Migne Reading Room

PG 19 · cols. 1241–1252 · Read from the page

Maximus the Confessor, Ecclesiastical Computus

Maximus the Confessor, Ecclesiastical Computus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1241Read from the page
τον ἐὰν συμφθάσῃ, Κυριακὴ προδήλως ἐν τῷ δεξιῷ κανονίῳ ψηφίζεται. Ἡ γὰρ προσθήκη τῆς τοῦ βισέξτου ἡμέρας, τὴν τῆς μιᾶς ὑπόβασιν ἐν τῷ εὐωνύμῳ ποιεῖ. Δεῖ οὖν ὁπηνίκα διὰ τὸ βίσεξτον Σαββάτῳ πίπτουσαν ἴδοιμεν τήν τε τοῦ Ἰανουαρίου, καὶ Φεβρουαρίου μηνὸς ποσταίαν, ἐν αὐτῷ τῷ εὐωνύμῳ· Κυριακῆς δὲ τὴν τοῦ Μαρτίου καὶ Ἀπριλίου μηνὸς ἐν τῷ δεξιῷ κανονίῳ· ἐν τούτῳ μὲν τὰς ζʹ μεταβαίνειν ἡμέρας· ὡς ἀπὸ δευτέρας εἰς Κυριακὴν φερομέ-
th occurs, manifestly the Lord's day is reckoned on the right-hand table. For the addition of the day of the bissextus makes the stepping back of the one day on the left. Whenever, therefore, on account of the bissextus we see the day of the month of both January and February falling on a Sabbath on the left-hand side itself, and that of the month of March and April on a Lord's day on the right-hand table, in the latter we must pass over the 7 days, as being carried from Monday to the Lord's day,
Περὶ τῶν ἐπακτῶν τοῦ ἡλίου· τίνες αὗται τυγχάνουσι, καὶ διὰ τί ταύταις προσχρώμεθα.
On the epacts of the sun: what these are, and wherefore we make use of them.
ΚΓʹ. Ὡς ἂν δὲ μηδὲ ὁ περὶ τῶν τοῦ ἡλίου λόγος ἡμῖν ἀνεξέταστος ἀπομείνοι, λέγομεν ἐπακτὰς εἶναι τῶν τοῦ ἡλίου ἐτῶν τὰς ἀπὸ τῆς ἑβδομαδικῆς ἡμέρας, ἐξ ἧς τὸ ἡλιακὸν ἔτος ἀπάρχεται, κατὰ ἀναποδισμὸν λειπούσας ἐν τῇ αὐτῇ ἑβδομάδι μέχρι τῆς πρώτης, ἤγουν τῆς ἁγίας Κυριακῆς· οἷον φέρε εἰπεῖν ὡς ἐπὶ τοῦ ἐνεστῶτος κηʹ ἔτους. Ἤρξατο γὰρ κατὰ τὴν πρώτην τοῦ Ἀπριλίου μηνὸς, ἀπὸ ἑβδόμης, ἤγουν Σαββάτου ἡμέρας. Τὰς οὖν διελθούσας ἡμέρας τῆς αὐτῆς ἑβδομάδος ἕως τῆς Κυριακῆς ἐπακτὰς κέκτηται· τουτέστι τὴν Παρασκευὴν, τὴν εʹ, τὴν δʹ, τὴν γʹ, τὴν βʹ, καὶ αὐτὴν τὴν ἁγίαν Κυριακήν· ὡς ἐντεῦθεν ἓξ ὑπάρχειν τὰς αὐτοῦ τοῦ κηʹ ἔτους ἐπακτάς. Ὅθεν ἐπειδὴ τὸ εἰσιέναι μέλλον, φημὶ δὲ τὸ πρῶτον, ἀπὸ πρώτης ἄρχεται, τουτέστιν ἁγίας Κυριακῆς, ζʹ ἡμέρας, ἤγουν τὰς ἀπὸ Σαββάτου μέχρι τῆς διελθούσης ἁγίας Κυριακῆς ἀριθμουμένας ἐπακτὰς κέκτηται. Ὁμοίως δὲ καὶ τὸ δεύτερον ἔτος, ὅτιπερ ἐκ τῆς κατὰ τὴν ἑβδομάδα δευτέρας ἡμέρας ἄρχεται, μόνην τὴν μίαν, τουτέστι τὴν ἁγίαν Κυριακὴν, ἐπακτὴν κέκτηται· ὡς οὐκ ἄλλην ἡμέραν ἢ μόνην αὐτὴν τὴν Κυριακὴν κατὰ τὴν αὐτὴν ἑβδομάδα προηγησαμένην ἔχον. Ταύτας δὲ τὰς ἡμέρας τηροῦμεν, ἵν' ἑβδομαδικῶς, τουτέστιν ἀπὸ ἀρχῆς ἑβδομάδος, πᾶν ἡλιακὸν ἔτος κανονίσωμεν, εἰς εὕρεσιν τῆς ἑβδομαδικῆς ἡμέρας· ὁπηνίκα ταύτην καὶ εἰς ἑκάστου μηνὸς ποσταίαν βουληθῶμεν μαθεῖν. Εἰ μὴ γὰρ οὕτως τοῦτο, ἀπὸ τῆς κατὰ τὴν ἑβδομάδα πρώτης ἡμέρας, ἤγουν ἁγίας Κυριακῆς, πᾶν ἡλιακὸν ἔτος κανονισθῇ, ἀμέχανον τὴν ἑβδομαδικὴν ἡμέραν ἐν οἱῳδήποτε καταλαμβάνειν μηνὶ τοὺς ψηφίζειν ἐθέλοντας. Οἷον τί λέγω; τὸ παρὸν, ὡς ἔφην, κηʹ ἔτος, Σαββάτῳ λαβὸν τὴν ἀρχὴν, εἰ μὴ τὰς πρὸ τοῦ Σαββάτου ἓξ ἡμέρας τῇ πρώτῃ τοῦ Ἀπριλίου μηνὸς ἐπεβάλομεν, οὐκ ἂν Σάββατον οὖσαν αὐτὴν ἐγινώσκομεν. Ἐπειδὴ γὰρ εἰς Παρασκευὴν τὴν κατάληξιν ἔσχε τὸ διελθὸν κζʹ ἔτος, αἱ ἰσάριθμοι τῆς Παρασκευῆς ἡμέραι λεκτικαὶ μὲν ἐκείνου τυγχάνουσιν, εἰς αὐτὴν περαιωθέντος, τούτου δὲ ἐπακταὶ, διὰ τὸ ἐπάγεσθαι τῇ πρώτῃ τοῦ Ἀπριλίου καὶ ταύτῃ διασημαίνειν τὴν ἑβδομαδικὴν ἡμέραν, ἀφ' ἧς τὸ αὐτὸ κηʹ ἔτος ἀπήρξατο. Οὕτως γὰρ ἥ τε κατὰ τὴν ἑβδομαδικὴν ἁρμονίαν φυλάττεται
