Migne Reading Room

PG 19 · cols. 1264–1273 · Read from the page

Maximus the Confessor, Ecclesiastical Computus

Maximus the Confessor, Ecclesiastical Computus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1264Read from the page
Ταῦτα κατ' ἐπιδρομὴν σαφηνίσαντες εις ὑπόδειξιν, τὰ λοιπὰ τοῖς φιλοπόνως ἐντυγχάνουσι παραπέμπομεν, κατὰ τὸν ἴσον τρόπον διερευνῶσι, καὶ τὸ ἀκριβὲς διὰ πάντων μετὰ τοῦ ἀληθινοῦ ὑποδεχομένοις τε καὶ εὑρίσκουσιν.
Having explained these things cursorily for a demonstration, we leave the rest to diligent readers, who investigate in the same way and both welcome and find accuracy through all things together with what is true.
Ἐξήγησις τοῦ ὑποκειμένου τροχοῦ.
Explanation of the wheel set below.
Αʹ. Τὴν ἑβδοματικὴν ἡμέραν ὅπως εὑρίσκηται, καὶ γινώσκηται πρὸς τῶν φιλοπόνων ἔν τε τοῖς διαγραφεῖσι κανονίοις καὶ ταῖς ὑποδειχθείσαις μεθόδοις, ὡς οἷόν τε σαφηνίσας, εὔλογον ἥγημαι καὶ περὶ ταύτης ἴδιόν τινα καὶ καθ' ἑαυτὸν διαγράψαι τροχόν· ἐφ' ᾧ τε δι' αὐτοῦ πᾶσαν ἐν οἵῳ δήποτε τῶν δυοκαίδεκα Ῥωμαϊκῶν μηνῶν ἐπιζητουμένην ἡμέραν εὐλόγως τε καὶ εὐκόλως διαγνωσθῆναι κατὰ πᾶν ἔτος ἡλίου· καὶ τοῦτο διαφόρως, καὶ ἐναλλάξ· οἷον καθ' εἱρμὸν τὴν ψῆφον μεταχειριζομένων, καὶ ἰόντων ἀπὸ Ἀπριλίου, καὶ Μαΐου, καὶ Ἰουνίου μηνὸς ἐπὶ τὰ ἑξῆς· καὶ αὖθις κατὰ ἀναποδισμὸν, ἐκ Μαρτίου, καὶ Φεβρουαρίου, καὶ Ἰανουαρίου μηνὸς ἐπὶ τοὺς ἑξῆς πρὸ αὐτῶν φερομένους.
Chapter I. Having explained as far as possible how the day of the week is found and known by the diligent both in the tables set out and in the methods demonstrated, I have thought it reasonable also concerning this to draw a certain special wheel by itself, whereby through it every day sought in whichever of the twelve Roman months may reasonably and easily be discerned in every year of the sun; and this in different ways, and alternately: as when handling the calculation in sequence, and going from the month of April, and May, and June to those that follow; and again in reverse, going from the month of March, and February, and January to those in order before them.
Notes, col. 1264

On the reading

Printed εις, for εἰς.

