Migne Reading Room

PG 19 · cols. 1280–1289 · Read from the page

Isaac the Monk, Ecclesiastical Computus

Isaac the Monk, Ecclesiastical Computus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1280Read from the page
Ἐν ἔτει γʹ τῆς βασιλείας Δαρείου τοῦ Μήδου ὑπὸ Ιησοῦ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ὁ ἐν Ἱεροσολύμοις αὖθις ᾠκοδομήθη ναός. Ἦν δὲ τῶν ἀπὸ Ἀδὰμ τὸ ͵ειαʹ.
In the 3rd year of the reign of Darius the Mede the temple in Jerusalem was built again by Joshua the son of Jozadak and Zerubbabel the son of Shealtiel. And of the years from Adam it was the 5011th.
Ἐν ἔτει βʹ τῆς βασιλείας Αὐγούστου Καίσαρος αἱ Ἴνδικτοι ἤρξαντο ψηφίζεσθαι, καὶ οἱ τῶν Ῥωμαίων μῆνες οὐ πρότερον ἢ κατ' ἐκεῖνο καιροῦ πρὸς αὐτῶν ἐπινοηθέντες. Ἦν δὲ τῶν ἀπὸ ⟨Ἀ⟩δὰμ τὸ ͵ευξʹ.
In the 2nd year of the reign of Augustus Caesar the Indictions began to be reckoned, and the months of the Romans, having been devised by them not earlier than at that time. And of the years from Adam it was the 5460th.
Ἐν ἔτει μγʹ αὐτοῦ γεννᾶται καθ' ἡμᾶς ὁ ὑπὲρ ἡμᾶς μονογενὴς τοῦ Πατρὸς Υἱὸς Ἰησοῦς Χριστὸς, καὶ φύσει γίνεται δι' ἡμᾶς τέλειος ἄνθρωπος, φύσει τέλειος δι' ἑαυτὸν ὑπάρχων Θεός. Ἦν δὲ τῶν ἀπὸ Ἀδὰμ τὸ ͵εφαʹ.
In the 43rd year of the same is born according to us the Only-begotten Son of the Father Who is above us, Jesus Christ, and by nature becomes for our sake perfect man, being by nature perfect God through Himself. And of the years from Adam it was the 5501st.
Ἐν ἔτει ιεʹ τῆς βασιλείας Τιβερίου ἐν τῷ Ἰορδάνῃ βαπτίζεται, καὶ τὴν ἐν Πνεύματι ἁγίῳ τοῖς πιστεύουσιν υἱοθεσίαν χαρίζεται. Ἦν δὲ τῶν ἀπὸ Ἀδὰμ τὸ ͵εφλʹ.
In the 15th year of the reign of Tiberius He is baptized in the Jordan, and grants adoption in the Holy Spirit to those who believe. And of the years from Adam it was the 5530th.
Ἐν ἔτει ιθʹ τοῦ αὐτοῦ ἐπὶ τὸ σωτήριον ἵεται πάθος, ἀπάθειαν ἐντεῦθεν τῇ ἡμετέρᾳ φύσει δωρούμενος. Ἦν δὲ τῶν ἀπὸ Ἀδὰμ τὸ ͵εφλδʹ.
In the 19th year of the same He comes to the saving passion, bestowing impassibility thence upon our nature. And of the years from Adam it was the 5534th.
Ἐν ἔτει κʹ τῆς βασιλείας Κωνσταντίνου ἡ ἐν Νικαίᾳ γέγονε σύνοδος. Ἦν δὲ τῶν ἀπὸ Ἀδὰμ τὸ ͵εωιϛʹ, τῶν ἀπὸ Χριστοῦ δὲ τὸ τιϛʹ.
In the 20th year of the reign of Constantine the synod in Nicaea took place. And of the years from Adam it was the 5816th, and of those from Christ the 316th.
Ἐν ἔτει βʹ τῆς βασιλείας Θεοδοσίου ἡ ἐν Κωνσταντινουπόλει γέγονε σύνοδος. Ἦν δὲ τῶν μὲν ἀπὸ Ἀδὰμ τὸ ͵εωοβʹ, τῶν δὲ ἀπὸ Χριστοῦ τὸ τοβʹ.
In the 2nd year of the reign of Theodosius the synod in Constantinople took place. And of the years from Adam it was the 5872nd, and of those from Christ the 372nd.
Ἐν ἔτει ιγʹ τῆς βασιλείας Θεοδοσίου τοῦ νέου ἡ ἐν Ἐφέσῳ τὸ πρότερον γέγονε σύνοδος. Ἦν δὲ τῶν μὲν ἀπὸ Ἀδὰμ τὸ ͵εϡιγʹ, τῶν δὲ ἀπὸ Χριστοῦ τὸ υιγʹ.
In the 13th year of the reign of Theodosius the younger the first synod in Ephesus took place. And of the years from Adam it was the 5913th, and of those from Christ the 413th.
Ἐν ἔτει αʹ τῆς βασιλείας Μαρκιανοῦ ἡ ἐν Καλχηδόνι γέγονε σύνοδος. Ἦν δὲ τῶν μὲν ἀπὸ Ἀδὰμ τὸ ͵εϡμγʹ, τῶν δὲ ἀπὸ Χριστοῦ υμγʹ.
In the 1st year of the reign of Marcian the synod in Chalcedon took place. And of the years from Adam it was the 5943rd, and of those from Christ 443.
Ἐν ἔτει κϛʹ βασιλείας Ἰουστινιανοῦ ἡ εʹ γέγονε σύνοδος. Ἦν δὲ τῶν μὲν ἀπὸ Ἀδὰμ τὸ ͵ϛμεʹ, τῶν δὲ ἀπὸ Χριστοῦ φμεʹ.
