Migne Reading Room

PG 19 · cols. 772–781 · Read from the page

Geminus, Introduction to the Phenomena

Geminus, Introduction to the Phenomena

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:772Read from the page
τὸς ἀόρατος ὡς πρὸς τὸν ἡμέτερον ὁρίζοντα. Εἰσὶ μέντοι τόποι τινὲς ἐπὶ τῆς γῆς, ὅπου συμβαίνει τὸν μὲν παρ' ἡμῖν πόλον τὸν ἀεὶ φανερὸν ἐκείνοις ἀόρατον εἶναι, τὸν δὲ παρ' ἡμῖν ἀόρατον ἐκείνοις φανερὸν εἶναι· καὶ πάλιν ἔστι τις τόπος ἐπὶ τῆς γῆς, ὅπου οἱ δύο πόλοι ὁμοίως ἐπὶ τοῦ ὁρίζοντος κεῖνται.
tinually invisible with respect to our horizon. There are, however, certain places upon the earth where it happens that the pole which with us is always manifest is invisible to them, and the one which with us is invisible is manifest to them; and again there is a certain place upon the earth where the two poles lie alike upon the horizon.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Περὶ τῶν ἐν τῇ σφαίρᾳ κύκλων.
Concerning the circles in the sphere.
Τῶν δὲ ἐν τῇ σφαίρᾳ κύκλων οἱ μέν εἰσι παράλληλοι, οἱ δὲ λοξοὶ, οἱ δὲ διὰ τῶν πόλων· παράλληλοι μὲν οἱ τοὺς αὐτοὺς πόλους ἔχοντες τῷ κόσμῳ. Εἰσὶ δὲ παράλληλοι κύκλοι πέντε, ἀρκτικὸς, θερινὸς τροπικὸς, ἰσημερινὸς, χειμερινὸς τροπικὸς, ἀνταρκτικός.
Of the circles in the sphere, some are parallel, some oblique, and some through the poles: parallel are those having the same poles as the cosmos. And there are five parallel circles: arctic, summer tropic, equinoctial, winter tropic, antarctic.
Ἀρκτικὸς μὲν οὖν ἐστι κύκλος ὁ μέγιστος τῶν ἀεὶ θεωρουμένων κύκλων, ὁ ἐφαπτόμενος τοῦ ὁρίζοντος καθ' ἓν σημεῖον, καὶ ὅλος ὑπὲρ γῆν ἀπολαμβανόμενος· ἐν ᾧ τὰ κείμενα τῶν ἄστρων οὔτε δύσιν οὔτε ἀνατολὴν ποιεῖται· ἀλλὰ δι' ὅλης τῆς νυκτὸς περὶ τὸν πόλον στρεφόμενα θεωρεῖται. Οὗτος δὲ ὁ κύκλος ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ὑπὸ τοῦ ἐμπροσθίου ποδὸς τῆς μεγάλης ἄρκτου περιγράφεται.
Now the arctic circle is the greatest of the circles that are always beheld, touching the horizon at one point, and taken wholly above the earth; in which the stars that are placed make neither setting nor rising, but through the whole night are beheld turning about the pole. And this circle in our inhabited world is described by the fore-foot of the Great Bear.
Θερινὸς δὲ τροπικὸς κύκλος ἐστὶν ὁ βορειότατος τῶν ὑπὸ τοῦ ἡλίου γραφομένων κύκλων κατὰ τὴν τοῦ κόσμου γινομένην περιστροφὴν, ἐφ' οὗ γενόμενος ὁ ἥλιος τὴν θερινὴν τροπὴν ποιεῖται· ἐν ᾗ μεγίστη μὲν πασῶν τῶν ἐν τῷ ἐνιαυτῷ ἡμέρα, ἐλαχίστη δὲ ἡ νὺξ γίνεται. Μετὰ μέντοιγε τὴν θερινὴν τροπὴν οὐκέτι πρὸς τὰς ἄρκτους παροδεύων ὁ ἥλιος θεωρεῖται, ἀλλ' ἐπὶ τὰ ἕτερα μέρη τρέπεται τοῦ κόσμου· δι' ὃ καὶ κέκληται τροπικός.
And the summer tropic circle is the northernmost of the circles traced by the sun according to the revolution of the cosmos that takes place, upon which, when the sun comes to be, it makes the summer turning; on which there comes to be the longest day of all those in the year, and the shortest night. Yet after the summer turning the sun is no longer beheld travelling onwards towards the bears, but turns to the other parts of the cosmos; wherefore also it has been called tropic.
