Migne Reading Room

PG 19 · cols. 271–281 · Read from the page

Eusebius, Chronicle, Book I

Eusebius, Chronicle, Book I

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:271Read from the page
Μετὰ τοὺς Ἀρκάδας ἄλλος ἀφικνεῖται στόλος Ἑλληνικὸς, ἄγοντος Ἡρακλέους. Περὶ ταῦτα τὰ χωρία ὑπέμειναν, καὶ πολίζονται λόφον, ὃς ὑπὸ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, καὶ ἄλλη δὲ ἀκτὴ σύμπασα Σατορνία ὀνομαζομένη. Λέγουσι δέ τινες αὐτὸν καὶ παῖδα ἐν τοῖς χωρίοις τούτοις καταλιπεῖν Λατῖνον, [ὃν] ἀνδρωθέντα τὴν Ἀβοριγίνων ἀρχὴν παραλαβεῖν. Τούτου δὲ ἄπαιδος τελευτήσαντος, περιστῆναι τὴν ἀρχὴν εἰς Αἰνείαν τοῦ Ἀγχίσου. Cap. 34-43.
After the Arcadians another Greek fleet arrives, led by Heracles. Around these places they remained, and they settle a hill which by the men of that time was called Saturnian, while all the rest of the coast too was named Saturnia. Some say that he also left behind a son in these places, Latinus, [who] when grown to manhood took over the rule of the Aborigines. And when he died childless, the rule devolved upon Aeneas the son of Anchises. Chapters 34-43.
Τὰ μὲν δὴ συνελθόντα ἔθνη, καὶ κοινωσάμενα τοὺς βίους, ἐξ ὧν τὸ Ῥωμαίων γένος ὥρμηται, πρὶν ἣν νῦν ἔχουσιν οἰκισθῆναι πόλιν, ταυτά ἐστιν. Ἀβοριγῖνες μὲν πρῶτον, οἳ Σικελεῖς ἐξανέστησαν ἐκ τούτων τῶν χωρίων, Ἕλληνες ὄντες τὸ ἀρχαῖον ἐκ Πελοποννήσου, τῶν σὺν Οἰνώτρῳ μετενεγκαμένων τὴν οἴκησιν ἐκ τῆς καλουμένης νῦν Ἀρκαδίας. Ἔπειθ' οἱ μεταστάντες ἐκ τῆς τότε μὲν Αἱμονίας, νῦν δὲ Θετταλίας καλουμένης, Πελασγοί. Τρίτοι δὲ οἱ σὺν Εὐάνδρῳ παραγενηθέντες ἐς Ἰταλίαν ἐκ Παλαντίου πόλεως. Μετὰ δὲ τούτους τῶν σὺν Ἡρακλεῖ στρατευομένων Πελοποννησίων Ἐπειοί τε καὶ Φενεᾶται οἷς καὶ τρωϊκόν τι ἐμέμικτο. Τελευταῖοι δὲ οἱ διασωθέντες σὺν Αἰνείᾳ Τρῶες ἐξ Ἰλίου τε καὶ Δαρδάνου καὶ τῶν ἄλλων Τρωϊκῶν πόλεων. Cap. 60.
The nations, then, that came together and shared their lives in common, from whom the race of the Romans sprang before the city which they now hold was founded, are these. First the Aborigines, who expelled the Sicilians from these places, being Greeks of old from the Peloponnese, of those who with Oenotrus transferred their habitation from what is now called Arcadia. Next the Pelasgians who migrated from what was then called Haemonia, and is now called Thessaly. Third, those who came to Italy with Evander from the city of Pallantium. After these, of the Peloponnesians campaigning with Heracles, the Epeians and Pheneatians, with whom a certain Trojan element also was mingled. Last, the Trojans who were saved with Aeneas from Ilium and Dardanus and the other Trojan cities. Chapter 60.