PG 19:1265Read from the page
Περὶ τῆς διαγραφῆς τοῦ τροχοῦ.
Concerning the drawing of the wheel.
Βʹ. Ἔστιν οὖν ἡ διαγραφὴ τοῦ τροχοῦ τοιαύτη. Τρεῖς οὗτος κέκτηται ζώνας, καὶ ἔνδον αὐτῶν κανόνιον ἰσοτετράγωνον. Ἡ μὲν οὖν πρώτη ζώνη περιέχει τὰς τῶν κηʹ τοῦ ἡλίου ἐτῶν ἐπακτάς· ἡ δὲ δευτέρα αὐτὰ τὰ κηʹ τοῦ ἡλίου ἔτη ἀπὸ πρώτου μέχρι τοῦ τελευταίου, κατὰ τάξιν διαγεγραμμένα· ἡ δὲ τρίτη τὰ κατὰ τὴν τετραετηρίδα βίσσεξτα. Καὶ ταῦτα μὲν αἱ τρεῖς ζῶναι.
Chapter II. The drawing of the wheel, then, is such. It possesses three zones, and inside them an equilateral square table. The first zone contains the epacts of the 28 years of the sun; the second, the 28 years of the sun themselves from the first unto the last, set out in order; and the third, the bissextiles according to the four-year period. And these are the three zones.
Περὶ τῆς διαγραφῆς τοῦ κανονίου.
Concerning the drawing of the table.
Γʹ. Τὸ δὲ κανόνιον ἑπτὰ στίχους ἔχει, ἐν οἷς αἱ τῆς ἑβδομάδος ἡμέραι τεταγμέναι τυγχάνουσιν. Ἀλλ' ἐν μὲν τῷ πρώτῳ στίχῳ κατὰ τάξιν, οἷον ἐκ αʹ, καὶ βʹ, καὶ τρίτης μέχρι τῶν ζʹ· ἐν δὲ τοῖς μετὰ τὸν πρῶτον στίχον ὡς ἡ ψῆφος ἀπήτησεν. Ἑκατέρωθεν δὲ τοῦ αὐτοῦ διὰ σηρικοῦ γεγραμμέναι πάλιν εἰσὶν ὀρθῶς καθιέμεναι αἱ αὐταὶ τῆς ἑβδομάδος ἡμέραι· μεθ' ἃς καὶ οἱ δυοκαίδεκα Ῥωμαϊκοὶ μῆνες διαγεγραμμένοι
Chapter III. And the table has seven rows, in which the days of the week are set. But in the first row in order, as from the 1st, and 2nd, and third unto the 7th; and in those after the first row as the calculation demanded. And on either side of the same, written in red again, are the same days of the week descending vertically; after which also the twelve Roman months are set out
Ὑπόδειξις τῆς καθ' εἱρμὸν ψήφου.
Demonstration of the calculation in sequence.
Δʹ. Ἡνίκα τοίνυν ἐκ τοῦδε τοῦ τροχοῦ τὴν ἑβδοματικὴν ἡμέραν, ἐν οἵᾳ δήποτε Ῥωμαϊκοῦ μηνὸς ποσταίᾳ βουληθῶμεν μαθεῖν, σκοποῦμεν πρῶτον διὰ τῆς ὑποδειχθείσης μεθόδου τὸ ἐνιστάμενον τοῦ ἡλίου ἔτος· ὡς ἐπὶ τοῦ ἐνεστῶτος φέρε εἰπεῖν, ἤγουν τοῦ κηʹ· εἶτα τὰς αὐτοῦ λαμβάνοντες ἐπακτὰς, οὔσας τὸν ἀριθμὸν ϛʹ, εἰ μὲν ἐν τοῖς εἰς τὸν πρῶτον στίχον τεταγμένοις Ῥωμαϊκοῖς δυσὶ μησὶ, τῷ τε Ἀπριλίῳ, φημὶ, καὶ τῷ Ἰουλίῳ· οὗτοι γάρ εἰσιν εἰς αὐτὸν τὸν στίχον διαγεγραμμένοι· ταύτας ἐμβάλλομεν τῇ ζητουμένῃ ἡμῖν εἰς αὐτοὺς ποσταίᾳ, καὶ εἰς τὴν ζʹ μερίζομεν. Κἀκ τῶν ἀπομενουσῶν την ἑβδοματικὴν εὑρίσκομεν ἰσάριθμον οὖσαν αὐταῖς ταῖς ὑπολιμπανομέναις. Οὕτω μὲν οὖν ἐν τοῖς εἰς τὸν αʹ στίχον τεταγμένοις ποιοῦμεν μησίν· εἰ δὲ ἐν τοῖς εἰς τὸν βʹ στίχον δυσὶν ἑτέροις μησὶ, τῷ Μαΐῳ λέγω καὶ τῷ Ἰανουαρίῳ, κατ' αὐτὸ τὸ εἰκοστὸν ὄγδοον ἔτος τὴν ἑβδοματικὴν ἐρευνῶμεν· τὰς εἰς τὴν αὐτὴν σελίδα γεγραμμένας ἐν τῷ βʹ στίχῳ, καὶ ὑποκειμένας ταῖς εἰρημέναις ἓξ ἐπακταῖς λαμβάνομεν ἡμέρας, τουτέστι τὴν μίαν· καὶ ταύτην ὁμοίως ἐμβάλλομεν τῇ ζητουμένῃ ἡμῖν εἰς αὐτοὺς ποσταίᾳ, καὶ εις τὸν ζʹ τὰς ὅλας μερίζομεν. Τὴν αὐτὴν οὖν σελίδα, λέγω δὲ τὰς κατ' αὐτὴν ἐγγεγραμμένας, καὶ ἐπὶ τῶν λοιπῶν στίχων τηροῦμεν, εἰς τὸ τὴν ἑβδοματικὴν ἡμέραν ἀνευρεῖν ἐν τοῖς ἑκατέρωθεν διαγεγραμμένοις αὐτοῖς Ῥωμαϊκοῖς μησὶ, κατὰ τόδε τὸ κηʹ ἔτος· ὁμοίως δὲ καὶ εἰς πᾶν ἄλλο ἡλίου ἔτος· αὐτάς τε προηγουμένως τὰς αὐτοῦ κανονίζομεν ἐπακτάς· εἶτα καὶ τὰς ὑποκειμένας αὐτὰς, καὶ ἐγγε-
Chapter IV. Whenever, therefore, from this wheel we should wish to learn the day of the week on whichever day of a Roman month, we first examine through the method demonstrated the current year of the sun—as in the present one, say, that is, the 28th; then taking its epacts, being 6 in number, if in the two Roman months set in the first row, I mean April and July (for these are set out in that row), we add these to the day sought by us in them, and divide by 7. And from those remaining we find the weekly [day] to be of the same number as those left over themselves. Thus, then, we do in the months set in the 1st row; but if in the two other months in the 2nd row, I mean May and January, in the twenty-eighth year itself we investigate the weekly [day], we take the days written in the same column in the 2nd row and lying below the said six epacts, that is, one; and this likewise we add to the day sought by us in them, and divide the whole by 7. The same column, therefore, I mean the [days] inscribed in it, we observe also in the remaining rows, for finding the day of the week in those Roman months set out on either side, in this 28th year; and likewise also for every other year of the sun: first we regulate its epacts themselves, and then also those lying below, and in-
Περὶ τῆς τοῦ βισσέξτου παρατηρήσεως.
Concerning the observation of the bissextile.
Εʹ. Χρὴ δὲ σημειοῦσθαι τὸν Μάρτιον, ἵν' ὅτε βίσσεξτον οὐκ ἔστι, διὰ τῶν τοῦ Φεβρουαρίου ψηφίζηται
Chapter V. And one must mark March, so that when there is not a bissextile, it may be reckoned through the [days] of February
Notes, col. 1265

On the reading

Printed την, for τὴν.