XXIII. And so that our account concerning the epacts of the sun may not remain unexamined either, we say that the epacts of the years of the sun are the days lacking by retrogression in the same week from the day of the week from which the solar year begins back to the first day, namely the holy Lord's day: say, for instance, as in the current 28th year. For it began on the first of the month of April, from the seventh day, namely the Sabbath. The days, therefore, of the same week that have passed back to the Lord's day it possesses as epacts: that is to say, Friday, the 5th, the 4th, the 3rd, the 2nd, and the holy Lord's day itself; so that consequently the epacts of that 28th year itself are six. Hence, since the year about to enter, I mean the first, begins from the first day, that is to say, the holy Lord's day, it possesses 7 days as epacts, namely those counted from the Sabbath back to the past holy Lord's day. And likewise the second year also, inasmuch as it begins from the second day of the week, possesses only the one day, that is to say, the holy Lord's day, as epact, as having no other day than the Lord's day itself alone preceding it in the same week. And we observe these days so that weekly, that is to say, from the beginning of the week, we may regulate every solar year, for the finding of the day of the week, whenever we wish to learn this on any day of each month also. For unless every solar year be regulated thus from the first day of the week, namely the holy Lord's day, it is impossible for those who wish to reckon to apprehend the day of the week in any month whatsoever. What, for instance, do I mean? The present 28th year, as I said, having taken its beginning on a Sabbath, unless we had added the six days before the Sabbath to the first of the month of April, we would not have known that it was a Sabbath. For since the past 27th year had its termination on a Friday, the days equal in number to Friday are indicative of that year, which terminated upon it, and epacts of this year, because they are added to the first of April and signify for it the day of the week from which that same 28th year began. For thus both the harmony according to the weekly order is preserved
Notes, col. 1241

On the reading

Printed ἀμέχανον, for ἀμήχανον.

Printed ἁρμονίαν, for ἁρμονία.

PG 19:1244Read from the page
Πῶς τὴν ἑβδομαδικὴν ἡμέραν εἰς ἑκάστου μηνὸς ποσταίαν ἐστὶν εὑρεῖν.
How it is possible to find the day of the week on any day of each month.
ΚΔʹ. Τῷ αὐτῷ γὰρ τρόπῳ καὶ εἰς τὴν ἑκάστου μηνὸς ποσταίαν κεχρῆσθαι προσήκει τὴν ἑβδομαδικὴν ἐρευνῶντας, ᾧπερ κεχρήμεθα καὶ εἰς τὴν τοῦ Ἀπριλίου πρώτην. Οἷον τὰς ἐπακτὰς ἐπιβάλλειν τοῦ ἐνεστῶτος ἡλιακοῦ ἔτους ταῖς ἀπ' αὐτῆς τῆς πρώτης τοῦ Ἀπριλίου, μέχρι τῆς ἐν οἱῳδήποτε μηνὶ ζητουμένης ἡμῖν ποσταίας· καὶ τὰς ὅλας εἰς τὸν ἑπτὰ μερίζειν, καὶ ἐκ τῶν ἀπομενουσῶν ἰσάριθμον οὖσαν γινώσκομεν τὴν τῆς ἑβδομάδος ἡμέραν. Ἢ πάλιν καὶ κατ' ἄλλον τρόπον, αὐτάς τε τὰς ἐπακτὰς μόνας, καὶ τὰς μετὰ τὰς κηʹ τῶν μηνῶν περιττὰς, οἷον τοῦ Ἀπριλίου τὰς δύο, καὶ Μαΐου τὰς γʹ, καὶ τῶν καθεξῆς ὁμοίως, ἄχρις οὗ ἐὰν θέλωμεν ψηφίζειν μηνός· εἶτα τὴν ζητουμένην ἡμῖν ἐν αὐτῷ ποσταίαν ἐκείναις ἐμβάλλοντες, εἰς τὸν ζʹ πάλιν μερίζομεν· καὶ ἐκ τῶν ἀπομενουσῶν τὴν ἑβδομαδικὴν πάντως εὑρίσκομεν. Ταύτης οὖν ἕνεκεν τῆς αἰτίας ἐπακτὰς ἔχειν λέγονται τὰ τοῦ ἡλίου ἔτη, καὶ διὰ ταύτην αὐταῖς προσηκόντως κεχρήμεθα.
Chapter XXIV. For it is fitting, when investigating the day of the week, to use the same method also for any day of each month as we have used also for the first of April: namely, to add the epacts of the current solar year to the days from the first of April itself up to the day sought by us in whichever month, and to divide the whole by seven, and from those that remain we know the day of the week to be equal in number. Or again in another way as well: taking the epacts themselves alone, and the surplus days of the months beyond the 28, such as the two of April, and the 3 of May, and of the following months similarly, up to whichever month we wish to reckon; then adding to those the day sought by us in it, we divide again by 7; and from those that remain we unfailingly find the day of the week. For this cause, therefore, the years of the sun are said to have epacts, and on account of this we have fittingly used them.
Ποῖα τῶν τοῦ ἡλίου ἐτῶν ἀνέπακτα τυγχάνει.
Which of the years of the sun happen to be without epacts.