Ἰσημερινὸς δέ ἐστι κύκλος ὁ μέγιστος τῶν πέντε παραλλήλων κύκλων, ὁ διχοτομούμενος ὑπὸ τοῦ ὁρίζοντος· ὥστε ἡμικύκλιον μὲν ὑπὲρ γῆν ἀπολαμβάνεσθαι, ἡμικύκλιον δὲ ὑπὸ τὸν ὁρίζοντα· ἐφ' οὗ γενόμενος ὁ ἥλιος τὰς ἰσημερίας ποιεῖται, τήν τε ἐαρινὴν καὶ τὴν φθινοπωρινήν.
And the equinoctial is the greatest circle of the five parallel circles, which is cut in two by the horizon, so that a semicircle is taken above the earth, and a semicircle beneath the horizon; upon which, when the sun comes to be, it makes the equinoxes, both the vernal and the autumnal.
Χειμερινὸς δὲ τροπικὸς κύκλος ἐστὶν ὁ νοτιώτατος τῶν ὑπὸ τοῦ ἡλίου γραφομένων κύκλων κατὰ τὴν ὑπὸ τοῦ κόσμου γενομένην περιστροφήν· ἐφ' οὗ γενόμενος ὁ ἥλιος τὴν χειμερινὴν τροπὴν ποιεῖται, ἐν ᾗ ἡ μεγίστη μὲν πασῶν τῶν ἐν τῷ ἐνιαυτῷ νὺξ ἐπιτελεῖται, ἐλαχίστη δὲ ἡμέρα. Μετὰ μέντοιγε τὴν χειμερινὴν τροπὴν οὐκέτι πρὸς μεσημβρίαν παροδεύων ὁ
And the winter tropic circle is the southernmost of the circles traced by the sun according to the revolution brought about by the cosmos; upon which, when the sun comes to be, it makes the winter turning, on which the longest night of all those in the year is accomplished, and the shortest day. Yet after the winter turning, no longer travelling onwards towards the south is the
PG 19:773Read from the page
ἥλιος θεωρεῖται, ἀλλ' ἐπὶ τὰ ἕτερα μέρη τρέπεται τοῦ κόσμου· δι' ὃ κέκληται καὶ οὗτος τροπικός.
sun beheld, but it turns to the other parts of the cosmos; wherefore this one also has been called tropic.
Ἀνταρκτικὸς δέ ἐστι κύκλος ἴσος καὶ παράλληλος τῷ ἀρκτικῷ, καὶ ἐφαπτόμενος τοῦ ὁρίζοντος καθ' ἓν σημεῖον, καὶ ὅλος ὑπὸ γῆν ἀπολαμβανόμενος· ἐν ᾧ τὰ κείμενα τῶν ἄστρων διὰ παντὸς ἡμῖν ἐστιν ἀόρατα.
And the antarctic is a circle equal and parallel to the arctic, and touching the horizon at one point, and taken wholly beneath the earth; in which the stars that are placed are continually invisible to us.
Τῶν δὲ προειρημένων πέντε κύκλων μέγιστος μὲν ὁ ἰσημερινός· ἑξῆς δὲ τοῖς μεγέθεσιν οἱ τροπικοί· ἐλάχιστοι δὲ ὡς πρὸς ἡμετέραν οἴκησιν οἱ ἀρκτικοί.
And of the aforesaid five circles, the greatest is the equinoctial; next in magnitudes are the tropics; and the smallest with respect to our habitation are the arctics.
Τούτους δὲ τοὺς κύκλους δεῖ νοεῖν ἀπλατεῖς λόγῳ θεωρητοὺς, ἐκ τῆς τῶν ἄστρων θέσεως, καὶ τῆς τῶν διόπτρων θεωρίας, καὶ τῆς ἡμετέρας ἐπινοίας διατυπουμένους. Μόνος γὰρ ἐν τῷ κόσμῳ κύκλος ἐστὶ θεωρητὸς ὁ τοῦ γάλακτος· οἱ δὲ λοιποὶ λόγῳ εἰσὶ θεωρητοί.
And these circles one must conceive as breadthless, beheld by reason, shaped out from the position of the stars, and the observation of the dioptras, and our own conception. For the only circle in the cosmos perceptible to sight is that of the milk; whereas the rest are beheld by reason.
Πέντε δὲ παράλληλοι μόνον καταγράφονται κύκλοι εἰς τὴν σφαῖραν, οὐ διὰ τὸ μόνον τούτους ἐν τῷ κόσμῳ παραλλήλους εἶναι. Ὁ γὰρ ἥλιος καθ' ἑκάστην ἡμέραν ὡς πρὸς αἴσθησιν κύκλον παράλληλον περιστρέφεται τῷ ἰσημερινῷ κατὰ τὴν ἐπὶ τοῦ κόσμου γενομένην περιστροφήν· ὥστε μεταξὺ τῶν τροπικῶν κύκλων ρπʹ δὶς κύκλους παραλλήλους γράφεσθαι ὑπὸ τοῦ ἡλίου· τοσαῦται γὰρ ἡμέραι εἰσὶν αἱ μεταξὺ τῶν τροπῶν.