Printed εις, for εἰς.

PG 19:1268Read from the page
ἡμερῶν· ὅτε βίσσεξτόν ἐστι, διὰ τῶν τοῦ Δεκεμβρίου· ἔνθα καὶ τὸ βίσσεξτον διεγράφη. Ταύτης γὰρ ἕνεκεν τῆς αἰτίας ἐν τοῖς δυσὶ τούτοις μησὶ τὸν Μάρτιον κατετάξαμεν. Οὕτως μὲν οὖν ἐκ τοῦδε τοῦ τροχοῦ τὴν ἑβδοματικὴν εὑρίσκομεν, ὅτε τὴν ψῆφον καθ' εἱρμὸν ἐξανύομεν, διά τε τοῦ Ἀπριλίου, καθὼς ἔφην, καὶ Μαΐου, καὶ Ἰουνίου, καὶ τῶν καθ' ἑξῆς.
days; when there is a bissextile, through those of December, where the bissextile also was set out. For on account of this cause we placed March in these two months. Thus, then, from this wheel we find the day of the week, when we complete the calculation in sequence, through April, as I said, and May, and June, and those in order thereafter.
Περὶ τῆς ἀναποδιζούσης ψήφου.
Concerning the retrograde calculation.
Ϛʹ. Ὁπηνίκα δὲ κατὰ ἀναποδισμὸν, οἷον διὰ Μαρτίου, καὶ Φεβρουαρίου, καὶ Ἰανουαρίου, καὶ τῶν πρὸ τούτων μηνῶν, ἐκ τῶν ἐπακτῶν τοῦ ἐνεστῶτος ἔτους, ἤγουν τοῦ κηʹ, τὴν ἑβδοματικὴν βουληθῶμεν μαθεῖν, οὐ προσχρώμενοι ταῖς τοῦ διελθόντος κζʹ ἔτους ἐπακταῖς εἰς τὴν ταύτης κατάληψιν· εἰ μὲν ἐν τοῖς εἰς τὸν πρῶτον στίχον τεταγμένοις μησὶ ταύτην ζητοῦμεν, τὰς δηλωθείσας ἓξ ἐπακτὰς τῇ τοῦ Ἀπριλίου καὶ Ἰουνίου μηνὸς ποσταίᾳ μετὰ τῶν ἀπὸ σηρικοῦ παρακειμένων τῷ Ἀπριλίῳ, τουτέστι τῶν ϛʹ ἡμερῶν. ὅτε βίσσεξτον οὐκ ἔστι, συμβάλλομεν, καὶ εἰς τὸν ζ τὰς ὅλας μερίζομεν· ὅτε δὲ βίσσεξτόν ἐστι, τὰς ἀπὸ σηρικοῦ παρακειμένας τῷ Ἰουλίῳ, ἤγουν τὰς εʹ ἡμέρας, μετ' αὐτῶν τῶν ἓξ ἐπακτῶν, καὶ εἰς τὸν δηλωθέντα μερίζομεν ἀριθμόν. Ταῖς γὰρ ἐξ εὐωνύμων ἀπὸ σηρικοῦ τεταγμέναις ἡμέραις κεχρῆσθαι προσήκει, βισσέξτου χωρὶς, κατὰ τήνδε τὴν ἀναποδίζουσαν ψῆφον· ὅτε δὲ βίσσεξτόν ἐστι, ταῖς ἐκ δεξιῶν ὁμοῦ ἀπὸ σηρικοῦ γεγραμμέναις. Ταῦτα μὲν εἰς τοὺς ἐν τῷ πρώτῳ στίχῳ δύο μῆνας· ἐν δὲ τοῖς εἰς τὸν βʹ στίχον, τῷ τε Μαΐῳ λέγω καὶ τῷ Ἰανουαρίῳ, κατὰ τόδε τὸ κηʹ ἔτος, αὐτὰς τὰς ἓξ ἐπακτὰς ἐμβάλλομεν αὐτῶν τῇ ζητουμένῃ ἡμῖν ποσταίᾳ μετὰ τῶν ἀπὸ σηρικοῦ παρακειμένων τῷ Ἰανουαρίῳ, τουτέστι τῶν ζʹ ἡμερῶν· καὶ εἰς τὸν αὐτὸν ἀριθμὸν ταῦτα μερί-
Chapter VI. And whenever in reverse, as through March, and February, and January, and the months before these, from the epacts of the current year, that is, the 28th, we should wish to learn the weekly [day], not making use of the epacts of the past 27th year for the apprehension of this: if we seek this in the months set in the first row, when there is not a bissextile, we combine the six epacts indicated with the day of the month of April and June together with those in red lying beside April, that is, the 6 days, and divide the whole by 7; and when there is a bissextile, those in red lying beside July, that is, the 5 days, with those six epacts themselves, and divide by the number indicated. For it is fitting to use the days set in red on the left, without a bissextile, according to this retrograde calculation; and when there is a bissextile, those written in red on the right as well. These things for the two months in the first row; and in those in the 2nd row, I mean May and January, in this 28th year, we add those six epacts themselves to the day of them sought by us together with those in red lying beside January, that is, the 7 days; and by the same number we div-
Περὶ τῆς τοῦ βισσέξτου παρατηρήσεως.
Concerning the observation of the bissextile.
Ζʹ. Κατὰ ταύτην δὲ πάλιν τὴν ἀναποδίζουσιν μέθοδον, τὸν Μάρτιον ἐπισημήνασθαι χρὴ, πρὸς τὸ πάντως αὐτὸν καὶ μετὰ βίσσεξτον, καὶ δίχα βισσέξτου, διὰ τῶν τοῦ Δεκεμβρίου ψηφίζεσθαι ἡμερῶν· λέγω δὲ τῶν ἀπὸ σηρικοῦ τεσσάρων· καὶ μήτε διὰ τῶν τοῦ Σεπτεμβρίου, μήτε διὰ τῶν τοῦ Φεβρουαρίου, καθάπερ εἴπομεν, ποιεῖν ἐν τῇ καθ' εἱρμὸν ψήφῳ τε καὶ μεθόδῳ, ἀλλὰ μόνον δι' αὐτῶν τῶν ἀπὸ σηρικοῦ τεσσάρων ἡμερῶν, τῶν παρακειμένων τῷ Δεκεμβρίῳ μηνί. Καὶ ἁπλῶς εἰπεῖν, ἵν' ἐπιτόμως περὶ ἀμφοτέρων διαλάβωμεν τῶν ψήφων· ἐν μὲν τοῖς ζʹ τοῦ κανονίου στίχοις εἰς τοὺς ἑκατέρωθεν τεταγμένους δυοδεκαίδεκα Ῥωμαϊκοὺς μῆνας τῇ καθ' εἱρμὸν ψήφῳ κεχρήμεθα κατὰ πᾶν ἔτος· ἐν δὲ τοῖς ὀρθῶς καθιεμένοις δυσὶν ἀπὸ σηρικοῦ στιχοις τῇ κατ' ἀναποδισμὸν μεθόδῳ προσχρώμεθα, κατὰ συμπλοκὴν, ὡς ἔφην, τῶν ἐπακτῶν αὐτοῦ τοῦ ἐνισταμένου ἡλιακοῦ ἔτους, δι' ὧν καὶ οἱ λεχθέντες ζʹ κανονί-
Chapter VII. And according to this retrograde method again, one must mark March, so that altogether both with a bissextile and without a bissextile it is reckoned through the days of December—I mean the four in red—and neither through those of September, nor through those of February, as we said was done in the sequential calculation and method, but only through those four days in red themselves, which lie beside the month of December. And to speak simply, so that we may treat compendiously concerning both calculations: in the 7 rows of the table for the twelve Roman months set on either side we have used the sequential calculation in every year; and in the two rows in red descending vertically we make use of the retrograde method, by weaving together, as I said, the epacts of the current solar year itself, through which also the said 7 [rows] are reg-
Πῶς δεῖ τὴν ἡμέραν τῆς σελήνης ψηφίζειν.
How one must reckon the day of the moon.
Ηʹ. αʹ. Κρατοῦμεν τὰς ἐπακτὰς τῆς σελήνης καὶ τὴν
Chapter VIII. 1. We take the epacts of the moon and the
Notes, col. 1268