ΚΕʹ. Ὅθεν τὰ ἀπὸ Κυριακῆς ἀρχόμενα ἔτη, οἷον τὸ πρῶτον, τὸ ἕβδομον, τὸ δυοκαιδέκατον, τὸ ιηʹ, ἀνέπακτα λέγομεν, διὰ τὸ μηδὲ μίαν ἡμέραν προηγουμένην ἔχειν. Οὐκ ἔστι γὰρ πρὸ τῆς πρώτης ἄλλην εὑρεῖν. Ἐπεὶ ἐπακτὰς τὸ ἡλιακὸν ἔτος κατὰ τὸ τῆς σελήνης ἔτος οὐ κέκτηται. Οὐδὲ γὰρ ὑστεροῦν ὑπάρχει πρὸς τὰς τξεʹ, καθάπερ ἐκεῖνο τὰς ιαʹ· δι' ἃς καὶ τὴν τῶν ἑπτὰ ἐμβολίμων δέχεται προσθήκην μηνῶν ὁ τῆς ἐννεακαιδεκαετηρίδος κύκλος· ἀλλὰ μόνον τοῦ τὴν ἑβδομαδικὴν ἐν τοῖς δυοκαίδεκα μησὶν ἡμέραν ψηφίζεσθαι, κατὰ τὴν ἐν ἀρχῇ τῶν ἡλιακῶν ἐτῶν τῆς ἑβδομαδικῆς ἁρμονίας συνέχειάν τε καὶ παρατήρησιν. Ταῦτα καὶ περὶ τῶν ἐπακτῶν τοῦ ἡλίου.
Chapter XXV. Whence the years beginning from the Lord's day, such as the first, the seventh, the twelfth, the 18th, we call without epacts, because of having not even one preceding day. For it is not possible to find another before the first. Since the solar year does not possess epacts after the manner of the year of the moon—for neither does it fall short in relation to the 365 days, just as that one falls short by the 11 days, on account of which the cycle of the nineteen-year period also receives the addition of the seven intercalary months—but only for the sake of reckoning the day of the week in the twelve months, according to the continuity and observation of the weekly harmony at the beginning of the solar years. So much also concerning the epacts of the sun.
Περὶ τῶν προσθετῶν· τίνες τε, καὶ πόθεν αὗται τυγχάνουσιν.
Concerning the additional days: both what they are, and whence they arise.
ΚϚʹ. Αἱ δὲ προσθεταὶ ἡμέραι, αἵτινες ἀπὸ σηρικοῦ γεγραμμέναι εἰσὶν, ἃς καὶ συνεμβάλλειν ταῖς ἐπακταῖς τοῦ ἡλιακοῦ ἔτους εἰρήκαμεν τῇ ποσταίᾳ τῶν Ῥωμαϊκῶν μηνῶν, καὶ οὕτως ποιεῖσθαι τὸν εἰς τὸν ζʹ μερισμὸν, τοῦτον ἔχουσι τὸν λόγον. Διττῶς τῆς ἑβδομαδικῆς ἡμέρας, ὡς ἐδείχθη, ψηφιζομένης· κατά τε τὴν τῶν ὅλων ἄθροισιν ἡμερῶν· οἷον ἀπὸ τῆς πρώτης τοῦ Ἀπριλίου μέχρις αὐτῆς τῆς τοῦ ζητουμένου μηνὸς ποσταίας, κατά τε τὴν τῶν μετὰ τὰς κηʹ περιττῶν ἡμερῶν διακράτησιν· ταύτας δὴ τὰς περιττὰς μέχρι μὲν Σεπτεμβρίου μηνὸς ιγʹ εὑρισκομένας, μέχρι δὲ Ὀκτωβρίου ιεʹ, τῶν ιγʹ ἀφελόντας τὰς ζʹ, τὰς καὶ ἐν τῷ Σεπτεμβρίῳ διὰ σηρικοῦ κατετάξαμεν. Ὡσπεροῦν καὶ τῶν ιεʹ τὰς δύο τελοῦντες ἑβδομάδας, ἤγουν τὰς ιδʹ ἡμέρας, τὴν μίαν ἀπὸ σηρικοῦ διεγράψαμεν ἐν τῷ Ὀκτωβρίῳ· ταυτὸν γάρ ἐστι τὰς τε ιγʹ
Chapter XXVI. Now the additional days, which are written in red ink, which we have also said are to be added together with the epacts of the solar year to the day of the month of the Roman months, and thus the division by 7 is to be made, have this explanation. Since the day of the week is reckoned, as has been shown, in two ways—both according to the sum of all the days, such as from the first of April up to the day itself of the month sought, and according to the retention of the surplus days beyond the 28—these surplus days, then, being found up to the month of September to be 13, and up to October 15, after subtracting the 7 from the 13, we set down the remaining 6 in September in red ink. Just as, therefore, completing also the two weeks, that is to say the 14 days, out of the 15, we wrote the one in red ink in October; for it is the same thing both to keep the 13
Notes, col. 1244

On the reading

Printed τὰς τε, for τάς τε.