In the 26th year of the reign of Justinian the 5th synod took place. And of the years from Adam it was the 6045th, and of those from Christ 545.
Προοίμιον.
Proem.
Ἐπειδὴ τοὺς ἄλλους τῶν νῦν σοφῶν παραδραμὼν, ὦ θειότατ' ἀνδρῶν, ἡμᾶς ἱκανῶς ἔχειν κέκρικας τὰς
Since passing by the others among the wise men of the present day, O most divine of men, you have judged us to be sufficiently capable
Notes, col. 1280

On the reading

Printed Ιησοῦ, for Ἰησοῦ.

PG 19:1281Read from the page
τῶν ῥηθησομένων ἀποδοῦναί σοι μεθόδους· πρὸς δὲ καὶ τὰς ἐπὶ ταύταις τῶν λόγων αἰτίας· (οὐ γὰρ ἀγνοῶν μὴ οὕτως ἡμᾶς ἔχοντας, τὸ τοιοῦτον ἡμῖν τεθαρρηκὼς σπούδασμα προσανέθου· εὔλογον δὲ ἡγήσω τῇ φιλίᾳ χαρίσασθαι, φύσει τυραννούσῃ τοὺς αὐτῇ κυρίως χρωμένους καὶ τὰς ψήφους ἐντεῦθεν δεκάζειν παρασκευαζούσῃ·) καὶ ἡμεῖς, ὡς ἐπέταξας, κινοῦμεν ἤδη τὴν χεῖρα πρὸς τοὔργον, τὴν σὴν περὶ ἡμᾶς ψῆφον δυσωπηθέντες, καὶ κατὰ τὸ ἀκόλουθον μηδ' ἡμεῖς ὁντινοῦν τῆς ἑαυτῶν περὶ τὸ προκείμενον ἀδυναμίας ποιησάμενοι λόγον. Ὅπως δ' ἂν ἀπαντήσειε τὸ πέρας ἡμῖν, εὐλόγως κεῖσθαί σοι παρ' ἐμοὶ τὴν χάριν ὁμολογήσω· τοῦ μὲν κατορθῶσαι, ὅτι σὺ πάντως ἔσῃ δοὺς τὰς ἀφορμάς· τοῦ δ' ἀποτυχεῖν, ὅτι μὴ ἀξίους ὄντας ἀξίους τοῦ πράγματος κέκρικας.
to set forth for you the methods of the things about to be spoken of, and in addition to these the causes of the calculations as well (for not being ignorant that we are not in such a condition, did you confidently lay such a study upon us; rather, you thought it reasonable to show favour to friendship, which by nature exercises tyranny over those who genuinely practise it and prepares them thence to bribe their votes); we too, as you commanded, now move our hand to the work, put to shame before your vote concerning us, and accordingly taking no account ourselves either of our own inability regarding the subject set before us. And however the outcome may meet us, with good reason I shall confess that gratitude is laid up for you with me: for succeeding, on the one hand, because you will altogether have been the one who gave the occasions; for failing, on the other hand, because though we were not worthy you judged us worthy of the matter.
Περὶ τῶν ἡλιακῶν κύκλων.
Concerning the solar cycles.
Αʹ. Ἔστι δὴ πρῶτον ἡμῖν τῶν προκειμένων εἰς σκέψιν τὸ περὶ τῶν καλουμένων ἡλιακῶν κύκλων, ὅπως τε κύκλοι καλοῦνται, καὶ διὰ τί, μέχρι τῶν κηʹ προϊόντες, πάλιν ἀρχὴν λαμβάνουσιν ἀπὸ τοῦ πρώτου· ἔτι δὲ καὶ τίνι μεθόδῳ ζητοῦντες τόνδε τινὰ κατὰ τὸ ἐνιστάμενον ἔτος ποσταῖός ἐστι, ἀκριβῶς ἂν δυναίμεθα λαμβάνειν.
I. First, then, for us among the matters set forth for consideration is that concerning the so-called solar cycles, both how they are called cycles, and why, advancing up to 28, they again take a beginning from the first; and further also by what method, when seeking what number in the series a given one is in the current year, we might be able to find it accurately.
Ἐφ' ᾧ καὶ λέγομεν, ὅτι κύκλοι μὲν καλοῦνται, διὰ τὸ ἕκαστον τούτων ἐνιαυσιαῖον περιέχειν διάστημα· ἐπειδὴ γὰρ ὁ ἐνιαυτὸς τῇ τοῦ ἡλίου κινήσει παραμετρεῖται· ἡ δὲ τοῦ ἡλίου κίνησις κυκλικῶς ἐνεργουμένη, καὶ ἀπὸ τοῦ αὐτοῦ σημείου εἰς τὸ αὐτὸ ἀποκαθισταμένη, τὸν ἐνιαυτὸν ὁρίζει· εἰκότως καὶ τὸ ὁριζόμενον χρονικὸν διάστημα ὑπὸ τῶν τοῦ ἡλίου κυκλικῶν κινήσεων, ὃ καὶ ἐνιαυτὸν καλοῦμεν, κύκλος ἐκλήθη· συνεπινοουμένης καὶ τῆς τοῦ ἐνιαυτοῦ κλήσεως, ἐντελῶς κύκλος ἐνιαύσιος εἴη ἂν ὠνομασμένος.
Wherefore we also say that they are called cycles because each of these encompasses a yearly interval; for since the year is measured by the motion of the sun, and the motion of the sun, operating circularly and being restored from the same point to the same, bounds the year, reasonably also the interval of time bounded by the circular motions of the sun, which we also call a year, was called a cycle; and when the appellation of the year is also conceived along with it, it would be completely named a yearly cycle.
Προΐασι δ' οἱ ἐνιαύσιοι οὗτοι κύκλοι τοῦ ἡλίου ἀφ' ἑνὸς ἄχρι τῶν κηʹ, καὶ πάλιν ἀρχὴν λαμβάνουσιν ἀφ' ἑνὸς, δι' αἰτίαν τοιαύτην.