On the reading

Printed ἀναποδίζουσιν, for ἀναποδίζουσαν.

Printed στιχοις, for στίχοις.

PG 19:1269Read from the page
τοῦ ἐνεστῶτος Αἰγυπτιακοῦ μηνὸς ποσταίαν, καὶ τὸ ἥμισυ τῶν μηνῶν τῶν ἀπὸ Θὼθ, καὶ μίαν καθολικήν. Καὶ εἰ μὲν λʹ ταύτας εὑρήσομεν, ἢ παρὰ τὰς λʹ, τοσαύτας ἔχουσαν τὴν σελήνην γινώσκομεν· εἰ δὲ ὑπὲρ τὰς λʹ, ἐκείνας πάλιν μετὰ τὴν ὑφαίρεσιν αὐτῶν τῶν τριάκοντα.
day of the current Egyptian month, and half of the months from Thoth, and one regular. And if we find these to be 30, or less than 30, we know the moon to have so many [days]; but if above 30, those again after the subtraction of those thirty.
βʹ. Ἄλλως. Τὰ ἀπὸ Διοκλητιανοῦ ἔτη παρὰ ἓν ἔτος ποιοῦντες, μερίζομεν εἰς τὸν ιθʹ καὶ τὰ λοιπὰ κρατοῦμεν, καὶ τούτοις ἐπιβάλλομεν ὑπὲρ ἑνὸς μὲν ἔτους, ἐὰν τοῦτο μόνον τυχὸν καταλειφθῇ μετὰ τὸν μερισμὸν, ἡμέρας ιʹ· ὑπὲρ βʹ δὲ ἐτῶν κʹ· ὑπὲρ δὲ γʹ οὐδὲ μίαν· ὥσπερ καὶ ἐπὶ τοῖς ϛʹ οὐδὲ μίαν· ἢ τῶν θʹ, ἢ τῶν ιβʹ· ἢ ἁπλῶς τῆς ὁποιασοῦν τριετηρίδος· ὑπὲρ δὲ τῶν δʹ πάλιν ἐτῶν ιʹ, καὶ ὑπὲρ τῶν εʹ κʹ. Καὶ οὕτως καθεξῆς ὑπὲρ τῶν ζʹ, καὶ τῶν ιʹ, καὶ τῶν ιαʹ· καὶ τῶν μετὰ τὰς τριετηρίδας ψηφιζομένων. Κρατοῦμεν τοίνυν, ὡς ἔφην, τὰ ἀπομένοντα ἔτη καὶ τὰς ὑπὲρ τούτων ἡμέρας κατὰ τὸν ὑποδειχθέντα τρόπον· καὶ τὴν ποσταίαν τοῦ ἐνεστῶτος Αἰγυπτιακοῦ μηνὸς, καὶ τὸ ἥμισυ τῶν μηνῶν τῶν ἀπὸ Θὼθ, καὶ μίαν καθολικήν· καὶ εἰς τὸν λʹ τὰς ὅλας μερίζομεν.
2. Otherwise. Making the years from Diocletian less by one year, we divide by 19 and take the remainder, and to these we add for one year, if perchance this alone be left after the division, 10 days; for 2 years, 20; for 3, not even one; just as also at 6 not even one; or 9, or 12, or simply of any three-year period whatever; and for 4 years again 10, and for 5, 20. And thus in order for 7, and 10, and 11, and those reckoned after the three-year periods. We take therefore, as I said, the remaining years and the days for them according to the manner demonstrated, and the day of the current Egyptian month, and half of the months from Thoth, and one regular; and we divide the whole by 30.
γʹ. Ἄλλως. Κρατοῦμεν τὰς ἐπακτὰς τῆς σελήνης, καὶ ὑπὲρ ἑκάστου Ῥωμαϊκοῦ μηνὸς, ἀπὸ Σεπτεμβρίου ἀρχόμενοι μέχρι τοῦ ψηφιζομένου μίαν ἡμέραν· καὶ τὴν ποσταίαν αὐτοῦ τοῦ ἐνεστῶτος Ῥωμαϊκοῦ μηνὸς, καὶ δύο καθολικὰς, καὶ εἰς τὸν λʹ τὰς ὅλας μερίζομεν.
3. Otherwise. We take the epacts of the moon, and for each Roman month, beginning from September unto the one being reckoned, one day; and the day of the current Roman month itself, and two regulars, and we divide the whole by 30.