1. Ἴλιον μὲν γὰρ ἥλω τελευτῶντος ἤδη τοῦ θέρους, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὀγδόῃ φθίνοντος μηνὸς θαργηλιῶνος, ὡς Ἀθηναῖοι τοὺς χρόνους ἄγουσι. Περιτταὶ δὲ ἦσαν αἱ τὸν ἐνιαυτὸν ἐκεῖνον ἐκπληροῦσαι μετὰ τὴν τροπὴν εἴκοσι ἡμέραι. Ἐν δὴ ταῖς ἑπτὰ καὶ τριάκοντα, ταῖς ἀπὸ τῆς ἁλώσεως διαγενομέναις τὰ τε περὶ τὴν πόλιν οἴομαι διοικήσασθαι τοὺς Ἀχαιοὺς, καὶ τὰς πρεσβείας ἐπιδέξασθαι τὰς παρὰ τῶν ἀφεστηκότων, καὶ τὰ ὅρκια ποιήσασθαι πρὸς αὐτούς· τῷ δ' ἑξῆς ἔτει, πρώτῳ δὲ μετὰ τὴν ἅλωσιν, περὶ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες οἱ Τρῶες ἐκ τῆς γῆς, περαιοῦνται τὸν Ἑλλήσποντον· καὶ καταχθέντες εἰς τὴν Θρᾴκην, αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν, δεχόμενοί τε τοὺς ἔτι συνιόντας ἐκ τῆς φυγῆς, καὶ παρασκευαζόμενοι τὰ εἰς τὸν ἀπόπλουν. Ἐκ δὲ τῆς Θρᾴκης ἀναστάντες ἔαρος ἀρχομένου, τελοῦσι τὸν μεταξὺ πλοῦν, ἄχρι Σικελίας· ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ ἔτος τοῦτο τελευτᾷ, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα, τὰς πόλεις συνοικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίᾳ. Πλωΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου, περῶσι τὸ Τυῤῥηνικὸν πέλαγος, καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται, τὸν Ἀβοριγίνων αἰγιαλὸν, μεσούσης θερείας. Λαβόντες δὲ τὸ χωρίον, οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον, τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. Καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης, δεδήλωταί μοι. Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ
1. For Ilium was taken when the summer was already ending, seventeen days before the summer solstice, on the eighth day from the end of the month Thargelion, as the Athenians reckon the times. And there remained twenty days after the solstice to complete that year. During the thirty-seven days that elapsed after the capture, I suppose the Achaeans both arranged affairs concerning the city, received the embassies from those who had withdrawn, and concluded the oaths with them; and in the following year, the first after the capture, setting out from the land around the autumnal equinox, the Trojans cross the Hellespont; and putting in to Thrace, they spend the winter season there, receiving those who were still coming together from the flight, and preparing what was needed for setting sail. Removing from Thrace at the beginning of spring, they accomplish the intervening voyage as far as Sicily; and after they had anchored there, this year comes to an end, and they spend the second winter jointly settling cities with the Elymi in Sicily. When the sea became navigable, setting out from the island, they cross the Tyrrhenian Sea, and finally arrive at Laurentum, the shore of the Aborigines, in the middle of summer. Having received the place, they found Lavinium in it, completing the second year from the capture. And as to my opinion concerning these things, I have made it clear. And when Aeneas had adequately furnished the city with temples and the other adornments, most of which still existed even to my time, in the
PG 19:273Read from the page
μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρωῶν ἐβασίλευσε μόνον· τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου, καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει, τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν, ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον. Πολέμου δὲ ἐκ τῶν ἐγκλημάτων τούτων γενομένου καὶ μάχης ἰσχυρᾶς, Λατῖνος μὲν ἀποθνήσκει καὶ Τυρνὸς καὶ τῶν ἄλλων συχνοί· κρατοῦσι δ' ὅμως οἱ σὺν Αἰνείᾳ· ἐκ δὲ τούτου τὴν ὑπὸ τῷ κηδεστῇ γενομένην ἀρχὴν Αἰνείας παραλαμβάνει· τρία δὲ βασιλεύσας ἔτη κατὰ τὴν τοῦ Λατίνου τελευτὴν, τῷ τετάρτῳ θνήσκει κατὰ πόλεμον. Cap. 64.
following year, the third from the departure, he reigned over the Trojans only; and in the fourth, when Latinus had died, he takes over his kingdom as well, by the relationship of marriage with him, Lavinia having become heiress after the death of Latinus. When war arose out of these complaints and a fierce battle took place, Latinus dies and Turnus and many of the others; nevertheless those with Aeneas prevail; and thereupon Aeneas takes over the rule that had been under his father-in-law; and having reigned three years after the death of Latinus, in the fourth he dies in war. Chapter 64.
2. Αἰνείου δ' ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμῳ μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν, Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν, ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῇ φυγῇ. Cap. 65.