And these yearly cycles of the sun advance from one up to 28, and again take a beginning from one, for such a cause as this.
Διὰ τί μέχρι τῶν κηʹ προΐασιν οἱ τοῦ ἡλίου κύκλοι.
Why the cycles of the sun advance up to 28.
Βʹ. Τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τήνδε τὴν ὁρωμένην πᾶσαν κτίσιν ἐν ἡμέραις ἓξ εἰς τὸ εἶναι παραγαγόντος, τῇ δ' ἑβδόμῃ καταπαυσαμένου, ὡς ἡ τῆς Γενέσεως ἱστορεῖ βίβλος, ὁ μετ' ἐκείνην τὴν ἑβδομάδα συμπαρεκτεινόμενος ἅπας χρόνος τοῖς οὖσιν ἑβδοματικῶς κατ' ἐκείνην μετρεῖται. Κἀπειδὴ καὶ ὁ ἥλιος, τὴν ἰδίαν ποιούμενος κίνησιν, ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ σημεῖον δι' ἡμερῶν τξεʹ καὶ δʹ ἔγγιστα ἀποκαθίσταται, καὶ ποιεῖ τὸν ἐνιαύσιον κύκλον ἐντεῦθεν τοσαύτας περιέχειν· αἱ δὲ τοσαῦται ἡμέραι παρὰ τὸν τῆς ἑβδομάδος κύκλον μεριζόμεναι νβʹ ποιοῦσιν ἑβδομάδας καὶ ἡμέραν μίαν, καὶ αʹ/δʹ· φανερὸν, ὅτι οὐ πᾶσαι τῶν ἐτῶν αἱ ἀρχαὶ κατὰ τὴν αὐτὴν καὶ μίαν τῶν τῆς ἑβδομάδος ἡμερῶν ἄρχονται· ἀλλὰ μεταβαίνουσιν ἀπὸ μὲν πρώτης εἰς δευτέραν, ἀπὸ δὲ δευτέρας εἰς τρίτην, καὶ καθεξῆς.
II. Since God the Creator of all things brought all this visible creation into being in six days, and rested on the seventh, as the book of Genesis relates, all time extending alongside existing things after that week is measured hebdomadally according to it. And since the sun too, making its own motion, is restored from the same point to the same in 365 and 1/4 days very nearly, and causes the yearly cycle thence to encompass so many days; and so many days divided by the cycle of the week make 52 weeks and one day and 1/4; it is manifest that not all the beginnings of the years begin on one and the same day of the days of the week, but pass over from the first to the second, and from the second to the third, and so on in order.
PG 19:1284Read from the page
Σαφέστερον δὲ τοῦτο δι' ὑποδείγματος ποιησόμεθα, δύο ἢ καὶ πλείω προχειρισάμενοι τῶν μετὰ τὴν ἀρχὴν τῆς κοσμογενείας ἐτῶν. Τοῦ γὰρ πρώτου ἔτους ἀπὸ ἡμέρας πρώτης ἀρξαμένου, κἀν τξεʹ ἡμέραις καὶ αʹ/δʹ περιενεχθέντος, τὸ μετ' αὐτὸ βʹ ἔτος ἀπὸ ἡμέρας δευτέρας ἤρξατο πάντως, καὶ τὸ τρίτον ὡσαύτως ἀπὸ τρίτης, καὶ ἐφεξῆς. Τὸ γὰρ τέταρτον μέρος τῆς ἡμέρας τὸ προσκείμενον ταῖς τοιαύταις τξεʹ ἡμέραις εἰς τὴν τοῦ ἐνιαυτοῦ τελείαν ἀπάρτισιν οὐ καθ' ἕκαστον ἔτος ἀριθμεῖται, ἀλλὰ κατὰ δʹ ἔτη μιᾶς ἡμέρας συναγομένης. Τετράκις γὰρ τὸ αʹ/δʹ ἕν. Αὕτη ἡ τελεία ἡμέρα προστίθεται ταῖς τξεʹ ἡμέραις· καὶ γίνεται τὸ ἔτος ἐκεῖνο τξϛʹ ἡμερῶν, ὃ καὶ καλεῖται παρ' ἡμῖν Ῥωμαϊκῶς βίσσεξτον. Τὸ ἀπὸ τῆς κοσμογενείας ἄρα πέμπτον ἔτος οὐκ ἤρξατο ἀφ' ἡμέρας πέμπτης ἀκολούθως τοῖς πρὸ αὐτοῦ, ἀλλ' ἀφ' ἕκτης διὰ τὴν τῆς ἀπὸ τῶν αʹ/δʹ τετάρτων συναχθείσης μιᾶς ἡμέρας γενομένην προσθήκην τῷ παρελθόντι δʹ ἔτει. Καὶ ἐφεξῆς τὸ μὲν ἕκτον, καὶ ἕβδομον, καὶ ηʹ ἔτος ἀπαραλείπτως κατὰ τάξιν τὰς τῆς ἑβδομάδος περιῆλθον ἡμέρας, τουτέστι τήν τε ζʹ, καὶ αὐτὴν τὴν πρώτην, καὶ τὴν δευτέραν· τὸ δὲ ἔνατον οὐ τὴν τρίτην, ἀλλὰ τὴν δʹ, κἀν τοῖς ἐφεξῆς ὁμοίως.