δʹ. Ἄλλως. Κρατοῦμεν τὰς ἐπακτὰς τῆς σελήνης παρὰ μίαν, καὶ τὰς ἀπὸ Ἰανουαρίου ἡμέρας μέχρι τῆς ζητουμένης ἡμῖν· καὶ τὰ τούτων ξξʹ· καὶ εἰς τὸν λʹ τὰς ὅλας μερίζομεν.
4. Otherwise. We take the epacts of the moon less one, and the days from January unto the one sought by us, and the 60ths of these; and we divide the whole by 30.
εʹ. Ἄλλως. Κρατοῦμεν τὰς ἐπακτὰς τῆς σελήνης, καὶ τὸ ἥμισυ τῶν μηνῶν τῶν ἀπὸ τοῦ Ἀπριλίου μέχρι τοῦ ψηφιζομένου, καὶ τὰς τριακάδας πρώτας, καὶ τὴν ποσταίαν τοῦ ἐνεστῶτος μηνός· καὶ εἰς τὸν λʹ τὰς ὅλας μερίζομεν.
5. Otherwise. We take the epacts of the moon, and half of the months from April unto the one being reckoned, and the thirty-firsts, and the day of the current month; and we divide the whole by 30.
ϛʹ. Ἄλλως. Ἑνδεκαπλασιάζομεν τὸ τῆς σελήνης ἔτος, καὶ κρατοῦμεν τὰς ἀπὸ πρώτης Ἰανουαρίου μέχρι τῆς ζητουμένης ἡμέρας, καὶ τὰ τούτων ξξʹ· τρεῖς τε καθολικῶς ἀφαιροῦντες, οὕτω τὰς ὅλας μερίζομεν εἰς τὸν λʹ.
6. Otherwise. We multiply the year of the moon by eleven, and we take the days from the first of January unto the day sought, and the 60ths of these; and subtracting three generally, thus we divide the whole by 30.
ζʹ. Ἄλλως. Κρατοῦμεν τὰς ἐπακτὰς τῆς σελήνης, καὶ ταύταις ἔν τε τῷ Ἰανουαρίῳ καὶ Φεβρουαρίῳ πλήρεσι κεχρήμεθα· παρὰ μίαν δὲ μόνην ἐν τῷ Μαρτίῳ· ἐν δὲ τῷ Ἀπριλίῳ καὶ τοῖς μετ' αὐτὸν πλήρεις συλλαμβάνοντες, καὶ μίαν ἄλλην ὑπὲρ ἑκάστου μηνὸς ἄχρι τοῦ ψηφιζομένου· δύο δὲ μόνον ὑπὲρ τοῦ Αὐγούστου· καὶ τὴν ποσταίαν τοῦ μηνός· καὶ εἰς τὸν λʹ τὰς ὅλας μερίζομεν.
7. Otherwise. We take the epacts of the moon, and we use these in full in both January and February; less one alone in March; and in April and those after it taking them in full, and one more for each month unto the one being reckoned, and two only for August, and the day of the month; and we divide the whole by 30.
ηʹ. Ἄλλως. Κρατοῦμεν τὰς ἐπακτὰς τῆς σελήνης, καὶ τὰς ἀπὸ πρώτης Ἀπριλίου μέχρι τῆς ζητουμένης, καὶ τὴν ποσταίαν τοῦ μηνός· καὶ εἰς τὸν κθʹ ἥμισυ τὰς ὅλας μερίζομεν.
8. Otherwise. We take the epacts of the moon, and the [days] from the first of April unto the one sought, and the day of the month; and we divide the whole by 29 and a half.
Περὶ τῶν ἀπὸ Διοκλητιανοῦ ἐτῶν· πῶς τε ψηφίζονται, καὶ πῶς δι' αὐτῶν τὸ τῆς σελήνης εὑρίσκεται ἔτος.
Concerning the years from Diocletian: both how they are reckoned, and how through them the year of the moon is found.
Θʹ Τὰ ἀπὸ Διοκλητιανοῦ ἔτη μέχρι τῆς παρούσης
Chapter IX. The years from Diocletian unto the present
Notes, col. 1269