And only five parallel circles are inscribed upon the sphere, not because these alone are parallel in the cosmos. For the sun each day as to sense revolves in a circle parallel to the equinoctial according to the revolution taking place in the cosmos; so that between the tropic circles twice 180 parallel circles are traced by the sun; for so many are the days between the turnings.
Φέρονται δὲ καὶ πάντες οἱ ἀστέρες ἐπὶ παραλλήλων κύκλων καθ' ἑκάστην ἡμέραν. Συγκαταγράφονται δὲ οὗτοι πάντες εἰς τὴν σφαῖραν, διὰ τὸ πρὸς μὲν ἄλλας πραγματείας τῶν ἐν τῇ ἀστρολογίᾳ πολλὰ συμβάλλεσθαι· οὐδὲ γὰρ καταστερισθῆναι δυνατὸν καλῶς τὴν σφαῖραν ἄνευ πάντων τῶν παραλλήλων κύκλων, οὐδὲ τὰ μεγέθη τῶν νυκτῶν καὶ τῶν ἡμερῶν ἀκριβῶς εὑρεθῆναι ἄνευ τῶν προειρημένων κύκλων· πρὸς μέντοιγε τὴν πρώτην εἰσαγωγὴν τῆς ἀστρολογίας οὐδὲν ἀποτέλεσμα προσφερόμενοι, οὐ καταγράφονται ἐν τῇ σφαίρᾳ. Οἱ δὲ πέντε παράλληλοι κύκλοι, διὰ τὸ ἀποτελέσματά τινα προσφέρεσθαι διωρισμένα εἰς τὴν πρώτην εἰσαγωγὴν τῆς ἀστρολογίας, κατεγράφησαν εἰς τὴν σφαῖραν. Ὁ μὲν γὰρ ἀρκτικὸς κύκλος ἀφορίζει τὰ ἀεὶ θεωρούμενα τῶν ἄστρων· ὁ δὲ θερινὸς τροπικὸς κύκλος τὴν τροπὴν περιέχει, καὶ πέρας ἐστὶ τῆς τοῦ ἡλίου πρὸς ἄρκτον μεταβάσεως· ὁ δὲ ἰσημερινὸς κύκλος τὰς ἰσημερίας περιέχει· ὁ δὲ χειμερινὸς τροπικὸς κύκλος τέρμα ἐστὶ τῆς πρὸς μεσημβρίαν προόδου ἐπὶ ἡλίῳ, καὶ τὴν χειμερινὴν τροπὴν περιέχει· ὁ δὲ ἀνταρκτικὸς κύκλος τὰ μὴ θεωρούμενα τῶν ἄστρων ἀφορίζει. Ἔχοντες οὖν κεφάλαια καὶ ἀποτελέσματα ὡρισμένα πρὸς τὴν εἰσαγωγὴν τῆς ἀστρολογίας, εὐλόγως κατεγράφησαν εἰς την σφαῖραν.
And all the stars also are borne upon parallel circles each day. And wait: not all these are inscribed together upon the sphere, because towards other treatises of those in astronomy they contribute much—for neither is it possible for the sphere to be well marked with constellations without all the parallel circles, nor for the lengths of the nights and of the days to be accurately found without the aforesaid circles—yet towards the first introduction to astronomy bringing no effect, they are not inscribed on the sphere. Whereas the five parallel circles, because they bring certain defined effects for the first introduction to astronomy, have been inscribed upon the sphere. For the arctic circle marks off the stars that are always beheld; the summer tropic circle contains the turning, and is the limit of the sun's transition towards the bear; the equinoctial circle contains the equinoxes; the winter tropic circle is the boundary of the advance towards the south for the sun, and contains the winter turning; and the antarctic circle marks off the stars that are not beheld. Having therefore defined heads and effects towards the introduction to astronomy, with good reason they have been inscribed upon the sphere.
Τῶν δὲ προειρημένων πέντε παραλλήλων κύκλων ὁ μὲν ἀρκτικὸς κύκλος ὅλος ὑπὲρ γῆν ἀπολαμβάνεται,
And of the aforesaid five parallel circles, the arctic circle is taken wholly above the earth,
Notes, col. 773