And we shall make this clearer through an example, taking in hand two or even more of the years after the beginning of the creation of the world. For when the first year began from the first day, and revolved in 365 and 1/4 days, the 2nd year after it altogether began from the second day, and the third likewise from the third, and so on in order. For the fourth part of the day added to such 365 days for the complete perfection of the year is not counted in each year, but with one day being gathered together every 4 years. For four times 1/4 is one. This complete day is added to the 365 days; and that year becomes of 366 days, which is also called among us in the Roman manner bissextile. The fifth year from the creation of the world, therefore, did not begin from the fifth day in sequence with those before it, but from the sixth because of the addition made to the past 4th year of the one day gathered from the 1/4 fourths. And in order thereafter the sixth, and seventh, and 8th year without omission traversed in order the days of the week, that is both the 7th, and the first itself, and the second; but the ninth not the third, rather the 4th, and in those following likewise.
Φανερὸν οὖν ἐκ τούτων, ὡς, εἰ μὲν περιεῖχε τὸ ἔτος τξεʹ μόνον ἡμέρας, μὴ προσκειμένου τοῦ δʹ μέρους, δι' ἑπτὰ ἂν ἐτῶν μόνων αἱ τούτων ἀρχαὶ πρὸς τὴν τῆς ἑβδομάδος ἡμέραν ἀποκαθίσταντο· ἐπεὶ δὲ πρόσεστι ταύταις καὶ τὸ αʹ/δʹ, καὶ διὰ τοῦτο κατὰ δʹ ἔτη παραλείπεται ἡμέρα αʹ, ἡ ἀπὸ τῶν τεσσάρων συναγομένη αʹ/δʹ· διὰ κηʹ ἐτῶν συνάγεται ἀποκατάστασις τῶν κατὰ τὰ ἔτη ἀρχῶν πρὸς τὰς τῆς ἑβδομάδος ἡμέρας. Πολλαπλασιαζομένου γὰρ τοῦ ζʹ ἤτοι τῶν τῆς ἑβδομάδος ἡμερῶν ἐπὶ τὸν δʹ, τουτέστι κατὰ τὰς τετραετηρίδας, ὡς διείληπται, μεταβάσεις τῶν ἀρχῶν τῶν ἐτῶν γίνονται κηʹ. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τοῦ μήτε πλειόνων μήτ' ἐλαττόνων τῶν κηʹ τοὺς ἐνιαυσίους τοῦ ἡλίου συγκορυφοῦσθαι κύκλους.
It is manifest, therefore, from these things that if the year contained 365 days only, with the 4th part not added, in seven years alone their beginnings would be restored to the day of the week; but since the 1/4 also is added to these, and on account of this every 4 years 1 day is passed over, the one gathered from the four 1/4s, in 28 years is gathered a restoration of the yearly beginnings to the days of the week. For when 7, that is the days of the week, is multiplied by 4, that is according to the four-year periods, as has been explained, the transitions of the beginnings of the years become 28. And this is the cause why the yearly cycles of the sun are brought to a head in neither more nor fewer than 28.
Λοιπὸν δ' ἂν εἴη καὶ τὴν μέθοδον ἐκθεῖναι, δι' ἧς ἂν καθ' ὁποῖον ἔτος ζητοῦντες λαμβάνειν τὸν ἐνεστῶτα κύκλον τοῦ ἡλίου, τοῦτον λαμβάνοιμεν. Καὶ ἔστιν αὕτη.
And it remains to set forth also the method through which, seeking in any year whatever to find the current cycle of the sun, we may find it. And it is this.
Μέθοδος δι' ἧς εὑρίσκεται ὁ τοῦ ἡλίου κύκλος ποσταῖος.
Method through which is found what number in the series the cycle of the sun is.
Γʹ. Τὰ ἀπὸ τῆς κοσμογενείας ἔτη μέχρι καὶ αὐτοῦ τοῦ ἐνισταμένου ἔτους λαμβάνοντες, καὶ ταῦτα παρὰ τὰ κηʹ μερίζοντες, τὰ κάτωθεν τῶν κηʹ κύκλους ἔχομεν ἡλιακούς. Οἷον ὡς ἐν ὑποδείγματι, τὰ ἀπὸ τῆς κοσμογενείας ἔτη μέχρι τοῦ ἐνεστῶτός εἰσι ͵ϛωπαʹ· ἐκ τούτων ἀφαιρουμένων τῶν κηʹ, ὁσάκις ἐγχωρεῖ, καταλείπονται καʹ. Καὶ ἔστιν ὁ κατὰ τὸ ἐνιστάμενον ͵ϛωπαʹ ἔτος κύκλος ἡλίου καʹ.
III. Taking the years from the creation of the world right up to the current year itself, and dividing these by 28, we have the remainder below 28 as the solar cycles. As for instance in an example, the years from the creation of the world up to the current one are 6881; when 28 is subtracted from these as many times as possible, 21 are left over. And the cycle of the sun in the current 6881st year is 21.
Ἐπεὶ δὲ πάσης μεθόδου τὴν προχειροτέραν ἐγκρίνομεν, καὶ ταύτην εἰς τὸ προχειρότερον μεταποιοῦντες οὕτως ἂν μεθοδεύσομεν.
But since of every method we prefer the readier one, transforming this one also into what is readier we shall proceed methodically thus.
Καθ' ἑκάστην συμπλήρωσιν ἑκατονταετηρίδος σκοποῦντες τὸν ἐνεστῶτα τότε κύκλον, καὶ τοῦτον ὡς θεμέλιον ἔχοντες, προστίθεμεν τοῖς κατὰ τὴν ἐπιοῦσαν ἑκατονταετηρίδα ἔτεσι, καὶ τὰ συναγόμενα μερίζοντες παρὰ τὸν κηʹ, κατὰ τὸν δηλωθέντα τρόπον,
At each completion of a century observing the cycle then current, and holding this as a foundation, we add it to the years in the following century, and dividing the sum by 28, in the manner shown,
PG 19:1285Read from the page
ἔχομεν τὸ ζητούμενον. Οἷον ὡς ἐν ὑποδείγματι κατὰ τὸ προκείμενον ἔτος, ἐπεὶ, συμπληρουμένης τῆς παρελθούσης ἑκατονταετηρίδος, ἤγουν τοῦ ͵ϛωʹ ἔτους, κδʹ ἦν ὁ τοῦ ἡλίου κύκλος, ταῦτα κδʹ κρατοῦμεν ὡς θεμέλιον παρ' ὅλην τὴν ἐνισταμένην ἑκατονταετηρίδα· καὶ τούτοις προστιθέντες τὰ μέχρι τοῦ νῦν καὶ αὐτοῦ ἔτη παʹ, τὰ γενόμενα ρεʹ μερίζομεν παρὰ τὸν κηʹ, καὶ τὰ καταλειπόμενα καὶ οὕτω καʹ φαμὲν εἶναι τὸν κύκλον τοῦ ἡλίου.