PG 19:1245Read from the page
καὶ τὰς ιεʹ τηρῆσαι, καὶ μόνας τὰς ϛʹ καὶ τὴν αʹ, ἐν τοῖς αὐτοῖς δύο κατατάξαι μησὶ τῆς ἑβδομαδικῆς ἡμέρας χάριν εὑρήσεως· κατὰ τὴν συμπαράληψιν δηλονότι τῶν ἐπακτῶν τοῦ ἐνεστῶτος ἡλιακοῦ ἔτους, ὁποῖον δ' ἂν εἴη τὸ ψηφιζόμενον, εἴτε πρῶτον εἴτε δεύτερον, μέχρις ἁπλῶς τοῦ κηʹ ἔτους. Ὁ δὲ αὐτὸς καὶ περὶ τῶν δʹ, καὶ μιᾶς ἀπὸ σηρικοῦ προσθετῶν ἡμερῶν λόγος ἐστὶν ἔν τε Μαρτίῳ, καὶ Φεβρουαρίῳ καὶ Ἰανουαρίῳ κατατεταγμένων· εἰ καὶ διὰ προσθήκης ἡμερῶν ὁ ἐκδηματικὸς αὐτῶν λόγος καὶ κανὼν γέγονε ἐναντίως τοῖς ἐξ ἀφαιρέσεως κανονιζομένοις μησίν· οἷον τῷ Σεπτεμβρίῳ καὶ Ὀκτωβρίῳ· καθότι τοῦ ἐλθόντος ἡλιακοῦ ἔτους ἐκεῖνοι λογίζονται καὶ εἰσίν. Οὐ γὰρ ἄλλως ἢ οὕτως ἔμελλον ἂν ἐκ τοῦ ἐνεστῶτος, ἤγουν τῶν αὐτοῦ ἐπακτῶν ψηφίζεσθαι, καὶ τὴν ἑβδομαδικὴν ἡμέραν δήλην ἐθέλουσι παριστᾷν. Λυσιτελεῖ γὰρ πάντως εἰς τὸ τὴν μετάθεσιν ἀπὸ Κυριακῆς, καὶ βʹ, καὶ τρίτης, καὶ τῶν καθεξῆς εἰς τὴν ἄλλην ἁγίαν Κυριακὴν ποιήσασθαι ἐν τῷ δεξιῷ καὶ εὐωνύμῳ κανονίῳ· τὸ μὲν, ὡς εἴρηται διὰ τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν, ἤγουν τὴν ἀποκρεώσιμον ἑορτὴν, τὸ δὲ, διὰ τὸ σωτήριον Πάσχα. Ταῦτα καὶ
and the 15, and to set down only the 6 and the 1 in those same two months for the sake of finding the day of the week—along with the inclusion, plainly, of the epacts of the current solar year, whichever year may be reckoned, whether first or second, simply up to the 28th year. And the same account holds also concerning the 4 and the one additional days in red ink set down in March, and February, and January; even if through an addition of days theirweekly account and rule has come about contrariwise to the months regulated by subtraction, such as September and October, inasmuch as those belong to and are reckoned as part of the following solar year. For not otherwise than thus would they be about to be reckoned from the current year, that is to say from its epacts, and present the day of the week clear to those who wish. For it is altogether profitable towards making the transfer from the Lord's day, and the 2nd, and the third, and the following days to the other holy Lord's day in the right and left table: the one, as has been said, on account of the entrance of the holy fasts, that is to say the feast of Meatfare, and the other on account of the saving Pascha. So much also
Περὶ τῶν ἐπακτῶν τῆς σελήνης, πῶς αὗται ψηφίζονται.
Concerning the epacts of the moon, how these are reckoned.
ΚΖʹ. Τούτων δὲ οὕτως εἰρημένων, δεῖ περὶ τῶν ἐν τῷ εὐωνύμῳ κανονίῳ τεταγμένων ἐπακτῶν τῆς σελήνης καὶ αὖθις ἐπαναλαβεῖν, καὶ δεῖξαι πῶς αὗται ψηφίζονται. Χρὴ τοίνυν τὸ ἐνιστάμενον τῆς σελήνης ἔτος ἑνδεκαπλασιάσαι· οἷον ὡς ἐπὶ τοῦ παρόντος δʹ καὶ ιʹ καὶ τὰς ἐκ τοῦ πολυπλασιασμοῦ συναγομένας ἡμέρας ρνδʹ ποιῆσαι παρὰ δύο ἡμέρας, διὰ τὸ πρῶτον τῆς σελήνης ἔτος θʹ μόνον ἐπακτὰς ἔχειν· καὶ οὕτως εἰς τὸν λʹ, διὰ τοὺς ἐμβολίμους μῆνας ταύτας μερίσαι. Λέγω δὲ τὰς ρνβʹ καὶ τὰς ὑπολειπομένας, τουτέστι τὰς δύο ἡμέρας, ἐπακτὰς ἔχειν τὸ τῆς σελήνης ἔτος γινώσκεται· ἃς καὶ διαγεγραμμένας ἔχει τὸ αὐτὸ δʹ καὶ ιʹ ἔτος ἐν τῷδε τῷ κανονίῳ. Οὕτως οὖν καὶ ἐπ' ἄλλου παντὸς ἔτους σελήνης προσήκει ποιεῖν. Αὗται δὲ ἐπακταὶ ἡμέραι τυγχάνουσιν, ἃς τὸ ἔτος τῆς σελήνης πάντη τε καὶ πάντως ἔχον εὑρίσκεται κατὰ τὴν τριακάδα πρώτην τοῦ Μαρτίου μηνός. Ἐπειδὴ
Chapter XXVII. Now these things having been thus stated, it is necessary to take up once more concerning the epacts of the moon set down in the left-hand table, and to show how these are reckoned. One must therefore multiply the current year of the moon by eleven—as for instance in the case of the present 14th year—and make the 154 days gathered from the multiplication less by two days, because the first year of the moon has only 9 epacts; and thus divide these by 30 on account of the intercalary months. I mean the 152 days; and the remaining ones, that is the two days, the year of the moon is known to have as epacts; which very ones the same 14th year also has written out in this table. Thus, therefore, in the case of every other year of the moon also it is fitting to do. And these epacts happen to be the days which the year of the moon is altogether and unfailingly found having on the thirty-first of the month of March. Since
Πῶς ἐν ἑκάστῳ μηνὶ τῆς σελήνης ποσταίαν εὑρίσκομεν.
How in each month we find the day of the moon.
ΚΗʹ. Οἷον τὰς ἀπὸ τῆς πρώτης Ἀπριλίου μέχρι τῆς ζητουμένης ἐν οἱῳδήποτε μηνὶ Ῥωμαϊκῷ ποσταίας ἡμέρας ἀθροίζομεν. Καὶ ταύτας ἐπιβάλλομεν τὰς εἰρημένας τῆς σελήνης ἐπακτάς· ἃς ἔχουσα, καθὼς ἔφην, εὑρίσκεται κατὰ τὴν εἰρημένην τριακάδα πρώτην τοῦ Μαρτίου μηνός. Καὶ εἰς τὰς κθʹ ἥμισυ τὰς ὅλας μερίζομεν· καὶ τὰς ἀπομενούσας ἔχουσαν τὴν σελήνην γινώσκομεν. Ταῦτα καὶ περὶ τῆς τῶν ἐπακτῶν τῆς σελήνης μεθόδου τε καὶ εὑρέσεως.
Chapter XXVIII. Namely, we sum up the days from the first of April until the day sought in whichever Roman month. And to these we add the aforesaid epacts of the moon, having which, as I said, it is found on the aforesaid thirty-first of the month of March. And we divide the whole by 29 and a half; and we know the moon to have the remaining days. So much also concerning both the method and the finding of the epacts of the moon.
PG 19:1248Read from the page
Περὶ τῶν ἐπακτῶν τοῦ ἡλίου, πῶς καὶ αὗται ψηφίζονται.
Concerning the epacts of the sun, how these also are reckoned.