On the reading

Printed την, for τὴν.

PG 19:776Read from the page
ὁ δὲ θερινὸς τροπικὸς κύκλος εἰς δύο μερη ἄνισα τέμνεται ὑπὸ τοῦ ὁρίζοντος, καὶ τὸ μὲν μεῖζον τμῆμα ὑπὲρ γῆν ἀπολαμβάνεται, τὸ δὲ ἔλασσον, ὑπὸ τὴν γῆν. Οὐ κατὰ πᾶσαν δὲ χώραν καὶ πόλιν ὁμοίως ὁ θερινὸς τροπικὸς κύκλος τέμνεται ὑπὸ τοῦ ὁρίζοντος, ἀλλὰ παρὰ τὰς τῶν κλιμάτων παραλλαγὰς διάφορον τὴν τῶν τμημάτων ὑπεροχὴν συμβαίνει γίνεσθαι· καὶ τοῖς μὲν πρὸς ἄρκτον μᾶλλον ἡμῶν οἰκοῦσιν εἰς ἀνισαίτερα μέρη συμβαίνει τέμνεσθαι τὸν θερινὸν ὑπὸ τοῦ ὁρίζοντος. Καὶ πέρας ἐστὶ χώρα τις, ἐν ᾗ ὅλος ὁ θερινὸς τροπικὸς κύκλος ὑπὲρ γῆν γίνεται. Τοῖς δὲ πρὸς μεσημβρίαν μᾶλλον οἰκοῦσιν ἡμῶν, εἰς ἀνισαίτερα μέρη ὁ θερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος τέτμηται. Καὶ πέρας ἐστὶ χώρα τις πρὸς μεσημβρίαν ἡμῖν κειμένη, ἐν ᾗ διχοτομεῖται ὁ θερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος· ἐνταῦθα δὲ τέμνεται οὕτως, ὥστε, τοῦ ὅλου κύκλου διαιρουμένου εἰς ηʹ μέρη, πέντε μὲν τμήματα ὑπὲρ γῆν ἀπολαμβάνεσθαι, τρία δὲ ὑπὸ γῆν. Πρὸς δὲ τοῦτο τὸ κλίμα δοκεῖ καὶ ὁ Ἄρατος συντεταχέναι τὴν τῶν φαινομένων πραγματείαν. Περὶ γὰρ τοῦ θερινοῦ τροπικοῦ κύκλου διαλεγόμενός φησιν οὕτως
and the summer tropic circle is cut into two unequal parts by the horizon, and the greater segment is taken above the earth, and the lesser beneath the earth. Yet not in every country and city alike is the summer tropic circle cut by the horizon, but according to the variations of the climes the excess of the segments happens to become different; and for those dwelling further towards the bear than we do, the summer tropic happens to be cut into more unequal parts by the horizon. And finally there is a certain country in which the whole summer tropic circle comes to be above the earth. And for those dwelling further towards the south than we do, the summer tropic circle has been cut into less unequal parts by the horizon. And finally there is a certain country lying towards the south from us, in which the summer tropic circle is cut in two by the horizon; while here it is cut in such a way that, when the whole circle is divided into 8 parts, five segments are taken above the earth, and three beneath the earth. And with respect to this clime Aratus also seems to have composed his treatise of the Phaenomena. For discoursing concerning the summer tropic circle he speaks thus
Τοῦ μὲν ὅσον τε μάλιστα δι' ὀκτὼ μετρηθέντος, Πέντε μὲν ἐνδιαστρέφεται καθ' ὑπέρτατα γαίης, Τὰ τρία δ' ἐν περάτῃ· θέρειοι δὲ οἱ ἐντροπαί εἰσιν.
Of this, measured as nearly as may be into eight, five wheel around in the upper parts above the earth, and the three in the lower hemisphere; and in it are the summer turnings.
Ἐκ δὲ ταύτης τῆς διαιρέσεως ἀκολουθεῖ, τὴν μεγίστην ἡμέραν ὡρῶν ἰσημερινῶν γίνεσθαι ιεʹ, τὴν δὲ νύκτα ὡρῶν ἰσημερινῶν θʹ. Ἐν δὲ τῷ κατὰ Ῥόδον ὁρίζοντι ὁ θερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος τέτμηται οὕτως, ὥστε, τοῦ ὅλου κύκλου διῃρημένου εἰς μέρη μηʹ, τὰ μὲν κθʹ τμήματα ὑπὲρ τὸν ὁρίζοντα ἀπολαμβάνεσθαι, τὰ δὲ ιθʹ ὑπὸ γῆν. Ἐκ δὲ τῆς διαιρέσεως ταύτης ἀκολουθεῖ τὴν μεγίστην ἡμέραν ἐν Ῥόδῳ γίνεσθαι ὡρῶν ἰσημερινῶν ιδςʺ τὴν δὲ νύκτα ὡρῶν ἰσημερινῶν θςʺ.
And from this division it follows that the longest day becomes of 15 equinoctial hours, and the night of 9 equinoctial hours. And in the horizon at Rhodes the summer tropic circle has been cut by the horizon in such a way that, when the whole circle has been divided into 48 parts, the 29 segments are taken above the horizon, and the 19 beneath the earth. And from this division it follows that the longest day in Rhodes becomes of 14 1/2 equinoctial hours, and the night of 9 1/2 equinoctial hours.
Ὁ δὲ ἰσημερινὸς κύκλος καθ' ὅλην τὴν οἰκουμένην διχοτομεῖται ὑπὸ τοῦ ὁρίζοντος, ὥστε ἡμικύκλιον μὲν ὑπὲρ γῆν ἀπολαμβάνεσθαι, ἡμικύκλιον δὲ ὑπὸ γῆν· δι' ἣν αἰτίαν ὑπὸ τοῦ κύκλου τούτου αἱ ἰσημερίαι γίνονται.
And the equinoctial circle throughout the whole inhabited world is cut in two by the horizon, so that a semicircle is taken above the earth, and a semicircle beneath the earth; for which cause by this circle the equinoxes take place.
Ὁ δὲ χειμερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος τέμνεται οὕτως, ὥστε τὸ μὲν ἔλασσον τμῆμα ὑπὲρ γῆν γίνεσθαι, τὸ δὲ μεῖζον ὑπὸ γῆν. Ἡ δὲ ἀνισότης τῶν τμημάτων τὴν αὐτὴν παραλλαγὴν ἔχει ἐπὶ πάντων τῶν κλιμάτων, ἥτις ἐγίνετο καὶ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κύκλου. Διὰ παντὸς γὰρ τὰ ἐναλλὰξ τμήματα τῶν τροπικῶν κύκλων ἴσα ἀλλήλοις ἐστί. Δι' ἣν αἰτίαν ἡ μεγίστη ἡμέρα ἴση ἐστὶ τῇ μεγίστῃ νυκτί. Ὁ δὲ ἀνταρκτικὸς κύκλος ὅλος ὑπὸ τὸν ὁρίζοντα κρύπτεται.
And the winter tropic circle is cut by the horizon in such a way that the lesser segment comes to be above the earth, and the greater beneath the earth. And the inequality of the segments has the same variation in all the climes as took place also in the case of the summer tropic circle. For continually the alternate segments of the tropic circles are equal to one another. For which cause the longest day is equal to the longest night. And the antarctic circle is hidden wholly beneath the horizon.
Τῶν δὲ προειρημένων πέντε παραλλήλων κύκλων,
And of the aforesaid five parallel circles,
Notes, col. 776

On the reading

Printed μερη, for μέρη.