we have what is sought. As for instance in an example in the present year, since at the completion of the past century, that is the 6800th year, the cycle of the sun was 24, we keep this 24 as a foundation throughout the whole current century; and adding to these the 81 years right up to the present one, we divide the resulting 105 by 28, and the remainder, 21 in this way also, we say is the cycle of the sun.
Εὔλογον δ' ἂν εἴη καὶ τὴν ἐπὶ τοῖς εἰρημένοις ἀνακύπτουσαν προθεμένοις ἀπορίαν ἐνταυθοῖ λῦσαι κατὰ τὸ ἐγχωροῦν. Ἔστι δὲ αὕτη. Τὸ πρῶτον ἔτος τῶν ἡλιακῶν κύκλων ἀπὸ ἡμέρας πρώτης, τουτέστι Κυριακῆς, ἔφαμεν ἄρχεσθαι, καθὰ δὴ καὶ ἀπὸ τῆς κοσμογενείας πρῶτον. Ἀλλὰ νῦν, ἡνίκα ὁ πρῶτος ἡλιακὸς ἐνστῇ κύκλος, ἀπὸ ἡμέρας βʹ ἄρχεται, καὶ οὐ πρώτης. Καὶ τί ἂν εἴη τὸ αἴτιον τῆς κατὰ τὴν πρώτην ἡμέραν ταύτην διαφορᾶς ; Καὶ αὕτη μὲν ἡ ἀπορία· λυθείη δ' ἂν οὕτως κατὰ τὸ εὔλογον.
And it would be reasonable to set forth and resolve here, so far as possible, the difficulty that arises upon the things that have been said. And it is this. We said that the first year of the solar cycles begins from the first day, that is the Lord's Day, just as the first year from the creation of the world also did. Yet now, whenever the first solar cycle sets in, it begins from the 2nd day, and not the first. And what might be the cause of this difference regarding the first day? This, then, is the difficulty; and it may be resolved thus according to reason.
Τῆς κυρίως ἀρχῆς τοῦ ἔτους, ἥτις ἐστὶ καθ' ἣν ἡμέραν ὁ δημιουργὸς τῶν ὅλων Θεὸς τῆς τούτων γενέσεως ἤρξατο, ἀγνοουμένης ἐν ποίᾳ τῶν τοῦ ἔτους ἐστὶν ἡμερῶν, ἄλλων ἄλλας ἀρχὰς ὑποτιθεμένων τοῦ ἔτους· ἐπειδὴ, ὅταν ἐπιστῇ ὁ παρ' ἡμῖν Σεπτέμβριος, ὃν ἀρχὴν ποιούμεθα τοῦ ἔτους, ζʹ ἐστὶν ἡμέρα· ὅταν δὲ ὁ Ὀκτώβριος, βʹ· οἰκειοτέραν ἀρχὴν ποιούμεθα τῶν ἡλιακῶν κύκλων τὴν τοῦ Ὀκτωβρίου ἀρχὴν, ἢ τὴν τοῦ Σεπτεμβρίου. Τοῦτο δὲ σαφέστερον ποιήσομεν κἀν τῇ μεθόδῳ τοῦ ἡμεροευρεσίου· ἥτις καὶ ἔχει οὕτως.
Since the proper beginning of the year, which is the day on which God the Creator of all things began their generation, is unknown as to which of the days of the year it falls on, with different people supposing different beginnings of the year; since, when September among us, which we make the beginning of the year, sets in, it is the 7th day, and when October sets in, the 2nd, we make the beginning of October a more fitting beginning of the solar cycles than that of September. And we shall make this clearer also in the method of finding the day of the week; which is as follows.
Μέθοδος τοῦ ἡμεροευρεσίου.
Method of finding the day of the week.
Δʹ. Ὅταν τήνδε τινὰ τοῦ ἐνισταμένου μηνὸς ἡμέραν ζητῶμεν εὑρεῖν, ἐν τίνι τῶν τῆς ἑβδομάδος ἡμερῶν συμβαίνει, λαμβάνομεν τὸν ἀριθμὸν τῶν παρελθόντων κύκλων τοῦ ἡλίου, πλὴν τοῦ ἐνεστῶτος· καὶ τούτῳ προστίθεμεν τάς τε ἀπὸ τῆς ἀρχῆς τοῦ μηνὸς ἐκείνου ἡμέρας ἄχρι καὶ αὐτῆς τῆς ζητουμένης, ἔτι τε τὴν ἐπακτὴν τοῦ αὐτοῦ μηνὸς, ἥτις ἐστὶν Ὀκτωβρίου μὲν ἡμέρα αʹ. Ἀπὸ γὰρ τῆς κυρίως ἀρχῆς τοῦ ἔτους, ἥτις ἐστὶν ἡμέρα αʹ, ἡ κατὰ τὴν αʹ μὲν τοῦ Ὀκτωβρίου, ἐν ἡμέρᾳ βʹ γινομένη, μιᾶς ἡμέρας ποιεῖ μετάθεσιν.