On the reading

Printed ξξʹ, for ξʹ.

PG 19:1272Read from the page
τεσσαρεσκαιδεκάτης ἰνδικτιῶνος, ἔτους λαʹ τοῦ εὐσεβεστάτου ἡμῶν Ἡρακλείου βασιλέως, εἰσὶ τνζʹ. Ψηφίζονται δὲ τοῦτον τὸν τρόπον· εἰς κβʹ τὰ ιεʹ τῆς ἰνδικτιῶνος πολυπλασιάζομεν ἔτη· καὶ τούτοις ἐμβάλλομεν καθολικὰ ιγʹ· καὶ τὰ ἔτη τῆς ἐνισταμένης ἰνδικτιῶνος. Εἰ δὲ ἡ ἐνεστῶσα πληρωθῇ πεντεκαιδεκαετηρὶς, ἐν εἴκοσι καὶ τρισὶ τὸν πολυπλασιασμὸν δεῖ ποιεῖν. Οὕτω δὲ ἐν εἰκοσιτέσσαρσι τῆς μετ' ἐκείνην συντελουμένης· καὶ ἁπλῶς καθ' ἑκάστην πεντεκαιδεκαετηρίδος περάτωσιν, τοῦ περὶ αὐτῆς ὡς τετελεσμένης ἤδη συμπεριβάλλοντας ἔτος, χρὴ ποιεῖσθαι τὸν πολυπλασιασμὸν, ἐν τέλει δηλαδὴ τιθέντας καὶ τὰ ιγʹ καθολικά. Δι' ὧν ἡ μέχρι καὶ νῦν ἀπὸ Διοκλητιανοῦ τῶν ἐτῶν ἐξαρίθμησις εὐδιάγνωστος ἔσται τοῖς ἐντυγχάνουσιν. Αὐτὰ γοῦν τὰ τνζʹ ἔτη μερίζοντες εἰς τὸν ιθʹ, τὸ ἐνιστάμενον τῆς σελήνης ἐκ τῶν ὑπολιμπανομένων γιγνώσκομεν.
fourteenth indiction, of the 31st year of our most pious Emperor Heraclius, are 357. And they are reckoned in this way: we multiply the 15 years of the indiction by 22; and to these we add 13 regulars, and the years of the current indiction. And if the current fifteen-year period be completed, one must make the multiplication by twenty-three. And thus by twenty-four when the one after that is completed; and simply at each completion of a fifteen-year period, including the year concerning it as already completed, one must make the multiplication, placing namely at the end also the 13 regulars. Whereby the enumeration of the years from Diocletian even until now will be easy to discern for readers. Dividing these 357 years, then, by 19, we know the current [year] of the moon from the remainder.
Περὶ τῶν ἐπακτῶν τῆς σελήνης, καὶ τοῦ πῶς δεῖ ταύτας μεταχειρίζεσθαι.
Concerning the epacts of the moon, and how one must handle them.
Ιʹ. Αἱ ἐπακταὶ τῆς σελήνης διττῶς κανονίζονται· τουτέστιν ἕως τῆς τριακάδος πρώτης τοῦ Μαρτίου μηνὸς, καὶ ἕως τῆς τοῦ Αὐγούστου εἰκοστῆς ὀγδόης. Ἐὰν οὖν τὰ ἕως εἰκάδος ὀγδόης ἐπιζητοῦμεν, παρὰ ἓν ἔτος τὰ ἀπὸ Διοκλητιανοῦ ἔτη ποιοῦμεν· καὶ οὕτως εἰς τὸν ιθʹ ταῦτα μερίζομεν· καὶ τὰ ἀπομένοντα ἑνδεκαπλασιάζοντες, ἀναλύομεν εἰς τὸν λʹ· κἀκ τῶν ὑπολοίπων ἐκείνας γινώσκομεν. Εἰ δὲ τὰς ἕως τριακάδος πρώτης τοῦ Μαρτίου διερευνῶμεν ἐπακτὰς τῆς σελήνης, τὸ ἐνιστάμενον αὐτῆς ἔτος ἑνδεκαπλασιάζομεν· καὶ τούτων ἀφαιροῦντες δύο ἡμέρας, τὰς ὑπολοίπους μερίζομεν εἰς τὸν λʹ. Διττῆς οὔσης τῆς περὶ τῶν ἐπακτῶν μεθόδου, προσήκει παρατηρεῖσθαι ταύτας ἐν ταῖς ἀνωτέρω δειχθείσαις ψήφοις περὶ τῆς κατὰ τὴν σελήνην ἡμέρας· καὶ ἔνθα μὲν τὴν τοῦ Μαρτίου κατετάξαμεν τριακάδα πρώτην, τὰς ἕως αὐτῆς ἐπακτὰς