PG 19:777Read from the page
τινῶν μὲν τὰ μεγέθη καθ' ὅλην τὴν οἰκουμένην διαμένει τὰ αὐτὰ, τινῶν δὲ τὰ αὐτὰ μεγέθη μεταπίπτει παρὰ τὰ κλίματα, καὶ οἷς μὲν μείζονες, οἷς δὲ ἐλάσσονες οἱ κύκλοι γίνονται. Οἱ μὲν γὰρ τροπικοὶ, καὶ ὁ ἰσημερινὸς καθ' ὅλην τὴν οἰκουμένην ἴσοι εἰσὶ τοῖς μεγέθεσιν· οἱ δὲ ἀρκτικοὶ κύκλοι μεταπίπτουσι κατὰ τὰ μεγέθη· καὶ οἷς μὲν μείζονες, οἷς δὲ ἐλάττονες γίνονται. Τοῖς μὲν γὰρ πρὸς ἄρκτον οἰκοῦσι μείζονες οἱ ἀρκτικοὶ κύκλοι γίνονται· τοῦ γὰρ πόλου μετεωρότερον φαινομένου, ἀνάγκη καὶ τὸν ἀρκτικὸν κύκλον, ἐφαπτόμενον τοῦ ὁρίζοντος, μείζονα ἀεὶ μᾶλλον γίνεσθαι· τοῖς δέ τοι πρὸς ἄρκτον οἰκοῦσι γίνεταί ποτε ὁ θερινὸς τροπικὸς κύκλος ἀρκτικός· ὥστε τοὺς δύο κύκλους ἐφαρμόσαι ἀλλήλοις, τὸν θερινὸν τροπικὸν κύκλον, καὶ τὸν ἀρκτικὸν, καὶ μίαν λαβεῖν τάξιν. Πρὸς δὲ τοὺς ἀρκτικωτέρους τόπους καὶ τοῦ θερινοῦ τροπικοῦ κύκλου μείζονες οἱ ἀρκτικοὶ γίνονται.
of some the magnitudes remain the same throughout the whole inhabited world, while of some the same magnitudes change according to the climes, and for some the circles become greater, and for others lesser. For the tropics and the equinoctial throughout the whole inhabited world are equal in their magnitudes; whereas the arctic circles change in their magnitudes, and for some they become greater, and for others smaller. For to those dwelling towards the bear the arctic circles become greater; for since the pole appears more elevated, it is necessary that the arctic circle also, touching the horizon, should always become still greater; and for those dwelling towards the bear, the summer tropic circle at some point becomes the arctic, so that the two circles coincide with one another, the summer tropic circle and the arctic, and take one position. And towards the more northern places the arctic circles become even greater than the summer tropic circle.
Πέρας δέ ἐστι τις χώρα πρὸς ἄρκτον κειμένη, ἐν ᾗ ὁ μὲν πόλος κατὰ κορυφὴν γίνεται· ὁ δὲ ἀρκτικὸς κύκλος τὴν τοῦ ὁρίζοντος ἐπέχει τάξιν, καὶ ἐφαρμόζει αὐτῷ κατὰ τὴν ἐπιστροφὴν τοῦ κόσμου, καὶ τὸ αὐτὸ μέγεθος λαμβάνει τῷ ἰσημερινῷ· ὥστε τοὺς τρεῖς κύκλους, τὸν ἀρκτικὸν, καὶ τὸν ἰσημερινὸν, καὶ τὸν ὁρίζοντα τὴν αὐτὴν τάξιν καὶ θέσιν λαμβάνειν.
And finally there is a certain country lying towards the bear, in which the pole comes to be overhead; and the arctic circle holds the position of the horizon, and coincides with it according to the turning of the cosmos, and takes the same magnitude as the equinoctial; so that the three circles, the arctic, and the equinoctial, and the horizon, take the same rank and position.
Πάλιν δὲ τοῖς πρὸς μεσημβρίαν ἡμῶν οἰκοῦσιν οἱ μὲν πόλοι ταπεινότεροι γίνονται· οἱ δὲ ἀρκτικοὶ κύκλοι ἐλάσσονες. Καὶ πέρας ἔστι χώρα τις πρὸς μεσημβρίαν ἡμῶν κειμένη· αὐτὴ δέ ἐστιν ἡ λεγομένη ὑπὸ τὸν ἰσημερινὸν, ἐν ᾗ οἱ μὲν πόλοι ἐπὶ τοῦ ὁρίζοντος γίνονται, οἱ δὲ ἀρκτικοὶ κύκλοι καθόλου ἀναιροῦνται· ὥστε ἀντὶ τῶν πέντε παραλλήλων κύκλων τρεῖς παραλλήλους γίνεσθαι, τούς τε τροπικοὺς καὶ τὸν ἰσημερινόν. Διὰ γὰρ τὰ προειρημένα οὐχ ὑποληπτέον καθολικῶς γίνεσθαι τοὺς πέντε παραλλήλους κύκλους, ἀλλ' ὡς πρὸς τὴν ἡμετέραν οἰκουμένην τὸ πλῆθος αὐτῶν ἐκκεῖσθαι. Εἰσὶ γάρ τινες ὁρίζοντες, ἐν οἷς τρεῖς μόνον παράλληλοι γίνονται.
And again for those dwelling towards the south from us, the poles become lower, and the arctic circles lesser. And finally there is a certain country lying towards the south from us; and this is the one called beneath the equinoctial, in which the poles come to be upon the horizon, and the arctic circles are altogether abolished; so that instead of the five parallel circles there come to be three parallels, both the tropics and the equinoctial. For on account of the things aforesaid one must not suppose that the five parallel circles exist universally, but that their number is set forth with respect to our inhabited world. For there are certain horizons in which there come to be only three parallels.
Εἰσὶ δὲ οἰκήσεις ἐπὶ τῆς γῆς, ὧν πρώτη μὲν οἴκησις, ἐφ' ἧς ὁ θερινὸς τροπικὸς κύκλος ἐφάπτεται τοῦ ὁρίζοντος, καὶ τὴν τοῦ ἀρκτικοῦ κύκλου τάξιν λαμβάνει· δευτέρα δὲ οἴκησις ἡ λεγομένη ὑπὸ τὸν πόλον· τρίτη δέ ἐστιν οἴκησις, ὑπὲρ ἧς μικρὸν ἔμπροσθεν εἰρήκαμεν, καὶ προσαγορευομένη ὑπὸ τὸν ἰσημερινόν.
And there are habitations upon the earth, of which the first habitation is that upon which the summer tropic circle touches the horizon, and takes the position of the arctic circle; the second habitation is that called beneath the pole; and the third is the habitation concerning which we have spoken a little before, and termed beneath the equinoctial.
Ὅθεν οὐδ' ἡ τάξις τῶν πέντε παραλλήλων κύκλων ἡ αὐτὴ παρὰ πᾶσίν ἐστιν· ἀλλ' ἐν μὲν τῇ καθ' ἡμᾶς οἰκουμένῃ πρῶτος μὲν ὀνομάζεται ὁ ἀρκτικὸς, δεύτερος δὲ ὁ θερινὸς τροπικὸς, τρίτος δὲ ὁ ἰσημερινὸς, τέταρτος δὲ ὁ χειμερινὸς τροπικὸς, πέμπτος δὲ ὁ ἀνταρκτικός.
Whence neither is the order of the five parallel circles the same among all; but in our inhabited world the first is named the arctic, the second the summer tropic, the third the equinoctial, the fourth the winter tropic, and the fifth the antarctic.
Τοῖς δὲ πρὸς ἄρκτον μᾶλλον ἡμῶν οἰκοῦσι γίνεταί ποτε πρῶτος μὲν ὁ θερινὸς τροπικὸς κύκλος, δεύτερος δὲ ὁ ἀρκτικὸς, τρίτος δὲ ὁ ἰσημερινὸς, τέταρτος
Whereas for those dwelling further towards the bear than we do, at some point the first becomes the summer tropic circle, the second the arctic, the third the equinoctial, the fourth
Notes, col. 777