IV. Whenever we seek to find a given day of the current month, on which of the days of the week it falls, we take the number of the past cycles of the sun, except the current one; and to this we add both the days from the beginning of that month right up to the sought day itself, and further the epact of the same month, which for October is 1 day. For from the proper beginning of the year, which is day 1, that on the 1st of October, falling on day 2, makes a shift of one day.
Ὀκτώβ. λαʹ αʹ
Octob. 31 1
Νοέμβριος λʹ δʹ
November 30 4
Δεκέμβ. λαʹ ϛʹ
Decemb. 31 6
Ἰανουάρ. λαʹ βʹ
Januar. 31 2
Φεβρουάρ. κηʹ εʹ
Februar. 28 5
Μάρτιος. λαʹ εʹ
March. 31 5
Ἀπρίλιος λʹ αʹ
April 30 1
Μάϊος λαʹ γʹ
May 31 3
Ἰούνιος λʹ ϛʹ
June 30 6
Ἰούλιος λαʹ αʹ
July 31 1
Αὔγουστος λαʹ δʹ
August 31 4
Σεπτέμβ. λʹ ζʹ
Septemb. 30 7
Καὶ τοῦτ' ἐστὶν ὅπερ καὶ ἀνωτέρω ἐλέγομεν, λύοντες τὴν ἀναφαινομένην ἀπορίαν. Καὶ ἐφεξῆς Νοεμβρίου ἡμέραι δʹ. Ὅτι, λαʹ ἡμέρας τοῦ Ὀκτωβρίου ἔχοντος, ἡμέραι γʹ μετὰ τὰς δʹ περιττεύουσιν ἑβδομάδας· αὗται δὲ μετὰ καὶ τῆς πρὸ τοῦ Ὀκτωβρίου μιᾶς δʹ ποιοῦσι. Δεκεμβρίου δὲ ϛʹ· ὅτι μετὰ τὰς δʹ ἑβδομάδας ὁ Νοέμβριος βʹ ἡμέρας ἔχει περιττευού-
And this is what we also said above, in resolving the difficulty that appeared. And next in order for November the days are 4: because, since October has 31 days, 3 days remain over after the 4 weeks; and these together with the one before October make 4. And for December 6: because after the 4 weeks November has 2 days remain-
PG 19:1288Read from the page
σας· αὗται δὲ μετὰ τῶν προτέρων δʹ ϛʹ ποιοῦσι. Καὶ ὁμοίως Ἰανουαρίου βʹ. Αἱ γὰρ πρότεραι ἓξ, καὶ αἱ περιττεύουσαι τὰς ἑβδομάδας κατὰ τὸν Δεκέμβριον γʹ, θʹ ποιοῦσιν· ὧν ἑβδομάδος ἀφαιρουμένης, βʹ λείπονται ἡμέραι. Καὶ ἐφεξῆς ἀκολούθως Φεβρουαρίου εʹ, Μαρτίου πάλιν εʹ, διὰ τὸ κηʹ ἡμερῶν ὄντα τὸν Φεβρουάριον μηδεμίαν ποιεῖν τῷ ἐφεξῆς μηνὶ ἐπακτήν. Ἀπριλίου αʹ, Μαΐου γʹ, Ἰουνίου ϛʹ, Ἰουλίου αʹ, Αὐγούστου δʹ, καὶ Σεπτεμβρίου ζʹ.
ing over; and these with the previous 4 make 6. And likewise for January 2. For the previous six, and the 3 remaining over the weeks in December, make 9; from which when a week is subtracted, 2 days are left. And next in order accordingly for February 5, for March again 5, because February, being of 28 days, makes no epact for the following month. For April 1, for May 3, for June 6, for July 1, for August 4, and for September 7.
Ταῦτα τοίνυν συντιθέντες ἀλλήλοις, τάς τε δηλονότι τοῦ ἐνισταμένου μηνὸς ἡμέρας μέχρι καὶ αὐτῆς τῆς ἐπιζητουμένης, καὶ τὰς τοῦ αὐτοῦ μηνὸς ἐπακτὰς, καὶ πρὸς τούτοις τούς τε παρελθόντας ἡλιακοὺς κύκλους, ὡς εἴρηται, καὶ τὰ τούτων αʹ/δʹ παρεῶντες τὰ ἐλάττονα τῶν δʹ, καὶ τὸν γινόμενον ὁμοῦ πάλιν ἀριθμὸν μερίζοντες παρὰ τὸν ζʹ, τὰ καταλειπόμενα ἑβδομάδος ἡμερῶν συμβαίνει ἡ ἐπιζητουμένη ἡμέρα τοῦ μηνὸς ἐκείνου.
Putting these things together with one another, therefore—namely both the days of the current month right up to the sought day itself, and the epacts of the same month, and in addition to these both the past solar cycles, as has been said, and their 1/4s, leaving aside those less than 4—and dividing the resulting total number again by 7, the remainder of the days of the week is that on which the sought day of that month falls.
Οἷον ἐπὶ ὑποδείγματος, ἔστω ζητεῖν ἡμᾶς τὴν τοῦ παρόντος Ὀκτωβρίου κϛʹ εὑρεῖν, ἐν ποίᾳ τῆς ἑβδομάδος ἡμερῶν συμβαίνει. Λαμβάνομεν τὰς ἀπὸ τῆς νουμηνίας αὐτοῦ μέχρι τῆς κϛʹ καὶ αὐτῆς ἡμέρας κϛʹ καὶ ταύταις προστίθεμεν τήν τε αὐτοῦ τοῦ μηνὸς ἐπακτὴν αʹ, καὶ ἔτι τοὺς παρελθόντας κʹ τοῦ ἡλίου κύκλους, καὶ τὰ τούτων αʹ/δʹ, ἅ εἰσι εʹ. Τὸ γὰρ αʹ ἄχρι τῶν δʹ καταλιμπάνομεν, ὡς ἀνωτέρω εἰρήκειμεν. Καὶ τὰ γενόμενα ὁμοῦ νβʹ μερίσαντες παρὰ τὸν ζʹ, τὰ καταλειφθέντα γʹ ἔχομεν τὴν κϛʹ τοῦ παρόντος Ὀκτωβρίου μηνὸς ἐν ἡμέρᾳ γʹ γεννησομένην.