2. When Aeneas had departed from among men in the seventh year or thereabouts after the capture of Ilium, Euryleon took over the leadership of the Latins, who had been renamed Ascanius in the flight. Chapter 65.
Ἀσκανίου δὲ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας τελευτήσαντος, παρέλαβε τὴν ἡγεμονίαν Σιλούϊος, ἀδελφὸς ὢν Ἀσκανίου, μετὰ τὸν Αἰνείου θάνατον γενόμενος ἐκ Λαύνας τῆς Λατίνου θυγατρός. Cap. 70.
When Ascanius died in the thirty-eighth year of his reign, Silvius took over the leadership, being the brother of Ascanius, born after the death of Aeneas from Lavinia the daughter of Latinus. Chapter 70.
Σιλούϊου δ' ἑνὸς δέοντα τριάκοντα ἔτη κατασχόντος τὴν ἀρχὴν, Αἰνείας υἱὸς αὐτοῦ διαδεξάμενος τὴν δυναστείαν, ἑνὶ πλείω τριάκοντα ἐτῶν ἐβασίλευσε. Μετὰ δὲ τοῦτον, ἓν καὶ πεντήκοντα Λατῖνος ἦρξεν ἔτη. Ἄλβας δὲ μετὰ τοῦτον ἑνὸς δέοντα τετταράκοντα ἐτῶν ἐβασίλευσε. Μετὰ δὲ Ἄλβαν Κάπετος ἓξ ἐπὶ τοῖς εἴκοσιν. Ἔπειτα Κάπυς δυοῖν δέοντα τριάκοντα. Μετὰ δὲ Κάπυν Κάλπετος ἄχρι τρισκαίδεκα ἐτῶν κατέσχε τὴν ἀρχήν. Ἐξῆς δὲ Τιβερῖνος ὀκταετῆ χρόνον ἐβασίλευσε· τελευτῆσαι δὲ τοῦτον ἐν μάχῃ παρὰ ποταμῷ γενομένῃ λέγεται· παρενεχθεὶς δὲ ὑπὸ τοῦ ῥεύματος, ἐπώνυμον ἑαυτῷ κατέλιπε τὸν ποταμὸν, Ἄλβουλαν καλούμενον πρότερον.
After Silvius had held the rule for thirty years save one, his son Aeneas succeeded to the sovereignty and reigned one more than thirty years. After him, Latinus ruled fifty-one years. Alba after him reigned forty years save one. After Alba, Capetus twenty-six. Next Capys, thirty save two. After Capys, Calpetus held the rule for thirteen years. Next Tiberinus reigned for an eight-year period; and he is said to have died in a battle that took place beside a river; carried away by the current, he left the river named after himself, which previously was called Albula.
3. Τιβερίνου δὲ διάδοχος Ἀγρίπας ἓν καὶ τετταράκοντα ἐβασίλευσεν ἔτη. Μετὰ δὲ Ἀγρίπαν, Ἀλλάδης, τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον, ἑνὸς δέοντα εἴκοσιν, ᾧ περιφρονοῦντι τὰ δαιμόνια κατεσκεύαστο κεραυνῶν τε μιμήματα καὶ κτύποι βρονταῖς ἐμφερεῖς, οἷς δεδίττεσθαι τοὺς ἀνθρώπους ὡς θεὸς ἠξίου. Ὄμβρων δὲ καὶ κεραυνῶν εἰς τὸν οἶκον κατασκηψάντων, τῆς τε λίμνης, παρ' ἣν οἰκῶν ἐτύγχανε, πλημμύραν οὐκ εἰωθυῖαν λαβούσης, κατακλυσθεὶς πανοίκιος ἀπόλλυται. Καὶ νῦν ἔτι διαλειπούσης τῆς λίμνης ἐν μέρει τινὶ, ὅταν ὑπονοστήσῃ τὸ νάμα, καὶ σταθερὸς ὁ βυθὸς γένηται, παστάδων ἐρείπια καὶ ἄλλα οἰκήσεως ἴχνη φαίνεται.
3. Tiberinus's successor Agrippa reigned forty-one years. After Agrippa, Allades, a tyrannical creature and hateful to the gods, twenty save one; for him, despising the divine powers, there had been contrived imitations of thunderbolts and crashes resembling thunder, wherewith he presumed to frighten men as a god. But when rains and thunderbolts fell upon his house, and the lake beside which he happened to dwell rose in an unusual flood, he perishes overwhelmed with all his household. And even now, when the lake clears in a certain part, whenever the stream subsides and the depth becomes still, ruins of colonnades and other traces of habitation appear.