On the reading

Printed αὐτὴ, for αὕτη.

PG 19:780Read from the page
δὲ ὁ ἀνταρκτικὸς, πέμπτος δὲ ὁ χειμερινὸς τροπικός. Παρ' οἷς γὰρ ὁ ἀρκτικὸς κύκλος μείζων γίνεται τοῦ θερινοῦ τροπικοῦ, ἀνάγκη τὴν προειρημένην τάξιν ὑπάρχειν.
the antarctic, and the fifth the winter tropic. For among those for whom the arctic circle becomes greater than the summer tropic, it is necessary that the aforesaid order should exist.
Ὁμοίως δὲ οὐδὲ δυνάμεις τῶν πέντε παραλλήλων κύκλων παρὰ πᾶσι τοῖς ἐπὶ τῆς γῆς οἰκοῦσιν αἱ αὐταί εἰσιν. Ὁ γὰρ παρ' ἡμῖν θερινὸς τροπικὸς κύκλος τοῖς ἀντίποσι χειμερινὸς τροπικὸς γίνεται κύκλος· ὁ δὲ παρ' ἐκείνοις θερινὸς τροπικὸς παρ' ἡμῖν γίνεται χειμερινὸς τροπικός.
And likewise neither are the powers of the five parallel circles the same among all those dwelling upon the earth. For the summer tropic circle with us becomes for the antipodes the winter tropic circle; and the summer tropic with them becomes with us the winter tropic.
Τοῖς δὲ ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσι τῇ μὲν δυνάμει οἱ τρεῖς κύκλοι θερινοί εἰσι τροπικοί· ὑπ' αὐτὴν γὰρ τὴν πάροδον τοῦ ἡλίου κεῖνται· τῇ δὲ πρὸς ἀλλήλους παραλλαγῇ γένοιτ' ἂν θερινὸς μὲν τροπικὸς κύκλος ὁ παρ' ἡμῖν ἰσημερινός· χειμερινοὶ δὲ οἱ δύο τροπικοί. Φύσει γὰρ λέγοιτ' ἂν καὶ καθολικῶς πρὸς ἅπασαν τὴν οἰκουμένην θερινὸς τροπικὸς κύκλος ὑπάρχειν ὁ ἔγγιστα τῆς οἰκήσεως ὑπάρχων· δι' ἣν αἰτίαν τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν ὁ θερινὸς τροπικὸς κύκλος γίνεται ὁ ἰσημερινός. Τότε γὰρ αὐτοῖς κατὰ κορυφὴν γίνεται ὁ ἥλιος. Ἰσημερινοὶ δὲ κύκλοι γίνονται παρ' αὐτοῖς πάντες οἱ παράλληλοι. Ἰσημερία γὰρ διὰ παντός ἐστι παρ' αὐτοῖς. Πάντες γὰρ οἱ παράλληλοι κύκλοι διχοτομοῦνται ὑπὸ τοῦ ὁρίζοντος.
And for those dwelling beneath the equinoctial, in power the three circles are summer tropics, for they lie beneath the very passage of the sun; whereas by their variation with respect to one another, the equinoctial with us would become the summer tropic circle, and the two tropics would become winter tropics. For by nature and universally with respect to the whole inhabited world, that circle might be said to be the summer tropic which is nearest to the habitation; for which cause to those dwelling beneath the equinoctial the equinoctial becomes the summer tropic circle. For then the sun comes to be overhead for them. And all the parallels become equinoctial circles among them. For there is equinox continually among them. For all the parallel circles are cut in two by the horizon.
Οὐδὲ αἱ διαστάσεις δὲ αἱ ἀπ' ἀλλήλων τοῖς κύκλοις αἱ αὐταὶ διαμένουσι καθ' ὅλην τὴν οἰκουμένην· ἀλλὰ πρὸς τὴν καταγραφὴν τῶν σφαιρῶν, ὁ μεσημβρινὸς διαιρεῖται οὕτως· Τοῦ κατὰ πλάτος παντὸς μεσημβρινοῦ κύκλου διαιρουμένου εἰς μέρη ξʹ, ὁ ἀρκτικὸς ἀπὸ τοῦ πόλου καταγράφεται ἀπέχων ἑξηκοστὰ ἕξ· ὁ δὲ θερινὸς τροπικὸς ἀπὸ τοῦ ἀρκτικοῦ γράφεται ἀπέχων ἑξηκοστὰ εʹ· ὁ δὲ ἰσημερινὸς ἀφ' ἑκατέρου τῶν τροπικῶν ἑξηκοστὰ δʹ· ὁ δὲ χειμερινὸς τροπικὸς κύκλος ἀπὸ τοῦ ἀνταρκτικοῦ ἀπέχων ἑξηκοστὰ εʹ· ὁ δὲ ἀνταρκτικὸς ἀπὸ τοῦ πόλου ἀπέχων ἑξηκοστὰ ςʹ.