ΚΘʹ. Δεῖ δὲ καὶ περὶ τῶν ἡλιακῶν ἐπακτῶν γνωρίσαι, πῶς καὶ ταύτας ἐστὶ καταλαβεῖν. Χρὴ τοίνυν τῷ ἐνισταμένῳ ἡλιακῷ ἔτει, φέρε εἰπεῖν ὡς ἐπὶ τοῦ παρόντος κηʹ ἔτους, ἰσαρίθμους αὐτῷ κρατεῖν ἡμέρας παρὰ μίαν μόνην ἡμέραν, τουτέστιν κζʹ ἡμέρας, ἰσάριθμα δὲ τέταρτα παρ' οὐδὲ ἓν τέταρτον αὖθις συμπαραλαμβάνειν· τουτέστιν κηʹ, δδʹ, ἅπερ ποιοῦσιν ἡμέρας προδήλως ἑπτά· καὶ οὕτως τὰς ὅλας, ἤγουν τὰς λδʹ μερίζειν εἰς τὴν ζʹ διὰ τὰς ἑβδομάδας. Καὶ τὰς ὑπολοίπους, τουτέστι τὰς ϛʹ ἡμέρας, ἐπακτὰς ἔχον γινώσκεται τὸ αὐτὸ κηʹ ἔτος· ἃς ἐν αὐτῷ καὶ διεγράψαμεν ἐν τῷδε τῷ κανονίῳ, καθὰ καὶ τοῖς λοιποῖς τὰς προσφόρους. Οὕτως οὖν καὶ ἐπ' ἄλλου παντός ἐστι ποιεῖν εἰς εὕρεσιν τῶν αὐτοῦ ἐπακτῶν.
Chapter XXIX. It is necessary to make known also concerning the solar epacts, how it is possible to grasp these too. One must therefore, for the current solar year—for instance, in the case of the present 28th year—retain days equal in number to it less one single day, that is 27 days, and again take along quarters equal in number less not even one quarter, that is 28 quarters, which manifestly make seven days; and thus divide the whole, that is to say the 34 days, by 7 on account of the weeks. And the same 28th year is known to have the remaining ones, that is the 6 days, as epacts; which we have also written out in it in this table, just as for the rest the fitting ones. Thus, therefore, it is possible to do in the case of every other year also for the finding of its epacts.
Πῶς καὶ ἴσας, καὶ περιττὰς ἀλλήλων ἐπακτὰς ἔχουσι τὰ τοῦ ἡλίου ἔτη.
How the years of the sun have epacts both equal to and exceeding one another.
Λʹ. Ἕκαστον μὲν γὰρ ἔτος ἡλίου μίαν τέταρτον κέκτηται ἐπακτὴν, οὐκ ἄλλην οὖσαν τὸ σύνολον ἢ τὴν μετὰ τὰς νβʹ ἑβδομάδας περιττεύουσαν ἐκ τῶν τξεʹ, δʹ ἡμερῶν· δύο δὲ, καὶ γʹ, καὶ δʹ, καὶ μέχρις ἁπλῶς τῶν ζʹ λέγεται ἔχειν διὰ τὴν ἐξ ἀλλήλων εἰς ἄλληλα γινομένην ταύτης δὲ τῆς μιᾶς τέταρτον παραπομπήν τε καὶ αὔξησιν. Ἕως γὰρ τῆς ἑβδομαδικῆς συμπληρώσεως, ἤγουν τῶν ζʹ ἡμερῶν, καθ' εἱρμὸν ἐν τοῖς ἔτεσιν αὐξανομένη πάλιν ἀπάρχεται. Καθότι δὲ βίσεξτόν ἐστι, καὶ ἐκ τῶν τετάρτων τῆς τετραετηρίδος ἀθροισθεῖσα μία ἡμέρα, κατ' ἐπίκλησιν ταύτης περιττή πως ἡ τῶν ἐπακτῶν τοῦ διαδεχομένου ἔτους ἐπαύξησις γίνεται, δύο ἡμέρας ἀντὶ μιᾶς προσλαμβάνοντος· ὡς ἔστιν ἰδεῖν ἐπ' αὐτοῦ τοῦ προκειμένου κηʹ. Τέσσαρας γὰρ ἔχοντος τοῦ πρὸ αὐτοῦ, τουτέστι τοῦ κζʹ, ἓξ τοῦτο διὰ τὴν ἐκ τῶν τετάρτων ἀθροισθεῖσαν ἡμέραν ἐκτήσατο. Ὅθεν οὐδὲ εἰς τὴν αὐτὴν ἡμέραν, ἐξ ἧς ἀπήρξατο, καὶ κατέληξε τὸ λεχθὲν κζʹ ἔτος. Ἐπειδὴ διὰ μὲν τῶν τξεʹ εἰς τὴν ἐξ ἧς ἀπήρξατο καταλήγει πάντως· οἷον ἀπὸ Κυριακῆς εἰς Κυριακὴν, ἢ δευτέρας εἰς δευτέραν. Διὰ δὲ τῶν τξϛʹ εἰς τὴν μετὰ τὴν ἀφ' ἧς ἡμέραν ἀπήρξατο· τουτέστιν ἀπὸ Κυριακῆς εἰς δευτέραν, ἢ ἀπὸ ταύτης εἰς τρίτην· καὶ ἑξῆς ὁμοίως. Διὰ ταῦτά τοι προσήκει ποεῖσθαι τοῦ ἡλίου ἐπακτῶν τὴν παρατήρησιν, καὶ ταύτας ψηφίζειν κατὰ τὸν ἀποδειχθέντα τρόπον· οἷον, ἵνα καὶ πάλιν εἴπωμεν, τὰς ἰσαρίθμους αὐτοῦ τοῦ ἐνισταμένου ἡλιακοῦ ἔτους, οἷον δ' ἂν εἴη τὸ ψηφιζόμενον, λαμβάνειν ἡμέρας παρὰ μόνην μίαν ἡμέραν, καὶ τὰ ἰσάριθμα τέταρτα παρ' οὐδὲ ἓν τέταρτον, καὶ μερίζειν εἰς τὸν ζʹ· καὶ τὰς ὑπολοίπους ἐπακτὰς ἔχον εὑρίσκεται πάντως αὐτὸ τὸ εἰς τὴν ζήτησιν ἡμῖν παρακείμενον ἔτος. Τὰς ἰσαρίθμους δὲ τοῦ ἔτους ἡμέρας παρὰ μίαν ἡμέραν ποιεῖν εἴπομεν, ἐπειδὴ τὸ πρῶτον ἔτος τέταρτον εἰς ἐπακτὴν ἔχον καταγέγραπται, διὰ τὸ ἀπὸ πρώτης, ἤγουν ἁγίας Κυριακῆς αὐτὸ κανονίζεσθαι. Πᾶν γὰρ ἔτος ἀπὸ Κυριακῆς ἀρχόμενον, ὡς ἀνωτέρω λέλεκται, οὐδὲ μίαν ἐπακτὴν τὸ σύνολον κέκτηται, πλὴν ἴσως ποστημορίων τινῶν, οἷον τε-