4. Ἀουεντῖνος δὲ μετὰ τούτου τὴν δυναστείαν διαδεξάμενος, οὗ τῶν ἑπτὰ λόφων τις ἐπώνυμος ἐγένετο τῶν συμπεπολισμένων τῇ Ῥώμῃ, τριάκοντα καὶ ἑπτὰ ἔτη τὴν ἀρχὴν κατέσχε. Πρόκας δὲ μετὰ τοῦτον ἔτη εἴκοσι καὶ τρία. Ἔπειτα Ἀμούλιος, ὃς οὐ σὺν δίκῃ τὴν βασιλείαν κατασχὼν Νεμέτωρι προσήκουσαν, ὃς ἦν
4. Aventinus, having succeeded to the sovereignty after him, after whom one of the seven hills united into the city of Rome was named, held the rule for thirty-seven years. Procas after him, twenty-three years. Next Amulius, who, having unjustly seized the kingdom that belonged to Numitor, who was
Notes, col. 273

On the reading

Printed Σιλούϊου, for Σιλουΐου.

Printed Ἐξῆς, for Ἑξῆς.

Printed νάμα, for νᾶμα.

PG 19:275Read from the page
αὐτῷ πρεσβύτερος ἀδελφὸς, δύο καὶ τετταράκοντα ἔτη δυναστεύει. Ἀμουλίου δὲ ἀναιρεθέντος ὑπὸ Ῥωμύλου καὶ Ῥώμου, τῶν ἐκ τῆς ἱερᾶς κόρης γενομένων, ὡς αὐτίκα λεχθήσεται, μετὰ τὸν ἐκείνου θάνατον ἀπολαμβάνει τὴν κατὰ νόμον δυναστείαν Νεμέτωρ ὁ τῶν νεανίσκων μητροπάτωρ. Τῷ δ' ἑξῆς ἔτει τῆς Νεμέτωρος ἀρχῆς, δευτέρῳ δὲ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν, ἀποικίαν στείλαντες Ἀλβανοὶ, Ῥωμύλου καὶ Ῥώμου τὴν ἡγεμονίαν αὐτῆς ἐχόντων, κτίζουσι Ῥώμην, ἔτους ἐνεστῶτος πρώτου τῆς ἑβδόμης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δαϊκλῆς μεσήνιος, ἄρχοντος Ἀθήν⟨η⟩σι Χαροποῦ ἔτος τῆς δεκαετίας πρῶτον. Cap. 70.
his elder brother, holds sovereignty for forty-two years. When Amulius had been slain by Romulus and Remus, who were born of the holy maiden, as will presently be told, after his death Numitor, the maternal grandfather of the young men, recovers the lawful sovereignty. In the following year of Numitor's rule, the four hundred and thirty-second after the capture of Ilium, the Albans, having sent out a colony with Romulus and Remus holding its leadership, found Rome, at the beginning of the first year of the seventh Olympiad, in which Daicles of Messene won the stadium, when Charops was archon at Athens in the first year of the ten-year term. Chapter 70.