Chapter X. The epacts of the moon are regulated in two ways: that is, unto the thirty-first of the month of March, and unto the twenty-eighth of August. If, therefore, we seek the things unto the twenty-eighth, we make the years from Diocletian less by one year; and thus we divide these by 19; and multiplying the remainder by eleven, we resolve it by 30; and from the remainder we know them. But if we investigate the epacts of the moon unto the thirty-first of March, we multiply its current year by eleven; and subtracting two days from these, we divide the remaining ones by 30. Since the method concerning the epacts is twofold, it is fitting to observe them in the calculations shown above concerning the day according to the moon; and where we placed the thirty-first of March, [to use] the epacts unto it
Περὶ τοῦ πρώτου κατ' Αἰγυπτίους μηνὸς, ποῖος κατὰ Ῥωμαίους ἐστὶ, καὶ πόθεν ἄρχεται.
Concerning the first month according to the Egyptians, which one it is according to the Romans, and whence it begins.
ΙΑʹ. Σημειωτέον δὲ, ὡς ὁ κατ' Αἰγυπτίους Θὼθ Σεπτέμβριος κατὰ Ῥωμαίους ἐστὶ, τὴν οἰκείαν ἀεὶ ποιούμενος ἀρχὴν, ἤγουν νεομηνίαν, κατὰ τὴν κθ τοῦ Αὐγούστου μηνός.
Chapter XI. And it must be noted that Thoth according to the Egyptians is September according to the Romans, always making its own beginning, that is, new moon, on the 29th of the month of August.
Χρόνων ἀρίθμησις καὶ ὁμάς.
Enumeration and sum of times.
Ἀδὰμ ἔτη σλʹ
Adam, years 230
Σὴθ σεʹ υλεʹ
Seth 205, 435
Ἐνὼς ρϟʹ χκεʹ
Enos 190, 625
Καινάν ροʹ ψϟεʹ
Cainan 170, 795
Μελελεήλ ρξεʹ ϡξʹ
Maleleel 165, 960
Ἰαρέδ ρξβʹ ͵αρκβʹ
Jared 162, 1122
Ἐνώχ ρξεʹ ͵ασπζʹ
Enoch 165, 1287
Μαθουσάλα ρξζʹ ͵αυνδʹ
Mathusala 167, 1454
Λαμέχ ρπηʹ ͵αχμβʹ
Lamech 188, 1642
Νῶε φʹ ͵βρμβʹ
Noe 500, 2142
Σήμ ρʹ
Sem 100
Ἀρφαξάδ ρλεʹ
Arphaxad 135
Καϊνάν ρλʹ
Cainan 130
Σάλα ρλʹ
Sala 130
Ἕβερ ρλβʹ
Heber 132
Φάλεγ ρλʹ
Phaleg 130
PG 19:1273Read from the page
Ῥαγαῦ ρλβʹ
Ragau 132
Σερούχ ρλʹ
Seruch 130
Ναχώρ σοʹ
Nachor 270
Θάρῥα οʹ
Tharrha 70
Ἀβραάμ ρʹ
Abraham 100
Ἰσαάκ ξʹ
Isaac 60
Ἰακώβ πεʹ
Jacob 85
Λευΐ μζʹ
Levi 47
Καάθ ξβʹ
Caath 62
Ἀράμ οεʹ
Aram 75
Μωϋσῆς πʹ
Moses 80
Ἐν τῇ ἐρήμῳ μʹ
In the desert 40
Ἰησοῦς λβʹ