Chapter XXX. For each year of the sun possesses one day and a quarter as epact, being nothing else in all than that which remains over after the 52 weeks out of the 365 and 1/4 days; yet it is said to have two, and 3, and 4, and simply up to 7, on account of the transmission and increase of this one and a quarter taking place from one to another. For increasing in order in the years up to the weekly completion, that is to say of the 7 days, it begins again. And inasmuch as there is a bissextile, and one day is gathered together from the quarters of the four-year period, by the accession of this day the increase of the epacts of the succeeding year becomes in a way excessive, taking on two days instead of one, as is to be seen in the case of the 28th year itself set before us. For while the year before it, that is the 27th, had four, this one acquired six on account of the day gathered from the quarters. Whence neither did the said 27th year also end on the same day from which it began. Since through the 365 days it unfailingly ends on that from which it began, such as from the Lord's day to the Lord's day, or from the second day to the second; whereas through the 366 days, on the day after that from which it began, that is from the Lord's day to the second day, or from this to the third, and so on similarly. On account of these things, then, it is fitting to make the observation of the epacts of the sun, and to reckon these according to the manner demonstrated: namely, that we may say it once again, to take the days equal in number to the current solar year itself, whichever may be the one reckoned, less one single day, and the quarters equal in number less not even one quarter, and divide by 7; and the year itself lying before us for investigation is unfailingly found having the remaining ones as epacts. And we said to make the days equal in number to the year less one day, since the first year has been registered as having a quarter for an epact, on account of its being regulated from the first day, that is to say the holy Lord's day. For every year beginning from the Lord's day, as has been said above, possesses not even one epact in all, except perhaps some fractions, such as a quar-
Notes, col. 1248

On the reading

Printed ποεῖσθαι, for ποιεῖσθαι.

PG 19:1249Read from the page
τάρτου· ἢ ἡμίσεος, ἢ ἡμίσεος τετάρτου· ἅπερ οὐδαμῶς συντελοῦσιν εἰς ἑβδομαδικῆς ἡμέρας ἐξεύρεσιν, ἕως ἂν διὰ τῆς τετραετηρίδος ἡμέραν μίαν ποιήσωσιν.
ter, or a half, or a half and a quarter, which in no way contribute to the finding of a day of the week until through the four-year period they make one day.
Πῶς ἄλλως τάς τε τοῦ ἡλίου καὶ τῆς σελήνης ἐπιτηρῆσαι δυνατόν ἐστιν ἐπακτάς.
How in another way it is possible to observe the epacts both of the sun and of the moon.
ΛΑʹ. Καὶ ἵνα συντόμως εἴπω περί τε τῶν τοῦ ἡλίου καὶ τῆς σελήνης ἐπακτῶν, καὶ τῆς τούτων ῥᾳδίας καταλήψεως, ἡ μὲν σελήνη, ἤγουν τὸ κατ' αὐτὴν ἐνιστάμενον ἔτος, τοσαύτας ἐπακτὰς ἔχει πάντως ἀεὶ, ὅσας ἡμέρας εὑρίσκεται κεκτημένη κατὰ τὴν τριακάδα πρώτην τοῦ Μαρτίου μηνός· ὁ δὲ ἥλιος, ἤγουν τὸ ἐνιστάμενον αὐτοῦ ἔτος, ἰσαρίθμους κέκτηται πάντως ἀεὶ τὰς οἰκείας ἐπακτὰς τῇ ἑβδομαδικῇ ἡμέρᾳ, εἰς ἣν καταντῆσαν τὸ πρὸ αὐτοῦ ἔτος ἐπεραιώθη κατὰ
Chapter XXXI. And that I may speak concisely concerning the epacts both of the sun and of the moon, and the easy apprehension of these: the moon, that is to say the current year according to it, unfailingly always has as many epacts as the days of age it is found possessing on the thirty-first of the month of March; while the sun, that is to say its current year, unfailingly always possesses its own epacts equal in number to the day of the week at which the year before it arrived and ended on
Περὶ τῆς κατὰ σάρκα τοῦ Σωτῆρος γεννήσεως, τοῦ τε βαπτίσματος, καὶ τοῦ πάθους, ποίῳ γεγόνασιν ἡλίου καὶ σελήνης ἔτει, καὶ ποίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος.
Concerning the birth according to the flesh of the Saviour, and the baptism, and the passion: in what year of the sun and of the moon they took place, and on what day of the week.