As for instance in an example, let it be required for us to find the 26th of the present October, on which of the days of the week it falls. We take the 26 days from its first day of the month right up to the 26th day itself, and to these we add both the epact of that month itself, 1, and further the 20 past cycles of the sun, and their 1/4s, which are 5. For 1 up to 4 we leave aside, as we had said above. And having divided the resulting total 52 by 7, we have the remainder 3, showing that the 26th of the present month of October will fall on day 3.
Καὶ ὁμοίως δὲ τὴν ἀρχὴν ἑκάστου μηνὸς ζητοῦντες, τήν τε αʹ τοῦ μηνὸς λαμβάνοντες, καὶ ταύτῃ τὴν ἐπακτὴν αὐτοῦ, τούς τε κύκλους τοῦ ἡλίου καὶ τὰ τούτων αʹ/δʹ προστιθέντες, καὶ τὸν ἐκ τῆς συνθέσεως παρὰ τὸν ζʹ μερίζοντες, ἕξομεν τὸ ζητούμενον. Ἐπεὶ δὲ καὶ κανόνιον ἐκθησόμεθα προχειροτέρας ἕνεκεν εὑρέσεως τῶν τοιούτων, ἐροῦμεν καὶ περὶ τούτου ὅσα εἰκός.
And likewise when seeking the beginning of each month, taking both the 1st of the month, and adding to this its epact, and the cycles of the sun and their 1/4s, and dividing the number from the addition by 7, we shall have what is sought. And since we shall also set forth a table for the sake of readier finding of such things, we shall say concerning this also whatever is fitting.
Καὶ τοῦτο δ' ἀναγκαῖον ἡμᾶς εἰδέναι, ὡς, ἡνίκα ἐπιστῇ κύκλος ἡλίου βίσσεξτον ἔτος ποιῶν, οἷον δʹ, ἢ ηʹ, καὶ οἱ ἐφεξῆς κατὰ ἀκόλουθον, οὐκ ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ κατ' ἐκεῖνον τὸν κύκλον ἔτους λαμβάνομεν τὸ δʹ τῶν κύκλων, ἀλλ' ἀπὸ τῆς κθʹ τοῦ Φεβρουαρίου, κθʹ τηνικαῦτα ἡμέρας ἔχοντος· ἐπειδὴ καὶ τούτου χάριν τὰ αʹ/δʹ τῶν ἡλιακῶν κύκλων ζητοῦντες, εἰς τὴν μέθοδον τοῦ ἡμεροευρεσίου παραλαμβάνομεν.
And this too it is necessary for us to know, that whenever a cycle of the sun sets in making a bissextile year, such as 4, or 8, and those following in sequence, we do not take the 4th of the cycles from the very beginning of the year in that cycle, but from the 29th of February, which then has 29 days; since it is for the sake of this too that, seeking the 1/4s of the solar cycles, we take them into the method of finding the day of the week.
PG 19:1289Read from the page
Περὶ τοῦ κανονίου τοῦ ἡμεροευρεσίου.
Concerning the table for finding the day of the week.
Αἱ μὲν οὖν νουμηνίαι αὐτόθεν ἐκ τοῦ κανονίου λαμβάνονται. Τὸν γὰρ ἐνιστάμενον κύκλον τοῦ ἡλίου λαμβάνοντες ἐκ τοῦ πρώτου σελιδίου, ὃ κατὰ βάθος πάντας τοὺς κύκλους αὐτοῦ περιέχει, καὶ ἐκ τοῦ ἀνωτάτω, καὶ πρωτίστου στίχου τοῦ περιέχοντος τοὺς μῆνας, τὸν ἐνιστάμενον μῆνα, οὗ τὴν νουμηνίαν ζητοῦμεν, τὴν ἐν τῷ μέσῳ τοῦ κανονίου παρακειμένην τῷ ἐνεστῶτι ἡλιακῷ κύκλῳ, καὶ ὑπὸ τὸν ληφθέντα μῆνα κατὰ βάθος, ταύτην φήσομεν εἶναι νουμηνίαν τοῦ μηνὸς οὗ ζητοῦμεν. Ταύτην δὲ λαμβάνοντες, καὶ ἣν ἂν βουλοίμεθα τῶν ἐφεξῆς ἡμερῶν αὐτοῦ ληψόμεθα. Τὰς γὰρ ἀπὸ αʹ ἄχρι τοῦ κατὰ τὴν νουμηνίαν ἀριθμοῦ τῆς ἡμέρας παρὲξ αὐτῆς λαβόντες, καὶ ταύταις προσθέντες τὰς ἀπὸ τῆς νουμηνίας ἄχρι καὶ αὐτῆς ἧς ζητοῦμεν ἡμέρας, καὶ τὰς συναχθείσας ὁμοῦ πάσας μερίσαντες παρὰ τὸν ζʹ, ἕξομεν τὸ ζητούμενον
The first days of the months, then, are taken directly from the table. For taking the current cycle of the sun from the first column, which downwards contains all its cycles, and from the uppermost and very first row containing the months, the current month whose first day we seek, the day in the middle of the table lying beside the current solar cycle and downwards under the month taken, this we shall say is the first day of the month which we seek. And taking this, we shall also find whichever we wish of the following days of it. For taking the days from 1 up to the number of the day on the first of the month apart from it itself, and adding to these the days from the first of the month right up to the day itself which we seek, and dividing all those gathered together by 7, we shall have what is sought.