Joshua 32
Οἱ πρεσβύτεροι νʹ
The elders 50
Χουσαρσαθέμ ηʹ ͵γϡθʹ
Chusarsathem 8, 3909
Γοθονιήλ νʹ ͵γϡνθʹ
Gothoniel 50, 3959
Αἰγλώμ ιηʹ ͵γϡοζʹ
Aeglom 18, 3977
Αώθ νʹ ͵δκζʹ
Aoth 50, 4027
Σεμεγάρ κʹ ͵δμζʹ
Semegar 20, 4047
Ἰεβουσαῖοι κʹ ͵δξζʹ
Jebusites 20, 4067
Δεββόρα μʹ ͵δρζʹ
Debbora 40, 4107
Ὠρὶφ καὶ Ζήφ ζʹ ͵δριδʹ
Oriph and Ziph 7, 4114
Γεδεών μʹ ͵δρνδʹ
Gedeon 40, 4154
Ἀβιμέλεχ γʹ ͵δρνζʹ
Abimelech 3, 4157
Θόλα κβʹ ͵δροθʹ
Thola 22, 4179
Ἰαήρ κβʹ ͵δσαʹ
Jaer 22, 4201
Ἀμμανῖται ιηʹ ͵δσιθʹ
Ammonites 18, 4219
Ἰεφθαέ ϛʹ ͵δσκεʹ
Jephthae 6, 4225
Ἐσσεβών ζʹ ͵δσλβʹ
Essebon 7, 4232
Αἰλών ιʹ ͵δσμβʹ
Aelon 10, 4242
Ἀβδών ηʹ ͵δσνʹ
Abdon 8, 4250
Φυλιστιείμ μʹ ͵δσϟʹ
Philistines 40, 4290
Σαμψώμ κʹ ͵δτιʹ
Sampsom 20, 4310
Ἀναρχίας καὶ εἰρήνης μʹ ͵δτνʹ
Of anarchy and peace 40, 4350
Ἠλὶ ἱερεύς κʹ ͵δτοʹ
Eli the priest 20, 4370
Σαμουὴλ ἱερεύς κʹ ͵δτϟʹ
Samuel the priest 20, 4390
Σαούλ μʹ ͵δυλʹ
Saul 40, 4430
Δαυῖδ μʹ ͵δυοʹ
David 40, 4470
Σολομών μʹ ͵δφιʹ
Solomon 40, 4510
Ῥοβοάμ ιζʹ δφκζ
Roboam 17, 4527
Ἀβιά γʹ ͵δφλʹ
Abia 3, 4530
Ἀσά μαʹ ͵δφοαʹ
Asa 41, 4571
Ἰωσαφάτ λθʹ ͵δχιʹ
Josaphat 39, 4610
Ἰωράμ ηʹ ͵δχιηʹ
Joram 8, 4618
Ὀχοζίας αʹ ͵δχιθʹ
Ochozias 1, 4619
Γοθολία ζʹ ͵δχκϛʹ
Gotholia 7, 4626
Ἰωᾶς μʹ ͵δχξϛʹ
Joas 40, 4666
Ἀμασίας κθʹ ͵δχϟεʹ
Amasias 29, 4695
Ὀζίας νβʹ ͵δψμζʹ
Ozias 52, 4747
Ἰωαθάμ ιϛʹ ͵δψξγʹ
Joatham 16, 4763
Ἀχάζ ιϛʹ ͵δψοθʹ
Achaz 16, 4779
Ἐζεκίας κθʹ ͵δωηʹ
Ezechias 29, 4808
Μανασσῆς νεʹ ͵δωξγʹ
Manasses 55, 4863
Ἀμώς βʹ ͵δωξεʹ
Amos 2, 4865
Ἰωσίας λαʹ ͵δωϟϛʹ
Josias 31, 4896
Ἰωαχᾶς αʹ ͵δωϟζʹ
Joachaz 1, 4897
Ἰωακείμ ιαʹ ͵δϡηʹ
Joacim 11, 4908
Ἰεχονίας αʹ ͵δϡθʹ
Jechonias 1, 4909
Σεδεκίας ιαʹ ͵δϡκʹ
Sedecias 11, 4920
Ναβουχοδονόσορ κδʹ ͵δϡμδʹ
Nabuchodonosor 24, 4944
Οὐαλαμαδαράχ εʹ ͵δϡμθʹ
Oualamadarach 5, 4949
Βαλτάσαρ γʹ ͵δϡνβʹ
Baltasar 3, 4952
Δαρεῖος καὶ Ἀστυάγης ιζʹ ͵δϡξθʹ
Darius and Astyages 17, 4969
Κῦρος ὁ Πέρσης λβʹ ͵εαʹ
Cyrus the Persian 32, 5001
Καμβύσης ηʹ ͵εθʹ
Cambyses 8, 5009
Δαρεῖος ὁ Μῆδος κηʹ ͵ελζʹ
Darius the Mede 28, 5037
Ξέρξης καʹ ͵ενηʹ
Xerxes 21, 5058
Ἀρταξέρξης λγʹ ͵εϟαʹ
Artaxerxes 33, 5091
Δαρεῖος ιθʹ ͵εριʹ
Darius 19, 5110
Ἀρταξέρξης λδʹ ͵ερμδʹ
Artaxerxes 34, 5144
Ὦχος καʹ ͵ερξεʹ
Ochus 21, 5165
Ἀρσῆς Ὦχος βʹ ͵ερξζʹ
Arses Ochus 2, 5167
Δαρεῖος ϛʹ ͵ερογʹ
Darius 6, 5173
Ἀλέξανδρος ὁ Μακεδών ιβʹ ͵ερπεʹ
Alexander the Macedonian 12, 5185
Πτολεμαῖος ὁ Αἰγύπτου κδʹ εσθʹ
Ptolemy of Egypt 24, 5209
Notes, col. 1273

On the reading

Printed Αώθ, for Ἀώθ.