ΛΒʹ. Τούτων οὕτως εἰρημένων, τῶν ἀναγκαιοτάτων ἐστὶν ἐπισημήνασθαι καὶ τὸ τῆς κοσμογενείας ἔτος, ἐν ᾧ τὴν ὑπερκόσμιον ἐν κόσμῳ πεποίηται σάρκωσιν ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ Παρθένου Μαρίας ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός. Ἦν οὖν τὸ τηνικαῦτα ͵εφαʹ ἔτος, κατὰ τὴν ἐν δέλτοις ἱεροῖς ἀναγραφὴν, τῶν ἀπὸ Ἀδὰμ ἀριθμουμένων ἐτῶν. Ἐν τούτῳ γὰρ ὅ τε εὐαγγελισμὸς γέγονε τῆς Παρθένου, καὶ ἡ ἐξ αὐτῆς αὐτοῦ ἄφθορος καὶ πανάγαθος γέννησις. Ἔτος δὲ ἦν ἡλίου τὸ ιγʹ, σελήνης τὸ ιʹ, ἡμέρα δὲ τῆς ἑβδομάδος τοῦ μὲν εὐαγγελισμοῦ βʹ· τῆς δὲ γεννήσεως δʹ. Οὕτω δὲ καὶ τὸ πάμφωτον αὐτοῦ καὶ ὑπέρφωτον βάπτισμα τῷ ͵εφλʹ γέγονεν. Ἔτος δὲ ἦν ἡλίου μὲν ιδʹ, σελήνης δὲ τὸ αʹ, ἡμέρα δὲ τῆς ἑβδομάδος γʹ. Πάλιν δὲ τὸ σωτήριον αὐτοῦ πάθος, ἤγουν ἡ σταύρωσις, τῶν ͵εφλδʹ. Ἔτος δὲ ἦν ἡλίου μὲν ιηʹ, σελήνης δὲ εʹ, ἡμέρα δὲ προδήλως Παρασκευή· ὡς εἶναι τὰ ἀπὸ τῆς ἐνανθρωπήσεως αὐτοῦ μέχρι τῆς νῦν ἐνισταμένης ἰνδικτιῶνος, ἔτους λαʹ τῆς βασιλείας Ἡρακλείου τοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως, ἔτη χλγʹ. Τὰ δὲ ἀπὸ τοῦ σωτηρίου βαπτίσματος καὶ τοῦ πάθους, δῆλα πάλιν ἐκ τούτων καθέστηκεν, ὡς τὰ μέν εἰσιν χδʹ, τὰ δὲ χαʹ.
Chapter XXXII. These things having been thus stated, it is among the most necessary things to mark also the year of the creation of the world in which our Lord and God Jesus Christ accomplished in the world His supercosmic incarnation from the holy Mother of God and ever-Virgin Mary. It was, therefore, at that time the 5501st year, according to the record in the sacred books, of the years numbered from Adam. For in this year took place both the annunciation of the Virgin and His incorrupt and all-good birth from her. And the year of the sun was the 13th, of the moon the 10th, and the day of the week of the annunciation was the 2nd, and of the birth the 4th. And thus also His all-luminous and super-luminous baptism took place in the 5530th year. And the year of the sun was the 14th, and of the moon the 1st, and the day of the week the 3rd. And again, His saving passion, that is to say the crucifixion, of the 5534th. And the year of the sun was the 18th, and of the moon the 5th, and the day manifestly Friday; so that the years from His incarnation until the now current indiction, of the 31st year of the reign of Heraclius our most pious emperor, are 633 years. And those from the saving baptism and the passion are again made clear from these, that the former are 604, and the latter 601.
Διὰ τί διαφόρῳ τῷ τῆς ἰνδικτιῶνος ἔτει τὸ τῆς γεννήσεως τοῦ Κυρίου κανονίζεται ἔτος· καὶ πῶς ἡ ἰνδικτιὼν, καὶ πόθεν ψηφίζεται.
Why the year of the birth of the Lord is regulated by a different year of the indiction; and how and whence the indiction is reckoned.
ΛΓʹ. Ἐφ' ἑκάστου δὲ τούτων τὴν ἐπινέμησιν, ἣν ἰνδικτιῶνα οἱ Ῥωμαῖοι προσαγορεύουσι, διάφορον οὖσαν εὑρίσκομεν· ὡς διαφώνως ταύτης ψηφιζομένης ἔκ τε τῶν ἀπὸ Ἀδὰμ ἐτῶν καὶ τῶν ἀφ' οὗ γέγονεν αὕτη. Γέγονε δὲ κατὰ τοὺς ἱστοριογραφοῦντας ἀπὸ Αὐγούστου Καίσαρος, τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ. Τότε δὲ ἦν τῆς κοσμογενείας τὸ ͵ευξʹ· ἅπερ, εἰς τὸν ιεʹ λυόμενα, τὸ τέλος τῆς ἰνδικτιῶνος παρίστησιν, ἤγουν αὐτὸ ιεʹ ἔτος· ἐν ᾧ ταύτης ἐκεῖνος κατὰ τὸ δόξαν θέμενος τὴν ἀρχὴν, πρῶτον τὸ τελευταῖον πεποίηκεν. Ὡς ἐντεῦθεν ἓν ἔτος προτρέχειν λοιπὸν τὴν ἀπὸ δευτέρου ἔτους τῆς βασιλείας Αὐγούστου
Chapter XXXIII. Now in each of these we find the assessment, which the Romans call an indiction, to be different, inasmuch as this is reckoned differently both from the years from Adam and from the years since it came into being. And it came into being, according to the historians, from Augustus Caesar, in the second year of his reign. And at that time it was the 5460th year of the creation of the world; which, when divided by 15, presents the end of the indiction, that is to say the 15th year itself; in which that man, having set its beginning according to his decree, made the last first. So that from this the indiction reckoned from the second year of the reign of Augustus runs ahead thereafter by one year
PG 19:1252Read from the page
ψηφιζομένην ἰνδικτιῶνα, τῆς ἀπὸ κτίσεως κόσμου ψηφιζομένης, κατὰ τὴν τῶν ἀπὸ Ἀδὰμ ἐτῶν εἰς τὸν ιεʹ γενομένην ἀνάλυσιν. Ὅθεν κατὰ ταύτην μὲν τὴν ψῆφον ἔτος ἰνδικτιῶνος ιαʹ ἦν, ἐν ᾧ γέγονεν ἡ κατὰ σάρκα τοῦ Σωτῆρος γέννησις· κατ' ἐκείνην δὲ ιβʹ, διὰ τὸ ἓν προλαμβάνειν ἔτος. Οὕτω δὲ καὶ τὸ πανίερον βάπτισμα ιʹ καὶ ιαʹ, καὶ τὸ σωτήριον πάθος ιδʹ καὶ ιεʹ. Τῷ γὰρ μγʹ τῆς βασιλείας Αὐγούστου τὴν καθ' ἡμᾶς ὡς ἄνθρωπος πεποίηται γέννησιν ὁ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθεὶς ὡς Θεός. Τὰ οὖν μβʹ μεριζόμενα παρὰ τὸν ιεʹ, ιβʹ τῆς ἰνδικτιῶνος ἔτει γεγενῆσθαι, καθὼς ἔφην, παριστᾷ τοῦ Κυρίου τὴν γέννησιν· ὥσπερ οὖν καὶ ἐν ιαʹ πάλιν τὰ ͵εφαʹ μεριζόμενα εἰς τὸν αὐτὸν ἀριθμόν. Ἔστι δὲ δι' ἀμφοτέρων τῶν ψήφων καὶ τὸ νῦν ἐνιστάμενον τῆς ἰνδικτιῶνος ἔτος κατὰ τὸν ὅμοιον τρόπον εὑρεῖν· οἷον τοῖς μὲν ἀπὸ Ἀδὰμ διὰ τὴν εἰρημένην αἰτίαν κατὰ πρόσθεσιν ἑνὸς ἔτους γενομένοις ͵ϛρλδʹ, καὶ εἰς τὸν ιεʹ λυομένοις· τοῖς δὲ ἀπὸ βʹ ἔτους τῆς βασιλείας Αὐγούστου μόνοις οὖσι τὸν ἀριθμὸν χοδʹ, καὶ εἰς τὸν αὐτὸν