1. Ἀμφισβητήσεως δὲ πολλῆς οὔσης καὶ περὶ τοῦ χρόνου τῆς κτίσεως, καὶ περὶ τῶν οἰκιστῶν τῆς πόλεως, οὐδὲ αὐτὸς ᾤμην δεῖν ὥσπερ ὁμολογούμενα πρὸς ἁπάντων ἐξ ἐπιδρομῆς ἐπελθεῖν. Κεφάλων μὲν γὰρ ὁ Γεργίθιος, συγγραφεὺς παλαιὸς πάνυ, δευτέρᾳ γενεᾷ μετὰ τὸν Ἰλιακὸν πόλεμον ἐκτίσθαι λέγει τὴν πόλιν ὑπὸ τῶν ἐξ Ἰλίου διασωθέντων σὺν Αἰνείᾳ· οἰκιστὴν δὲ αὐτῆς ἀποφαίνει τὸν ἡγησάμενον τῆς ἀποικίας Ῥῶμον· τοῦτον δ' εἶναι τῶν Αἰνείου παίδων ἕνα· τέτταρας δέ φησιν Αἰνείᾳ γενέσθαι παῖδας, Ἀσκάνιον, Εὐρυλέοντα, Ῥωμύλον, Ῥῶμον. Εἴρηται δὲ Δημαγόρᾳ καὶ Ἀγαθύμῳ καὶ ἄλλοις συχνοῖς ὅ τε χρόνος καὶ ὁ τῆς ἀποικίας ἡγεμὼν ὁ αὐτός. Ὁ δὲ τὰς ἱερείας τὰς ἐν Ἄργει καὶ τὰ καθ' ἑκάστην πραχθέντα συναγαγὼν, Αἰνείαν φησὶν ἐκ Μολοττῶν εἰς Ἰταλίαν ἐλθόντα μετ' Ὀδυσσέως, οἰκιστὴν γενέσθαι τῆς πόλεως· ὀνομάσαι δ' αὐτὴν ἀπὸ μιᾶς τῶν Ἰλιάδων Ῥώμης· ταύτην δὲ λέγει ταῖς ἄλλαις Τρωάσι παρακελευσαμένην, κοινῇ μετ' αὐτῶν ἐμπρῆσαι τὰ σκάφη, βαρυνομένην τῇ πλάνῃ· ὁμολογεῖ δ' αὐτῷ καὶ Δαμαστὴς ὁ Σιγεὺς καὶ ἄλλοι τινές.
1. Since there is much dispute both concerning the time of the founding and concerning the founders of the city, I too did not think I ought to pass over them cursorily as though agreed upon by all. For Cephalon of Gergis, a very ancient writer, says that the city was founded in the second generation after the Iliac war by those who were saved from Ilium with Aeneas; and he declares its founder to be Romus, who led the colony; and that he was one of the sons of Aeneas; and he says that four sons were born to Aeneas: Ascanius, Euryleon, Romulus, Romus. By Demagoras also and Agathymus and many others both the time and the leader of the colony are stated to be the same. And he who compiled the priestesses at Argos and the deeds done under each says that Aeneas, having come from the Molossians into Italy with Odysseus, became the founder of the city; and that he named it after one of the Trojan women, Rhome; and he says that she, having exhorted the other Trojan women, burned the vessels in common with them, being weary of the wandering; and Damastes of Sigeum and certain others agree with him.
2. Ἀριστοτέλης δὲ ὁ φιλόσοφος Ἀχαιῶν τινας ἱστορεῖ τῶν ἀπὸ Τροίας ἀνακομισαμένων περιπλέοντας Μαλέον, ἔπειτα χειμῶνι βιαίῳ καταληφθέντας, τέως μὲν ὑπὸ τῶν πνευμάτων φερομένους πολλαχῆ τοῦ πελάγους πλανᾶσθαι· τελευτῶντας δ' ἐλθεῖν εἰς τὸν τόπον τοῦτον τῆς Ὀπικῆς, ὃς καλεῖται Λάτιον, ἐπὶ τῷ Τυῤῥηνικῷ πελάγει κείμενον· ἀσμένους δὲ τὴν γῆν ἰδόντας, ἀνεκλῦσαί τε τὰς ναῦς αὐτόθι, καὶ διατρῖψαι τὴν χειμερινὴν ὥραν, παρασκευαζομένους ἔαρος ἀρχομένου πλεῖν· ἐμπρησθεισῶν δὲ αὐτοῖς ὑπὸ νύκτα τῶν νηῶν, οὐκ ἔχοντας ὅπως ποιήσονται τὴν ἄπαρσιν, ἀβουλήτῳ ἀνάγκῃ τοὺς βίους ἐν ᾧ κατήχθησαν χωρίῳ ἱδρύσασθαι· συμβῆναι δὲ αὐτοῖς τοῦτο διὰ γυναῖκας αἰχμαλώτους, ἃς ἔτυχον ἔχοντες ἐξ Ἰλίου, ταύτας δὲ κατακαῦσαι τὰ
2. Aristotle the philosopher relates that certain of the Achaeans returning from Troy, while sailing round Malea, were then overtaken by a violent storm, and for a time, borne along by the winds, wandered in many parts of the sea; and finally came to this place of Opica which is called Latium, lying on the Tyrrhenian Sea; and gladly seeing the land, they hauled up their ships there and spent the winter season, preparing to sail at the beginning of spring; but when their ships were burned by night, having no means whereby to make their departure, by unwelcome necessity they established their lives in the place where they had put in; and that this befell them through captive women whom they happened to have from Ilium, and that these women burned down the
Notes, col. 275

On the reading

Printed ἀνεκλῦσαί, for ἀνελκῦσαί.