And neither do the distances of the circles from one another remain the same throughout the whole inhabited world; but with a view to the inscription of the spheres, the meridian is divided thus: When the whole meridian circle in latitude is divided into 60 parts, the arctic is inscribed distant from the pole six sixtieths; the summer tropic is traced distant from the arctic 5 sixtieths; the equinoctial from each of the tropics 4 sixtieths; the winter tropic circle distant from the antarctic 5 sixtieths; and the antarctic distant from the pole 6 sixtieths.
Οὐ κατὰ πᾶσαν δὲ χώραν καὶ πόλιν τὰς αὐτὰς
Yet not in every country and city the same
PG 19:781Read from the page
καστάσεις ἔχουσιν ἀπ' ἀλλήλων οἱ κύκλοι· ἀλλ' οἱ μὲν τροπικοὶ κύκλοι ἀπὸ τοῦ ἰσημερινοῦ κατὰ πᾶν ἔγκλιμα τὴν αὐτὴν ἀπόστασιν ἔχουσιν· οἱ δὲ τροπικοὶ κύκλοι ἀπὸ τῶν ἀρκτικῶν οὐ τὴν αὐτὴν ἔχουσι διάστασιν κατὰ πάντας τοὺς ὁρίζοντας, ἀλλ' οἱ μὲν ἔλασσον, οἱ δὲ πλέον διεστήκασιν.
distances from one another do the circles have; but the tropic circles have the same distance from the equinoctial in every inclination; whereas the tropic circles from the arctics do not have the same distance in all the horizons, but some stand less apart, and others more.
Ὁμοίως δὲ οὐδὲ οἱ ἀρκτικοὶ ἀπὸ τῶν πόλων τὴν ἴσην ἀπόστασιν ἔχουσι κατὰ πᾶν ἔγκλιμα· ἀλλ' οἱ μὲν ἐλάσσονα, οἱ δὲ πλείονα. Καταγράφονται μέντοι γε πᾶσαι αἱ περιφέρειαι πρὸς τὸν ἐν τῇ Ἑλλάδι ὁρίζοντα.
And likewise neither do the arctics have an equal distance from the poles in every inclination; but some have a lesser, and others a greater. Yet all the circumferences are inscribed with respect to the horizon in Greece.
Διὰ τῶν πόλων δέ εἰσι κύκλοι, οἱ ὑπό τινων κόλουροι προσαγορευόμενοι, οἷς συμβέβηκεν ἐπὶ τῶν ἰδίων περιφερειῶν τοὺς τοῦ κόσμου πόλους ἔχειν. Κόλουροι δὲ κέκληνται, διὰ τὸ μέρη τινὰ αὐτῶν ἀθεώρητα γίνεσθαι. Οἱ μὲν γὰρ λοιποὶ κύκλοι κατὰ τὴν περιστροφὴν τοῦ κόσμου ὅλοι θεωροῦνται. Τῶν δὲ κολούρων κύκλων μέρη τινά ἐστιν ἀθεώρητα, τὰ ὑπὸ τοῦ ἀνταρκτικοῦ ὑπὸ τὸν ὁρίζοντα ἀπολαμβανόμενα. Γράφονται δὲ οὗτοι οἱ διὰ τῶν πόλων διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων, καὶ εἰς δʹ μέρη ἴσα διαιροῦσι τὸν διὰ μέσων τῶν ζωδίων κύκλον.
And through the poles are circles, which by some are termed colures, to which it has happened to have the poles of the cosmos upon their own circumferences. And they have been called colures because certain parts of them become unseen. For the remaining circles according to the revolution of the cosmos are beheld whole. Whereas of the colure circles certain parts are unseen, those taken by the antarctic beneath the horizon. And these circles through the poles are traced through the tropical and equinoctial points, and divide the circle through the midst of the signs into 4 equal parts.