of the indiction reckoned from the creation of the world, according to the resolution of the years from Adam into 15. Whence according to the latter reckoning it was the 11th year of the indiction in which the birth according to the flesh of the Saviour took place; whereas according to the former, the 12th, on account of anticipating by one year. And thus also the all-holy baptism is the 10th and 11th, and the saving passion the 14th and 15th. For in the 43rd year of the reign of Augustus He Who before the ages was begotten from the Father as God accomplished His birth amongst us as man. The 42 years, therefore, divided by 15, present the birth of the Lord as having taken place, as I said, in the 12th year of the indiction; just as again in the 11th when the 5501 years are divided by the same number. And it is possible through both reckonings to find also the now current year of the indiction in the like manner: namely, by the years from Adam becoming, on account of the aforesaid cause by the addition of one year, 6134, and being divided by 15; and by the years from the 2nd year of the reign of Augustus alone being 674 in number, and by the same
Περὶ τοῦ κατὰ τὸν Ζαχαρίαν χρηματισμοῦ, καὶ τῶν τοῦ Ἰωάννου καὶ Σωτῆρος ἐτῶν.
Concerning the divine response given to Zacharias, and the years of John and of the Saviour.
ΛΔʹ. Προσήκει δὲ καὶ τὸν περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ γενόμενον χρηματισμὸν τῷ Ζαχαρίᾳ, οὗ πρόσθεν ἐμνήσθημεν, ἐν τάξει δι' ἀκριβείας ὑπομνηματίσαι, κατὰ ποῖον οὗτος ἡλίου καὶ σελήνης γέγονεν ἔτος. Καὶ τοῖς μὲν ἐπιστατοῦσι δῆλον τοῦτο καθέστηκεν, ὡς ἑκάτερον τὸ πρὸ τῆς τοῦ Σωτῆρος ὑπάρχει γεννήσεως· οἷον ἡλίου μὲν τὸ ιβʹ, σελήνης δὲ τὸ θʹ, μὴν δὲ κατὰ Ῥωμαίους Σεπτέμβριος ἦν, εἰκάδα ζʹ ἔχων, ἡμέρα τῆς ἑβδομάδος εʹ. Τὸ γὰρ τῆς αὐτοῦ τοῦ Ἰωάννου γεννήσεως τὸ αὐτὸ ἦν ἡλίου τε καὶ σελήνης ἔτος, ἐν ᾧ γέγονεν ἡ τοῦ Σωτῆρος γέννησις· εἰς ὃ μὴν προδήλως ἕτερος, Ἰούνιος ὢν, καὶ εἰκάδα δʹ ἔχων, ἡμέρα δὲ τῆς ἑβδομάδος βʹ. Πάλιν δὲ τὸ τῆς αὐτοῦ τελειώσεως, ἤγουν ἀποτομῆς, ἡλίου μὲν τὸ ζιʹ, σελήνης δὲ τὸ δʹ· μὴν δὲ Αὔγουστος, εἰκάδα θʹ ἔχων, ἡμέρα τῆς ἑβδομάδος γʹ. Ὡς εἶναι τὰ μὲν κατὰ σάρκα τοῦ Σωτῆρος ἔτη λγʹ, ἡμέρας πθʹ· τὰ δὲ Ἰωάννου τοῦ
Chapter XXXIV. And it is fitting also to record in order with exactness the divine response concerning John the Baptist that came to Zacharias, of which we made mention before, in what year of the sun and of the moon this took place. And to those who pay attention this has been made clear, that each of the two is the year before the birth of the Saviour: namely, of the sun the 12th, and of the moon the 9th, and the month according to the Romans was September, having the 27th, the 5th day of the week. For the year of the birth of John himself was the same year both of the sun and of the moon in which took place the birth of the Saviour; in which the month was manifestly different, being June, and having the 24th, and the 2nd day of the week. And again, that of his perfection, that is to say his beheading, was of the sun the 17th, and of the moon the 4th; and the month was August, having the 29th, the 3rd day of the week. So that the years according to the flesh of the Saviour are 33 years, 89 days; while those of John the
Ἀλλ' ἔχων, θεοφύλακτε δέσποτα, τούτων ἐπιτόμως ὑποδειχθεῖσαν τὴν εἴδησιν, ἀντέχου τῆς τῶν ἱερῶν τοῦ Σωτῆρος ἡμῶν τελετῶν ἱερᾶς πανηγύρεως· ἵνα ἑξῆς ἀδιαδόχως σε διαδεχομένην τὴν ἐν οὐρανοῖς μετ' ἀγγέλων τε χοροστασίαν καὶ πανήγυριν, εὐχαῖς καὶ πρεσβείαις τῆς πανενδόξου καὶ ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀεὶ Παρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.
But having, O God-guarded master, the knowledge of these things concisely set forth, hold fast to the sacred festival of the sacred solemnities of our Saviour; so that hereafter you may attain the choir-standing and festival in the heavens with the angels succeeding you without interruption, through the prayers and intercessions of our all-glorious and immaculate Lady, the Mother of God and ever-Virgin Mary, and of all the saints. Amen.
Ἐξήγησις τοῦ δευτέρου κανονίου.
Explanation of the second table.
Αʹ. Ἐπειδὴ προεστειλάμεθα κατὰ τάξιν εἰς τὴν ἤδη γενομένην ἐξήγησιν ἐν τίσι καὶ πόσοις ἔτεσι τῆς
Chapter I. Since we have set forth in order in the explanation already given in which and how many years of the