Ὑπόδειγμα.
Example.
Καὶ ἔστω δι' ὑποδείγματος ζητεῖν ἡμᾶς τὴν τε νουμηνίαν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
And let it be through an example that we seek both the first of the month . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
Τὰ μὲν δὴ περὶ τῶν ἡλιακῶν κύκλων, καὶ τούτοις ἑπομένων ἀναγκαίως ὀφειλόμενα θεωρηθῆναι, ταῦτ' ἂν εἴη, καθόσον ἐνεχώρει, τὸν περὶ τούτων λόγον ἀποδεδωκότων ἀνελλιπῆ. Μετιτέον δὲ λοιπὸν ἐπὶ τὸν περὶ σελήνης, κατὰ τὸν ὅμοιον τοῖς περὶ τοῦ ἡλίου λόγον κἀνταῦθα τῆς σκέψεως ἐσομένης.
The matters, then, concerning the solar cycles and the things following upon them that necessarily ought to be considered would be these, inasmuch as we have rendered the account concerning them complete so far as was possible. And for the rest we must pass over to the account concerning the moon, since the inquiry here too will be in a manner similar to the things concerning the sun.
Περὶ εὑρέσεως σεληνιακῶν κύκλων, καὶ τῶν τούτοις ἑπομένων.
Concerning the finding of lunar cycles, and the things following upon them.
Εʹ. Τῆς σελήνης κατὰ τὴν τετάρτην ἡμέραν τῆς κοσμογενείας παρὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ εἰς γένεσιν παραχθείσης ἐν πανσελήνῳ καὶ τελείῳ τῷ σχήματι (τοῦτο γὰρ ἡ τῆς Γενέσεως βίβλος αἰνίττεται, λέγουσα· « Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὴν τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάττω εἰς ἀρχὰς τῆς νυκτός »)· οὐδέποτε γὰρ τοῦ ἡλίου ἀνατέλλοντος, δύναιτ' ἂν καὶ ἡ σελήνη κατ' αὐτὴν τὴν ἡμέραν εἰς ἀρχὰς τῆς νυκτὸς, ἢ ὡς ἀκρόνυκτος ἀνατέλλειν, μὴ διαμετροῦσα τὸν ἥλιον, καὶ πανσέληνος ἐντεῦθεν γινομένη, εἴπερ ὑποθείημεν ἀπὸ προγεγονυίας συνόδου ταύτην γεγενημένην· ἐπεὶ κατὰ τὴν δʹ ἡμέραν τῆς κοσμογενείας πεντεκαιδεκαταία ἦν ἄν· φανερὸν μὲν, ὡς κατὰ τὴν ἀρχὴν τῆς κοσμογενείας δωδεκαταία ἦν· ιαʹ δὲ αἱ ταύτης ἐπακταί· καὶ αὗται αἱ ιαʹ ἔγγιστα ἡμέραι θαυμαστῇ καὶ ἀνυπερβλήτῳ τῆς προνοίας σοφίᾳ καθ' ἕκαστον ἔτος μετὰ τὴν τῶν δώδεκα σεληνιακῶν μηνῶν συμπλήρωσιν, τνδʹ καὶ μεῖζον ἢ γʹ μέρος ἡμέρας ἀπαρτιζόντων, λείπονται εἰς τὴν τοῦ ἐνιαυσιαίου χρόνου συμπλήρωσιν, τξεʹ ἡμερῶν ὄντος καὶ δʹ ἔγγιστα. Ὥστε ἐν τοῖς δυσὶν ἔτεσι διπλασιαζόμεναι αὗται αἱ ιαʹ ἡμέραι ποιοῦσι τὰς ἐπακτὰς κβʹ· ἐν δὲ τοῖς τρισὶ λγʹ. Ὧν συναχθεισῶν, ἀφαιρουμένων τῶν λʹ, ἐπεὶ μῆνα ἔγγιστα σεληνιακὸν ἀπαρτίζουσι, καταλείπονται γʹ. Καὶ εἰσὶν ἐντεῦθεν τοῦ τρίτου ἔτους ἐπακταὶ γʹ· καὶ ἐφεξῆς ἀκολούθως ἄχρις ἐτῶν ιθʹ. Κατὰ γὰρ ιθʹ ἔτος ἀποκατάστασις γ⟨…⟩ τὸ κʹ ἔτος πάλιν ιαʹ εἶναι τὰς τῆς σελήνης ἐπακτάς.
V. Since the moon on the fourth day of the creation of the world was brought into generation by God the Creator of all things at full moon and in its complete figure (for the book of Genesis hints at this, saying: "And God made the two great luminaries, the great luminary for the rule of the day, and the lesser luminary for the rules of the night" (Gen. 1:16)); for never, when the sun is rising, could the moon also on that same day rise for the beginnings of the night, or at nightfall, unless it stood in diameter opposite the sun, and became full moon thence, if indeed we were to suppose that it had come to be from a preceding conjunction; since on the 4th day of the creation of the world it would have been fifteen days old, it is manifest on the one hand that at the beginning of the creation of the world it was twelve days old, and its epacts were 11; and these 11 days very nearly, by the marvellous and unsurpassable wisdom of providence, in each year after the completion of the twelve lunar months, which make up 354 days and more than a 3rd part of a day, are lacking for the completion of the yearly time, which is of 365 and 1/4 days very nearly. So that in the two years these 11 days doubled make the epacts 22; and in the three, 33. When these are gathered together and 30 are subtracted, since they make up very nearly a lunar month, 3 are left over. And thence the epacts of the third year are 3; and next in order accordingly up to 19 years. For in the 19th year a restoration ⟨…⟩ the 20th year the epacts of the moon are again 11.
Notes, col. 1289

On the reading

Printed τὴν τε, for τήν τε.