PG 19:277Read from the page
πλοῖα, φοβουμένας τὴν οἴκαδε Ἀχαιῶν ἄπαρσιν, ὡς εἰς δουλείαν ἀφιξομένας.
vessels, fearing the departure of the Achaeans homewards, as though they would arrive into slavery.
3. Καλλίας δὲ ὁ τὰς Ἀγαθοκλέους πράξεις ἀναγράψας, Ῥώμην τινὰ Τροάδα τῶν ἀφικνουμένων ἅμα τοῖς ἄλλοις Τρωσὶν εἰς Ἰταλίαν, γήμασθαι Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων, καὶ γεννῆσαι δύο παῖδας, Ῥῶμον καὶ Ῥωμύλον· οἰκίσαντας δὲ πόλιν, ἀπὸ τῆς μητρὸς αὐτῇ θέσθαι τοὔνομα. Ξεναγόρας δὲ ὁ συγγραφεὺς, Ὀδυσσέως καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντίαν, Ἀρδέαν· οἰκίσαντας δὲ τρεῖς πόλεις, ἀφ' ἑαυτῶν θέσθαι τοῖς κτίσμασι τὰς ὀνομασίας. Διονύσιος δὲ ὁ Χαλκιδεὺς οἰκιστὴν μὲν ἀποφαίνει τῆς πόλεως Ῥῶμον, τοῦτον δὲ λέγει κατὰ μέν τινας Ἀσκανίου, κατὰ δέ τινας Ἠμαθίωνος παῖδα εἶναι. Εἰσὶ δέ τινες οἳ τὴν Ῥώμην ἐκτίσθαι λέγουσιν ὑπὸ Ῥώμου τοῦ Ἰταλοῦ, μητρὸς δὲ Λεύκης τῆς Λατίνου θυγατρός.
3. Callias, who recorded the deeds of Agathocles, says that a certain Trojan woman Rhome, of those who arrived with the other Trojans in Italy, was married to Latinus the king of the Aborigines, and bore two sons, Romus and Romulus; and that having founded a city, they gave it its name from their mother. Xenagoras the historian says that three sons were born of Odysseus and Circe, Romus, Antias, Ardeas; and that having founded three cities, they gave their names to the foundations from themselves. Dionysius of Chalcis declares the founder of the city to be Romus, and says that according to some he was the son of Ascanius, and according to others of Emathion. There are also some who say that Rome was founded by Romus the son of Italus, his mother being Leuce the daughter of Latinus.
4. Ἔχων δὲ πολλοὺς καὶ ἄλλους τῶν Ἑλληνικῶν παρέχεσθαι συγγραφέων, οἳ διαφόρους ἀποφαίνουσι τοὺς οἰκιστὰς τῆς πόλεως, ἵνα μὴ δόξαιμι μακρηγορεῖν, ἐπὶ τοὺς Ῥωμαίων ἐλεύσομαι συγγραφεῖς. Παλαιὸς μὲν οὖν οὔτε συγγραφεὺς οὔτε λογογράφος ἐστὶ Ῥωμαίων οὐδὲ εἷς· ἐκ παλαιῶν μέντοι λόγων ἐν ἱεραῖς δέλτοις σωζομένων ἕκαστός τις παραλαβὼν ἀνέγραψε. Τούτων δέ τινες μὲν Αἰνείου γενέσθαι υἱοὺς λέγουσι Ῥωμύλον καὶ Ῥῶμον, τοὺς οἰκιστὰς τῆς Ῥώμης· ἕτεροι δὲ θυγατρὸς Αἰνείου παῖδας· ὅτου δὲ πατρὸς, οὐκέτι διορίζοντες· δοθῆναι δ' αὐτοὺς ὑπ' Αἰνείου Λατίνῳ τῷ βασιλεῖ τῶν Ἀβοριγίνων ὁμηρεύσοντας, ὅτε αἱ πίστεις τοῖς ἐπιχωρίοις πρὸς τοὺς ἐπήλυδας ἐγένοντο· ἀσπαζόμενον δὲ αὐτοὺς Λατῖνον τῇ τε ἄλλῃ θεραπείᾳ περιέπειν εὖ, ἐκγόνου τε ἄῤῥενος ἄπαιδα τελευτῶντα, διαδόχους μέρους τινὸς τῆς ἑαυτοῦ ἀρχῆς καταλιπεῖν.