Λοξὸς δέ ἐστι κύκλος ὁ τῶν ιβʹ ζωδίων· αὐτὸς δὲ ἐκ γʹ κύκλων παραλλήλων συνέστηκεν· ὧν οἱ μὲν τὸ πλάτος ἀφορίζειν λέγονται τοῦ ζωδιακοῦ κύκλου· ὁ δὲ διὰ μέσων τῶν ζωδίων καλεῖται. Οὗτος δὲ ἐφάπτεται δύο κύκλων ἴσων τε καὶ παραλλήλων· τοῦ μὲν θερινοῦ τροπικοῦ κατὰ τὴν τοῦ Καρκίνου πρώτην μοῖραν, τοῦ δὲ χειμερινοῦ τροπικοῦ κατὰ τὴν τοῦ Αἰγόκερω πρώτην μοῖραν· τὸν δὲ ἰσημερινὸν δίχα τέμνει κατὰ τὴν τοῦ Κριοῦ πρώτην μοῖραν, καὶ κατὰ τὴν τοῦ Ζυγοῦ πρώτην μοῖραν. Τὸ δὲ πλάτος ἐστὶ τοῦ ζωδιακοῦ κύκλου μοιρῶν ιβʹ. Λοξὸς δὲ κέκληται ὁ ζωδιακὸς κύκλος, διὰ τὸ λοξῶς τέμνειν τοὺς παραλλήλους κύκλους.
And the oblique circle is that of the 12 signs; and it consists of 3 parallel circles, of which two are said to mark off the breadth of the zodiacal circle, and the one is called that through the midst of the signs. And this one touches two circles both equal and parallel: the summer tropic at the first degree of Cancer, and the winter tropic at the first degree of Capricorn; and it cuts the equinoctial in two at the first degree of Aries, and at the first degree of Libra. And the breadth of the zodiacal circle is of 12 degrees. And the zodiacal circle has been called oblique because it cuts the parallel circles obliquely.
Ὁρίζων δέ ἐστι κύκλος ὁ διορίζων ἡμῖν τό τε φανερὸν καὶ τὸ ἀφανὲς μέρος τοῦ κόσμου, καὶ διχοτομῶν τὴν ὅλην σφαῖραν τοῦ κόσμου· ὥστε ἡμισφαίριον μὲν ὑπὲρ γῆν ἀπολαμβάνεσθαι, ἡμισφαίριον δὲ ὑπὸ γῆν. Εἰσὶ δὲ οἱ ὁρίζοντες δύο, εἷς μὲν ὁ αἰσθητὸς, ἕτερος δὲ ὁ λόγῳ θεωρητός. Αἰσθητὸς μὲν οὖν ἐστιν ὁρίζων ὁ ὑπὸ τῆς ἡμετέρας ὄψεως περιγραφόμενος κατὰ τὸν ἀποτερματισμὸν τῆς ὁράσεως, ὃς οὐ μείζονα τὴν διάμετρον ἔχει σταδίων βʹ· ὁ δὲ λόγῳ θεωρητὸς ὁρίζων ἐστὶν ὁ μέχρι τῆς τῶν ἀπλανῶν ἀστέρων σφαίρας διήκων, καὶ διχοτομῶν τὸν ὅλον κόσμον.
And the horizon is a circle which marks off for us both the visible and the invisible part of the cosmos, and cuts in two the whole sphere of the cosmos, so that a hemisphere is taken above the earth, and a hemisphere beneath the earth. And the horizons are two, one the perceptible, and the other the one beheld by reason. Now the perceptible horizon is the one circumscribed by our sight according to the limit of vision, which has a diameter not greater than 2,000 stades; whereas the horizon beheld by reason is the one reaching unto the sphere of the fixed stars, and cutting the whole cosmos in two.
Οὐ κατὰ πᾶσαν δὲ πόλιν, καὶ χώραν ὁ αὐτός ἐστιν ὁρίζων· ἀλλὰ πρὸς μὲν τὴν αἴσθησιν σχεδὸν ἐπὶ σταδίους υʹ ὁ αὐτὸς ὁρίζων διαμένει, ὥστε καὶ τὰ μεγέθη τῶν ἡμερῶν, καὶ τὸ κλίμα, καὶ τὰ πάντα φαινόμενα τὰ αὐτὰ διαμένειν.
Yet not in every city and country is the horizon the same; but as to sense, for almost 400 stades the horizon remains the same, so that both the lengths of the days, and the clime, and all the phenomena remain the same.
Πλειόνων δὲ σταδίων γινομένων κατὰ τὴν παραλλαγὴν τῆς οἰκήσεως, ἕτερος ὁρίζων γίνεται, κατὰ τὸ κλίμα διαφέρων, καὶ πάντα τὰ φαινόμενα
But when there come to be more stades according to the variation of the habitation, another horizon comes to be, differing according to the clime, and all the phenomena
Notes, col. 781

On the reading

Printed καστάσεις, for διαστάσεις.