already previously experienced very many tortures; and reckoning it absurd to subject the men to the same outrages and to labour in vain, he inquired thus much only, whether even now they would obey; and hearing from each one the final utterance of witness, having in like manner passed sentence of capital punishment against them, he withdraws.
Οὔπω δὲ αὐτῷ πᾶν εἴρητο ἔπος· (καὶ πόθεν;) Ἀναβοᾷ μειράκιόν τι τῆς οἰκετικῆς τοῦ Παμφίλου θεραπείας, ἐκ μέσου τοῦ πλήθους τῶν ἀμφὶ τὸ δικαστήριον κυκλούντων παρελθὸν εἰς μέσον· ἐβόα δὲ μεγάλῃ φωνῇ, ταφῇ τὰ σώματα ἐξαιτούμενον. Πορφύριος ἦν ὁ μακάριος θρέμμα γνήσιον Παμφίλου, οὐδ' ὅλων ὀκτὼ καὶ δέκα ἐτῶν, καλλιγραφικῆς ἔμπειρος, σωφροσύνης δὲ ἕνεκα καὶ τρόπων πάντα καλύπτων ἐγκώμια, ὡς οἷα ὑπὸ τηλικῷδε ἀνδρὶ συνησκημένος· ὡς δ' ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀνέκραγε, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν. Ὁ δὲ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ, καὶ θηρίου παντὸς ἀγριώτερος, μήτε τῆς αἰτήσεως εὔλογον ἀποδεξάμενος, μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ὁμολογοῦντα Χριστιανὸν ἔμαθε, παντὶ σθένει τοῖς βασανισταῖς κατ' αὐτοῦ χρῆσθαι προστάττει. Ὠς δὲ ἐπικελευομένου θύειν ἀνένευεν ὁ θαυμάσιος, οὐκέθ' οἷα σάρκας ἀνθρώπου, ἀλλ' οἷα λίθους ἢ ξύλα, ἤ τι τῶν ἀψύχων ἕτερον, ἄχρις ὀστέων αὐτῶν καὶ κατὰ βάθους σπλάγχνων αἰκίζειν αὐτὸν, καὶ πᾶν τὸ σῶμα καταξαίνειν ἐπικελεύεται. Εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω. Ἀφώνου, μικροῦ δεῖν καὶ ἀψύχου τοῦ σώματος τῷ γενναίῳ μάρτυρι καταστάντος, παραμένον τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος ὁ δικαστὴς, τριχῶν πεπλεγμένοις ὑφάσμασι τὰς ἐκδαρείσας ταῖς βασάνοις πλευρὰς ψήχειν καὶ τρίβειν ἐπὶ πλέον προστάττει· εἶθ', ὥσπερ κόρον λαβὼν καὶ τῆς μανίας ἐμφορηθεὶς, μακρῷ καὶ μαλ-
Yet not every word had been spoken by him; (and how could it be?) A certain stripling of the household retinue of Pamphilus cries aloud, coming forward into the midst out of the midst of the multitude of those encircling the court of justice; and he cried with a loud voice, begging the bodies for burial. The blessed one was Porphyrius, a genuine foster-child of Pamphilus, not even full eighteen years of age, skilled in calligraphy, and for modesty and manners eclipsing all praises, as having been trained under so great a man; and when he learned the sentence against his master, from the midst of the throng he cried out, asking that the bodies be given over to the earth. But he, no human being, but a wild beast, and fiercer than any wild beast, neither accepting the reasonableness of the request nor granting pardon to the youthfulness of his age, on learning this alone, that he confessed himself a Christian, orders the torturers to deal against him with all their might. And when at his command to sacrifice the admirable youth refused, no longer as human flesh, but as stones or logs or some other lifeless thing, he commands them to maltreat him down to the very bones and deep into his inward parts, and to tear his whole body to shreds. When this went on at great length, he perceived that he was attempting it in vain. Though the noble martyr's body had become voiceless and well-nigh lifeless, the judge, keeping his pitilessness and inhumanity abiding, orders them to scrape and rub still further with woven haircloths his sides flayed by the tortures; then, as though having taken his fill and been sated with his madness, to a slow and