4. Though I could adduce many others also of the Greek writers, who declare different founders of the city, lest I should seem to speak at length, I shall come to the writers of the Romans. Now there is not a single ancient historian or chronicler of the Romans; nevertheless each one took from ancient accounts preserved in sacred tablets and wrote them down. Some of these say that Romulus and Romus, the founders of Rome, were sons of Aeneas; others, that they were sons of a daughter of Aeneas, without further defining of what father; and that they were given by Aeneas to Latinus the king of the Aborigines as hostages, when the pledges were made between the natives and the newcomers; and that Latinus welcomed them and treated them well with every other care, and dying without male issue, left them successors to a certain part of his own rule.
5. Ἄλλοι δὲ λέγουσιν Αἰνείου τελευτήσαντος, Ἀσκάνιον ἅπασαν τὴν ἀρχὴν παραλαβόντα, νείμασθαι πρὸς τοὺς ἀδελφοὺς Ῥωμύλον τε καὶ Ῥῶμον, τήν τε χώραν καὶ τὴν δύναμιν τῶν Λατίνων τριχῆ· αὐτὸν μὲν δὴ τήν τε Ἄλβαν κτίσαι καὶ ἄλλ' ἄττα πολίσματα· Ῥῶμον δὲ Καπύην μὲν, ἀπὸ τοῦ προπάππου Κάπυος. Ἀγχίσαν δὲ, ἀπὸ τοῦ προπάτορος Ἀγχίσου. Αἰνείαν δὲ, τὴν ὕστερον κληθεῖσαν Ἀνείκλον, ἀπὸ τοῦ πατρός· Ῥώμην δὲ ἀφ' ἑαυτοῦ. Ταύτην δὲ χρόνους τινὰς ἐρημωθεῖσαν, ἑτέρας αὖθις ἐλθούσης ἀποικίας, ἣν Ἀλβανοὶ ἔστειλαν, ἡγουμένου Ῥωμύλου καὶ Ῥώμου, τὴν ἀρχαίαν κτίσιν ἀπολαβεῖν· ὥστε διττὰς εἶναι τῇ Ῥώμῃ τὰς κτίσεις, τὴν μὲν ὀλίγον ὕστερον τῶν Τρωϊκῶν γενομένην, τὴν δὲ πεντεκαίδεκα γενεαῖς ὑστεροῦσαν τῆς προτέρας.
5. Others say that when Aeneas had died, Ascanius, having taken over the whole rule, divided both the land and the power of the Latins into three parts with his brothers Romulus and Romus; and that he himself founded Alba and certain other towns; while Romus founded Capua, after his great-grandfather Capys; Anchisa, after his forefather Anchises; Aeneia, which was later called Aneiclum, after his father; and Rome after himself. And that when this city had been deserted for some times, upon the arrival again of another colony which the Albans sent out, led by Romulus and Romus, it recovered its ancient foundation; so that there were two foundations of Rome, the one taking place a little after the Trojan War, and the other fifteen generations later than the former.
6. Εἰ δέ τις ἀπιδεῖν βουλήσεται τὰ προσωτέρω, καὶ τρίτη τις ἀρχαιοτέρα τούτων εὑρεθήσεται Ῥώμη, γενομένη πρὶν Αἰνείαν καὶ Τρῶας ἐλθεῖν ἐν Ἰταλίᾳ. Ταῦτα δὲ οὐ τῶν ἐπιτυχόντων τις οὐδὲ νέων συγγραφεὺς ἱστόρηκεν, ἀλλ' Ἀντίοχος ὁ Συρακούσιος, οὗ καὶ πρότερον ἐμνήσθην. Φησὶ δὲ Μόργητος ἐν Ἰταλίᾳ βασι-
6. And if anyone should wish to look at what is still further back, even a third Rome, more ancient than these, will be found, having come into being before Aeneas and the Trojans came into Italy. And this no ordinary or recent writer has related, but Antiochus of Syracuse, whom I have also mentioned before. He says that when Morges was reigning in Italy
PG 19:279Read from the page
λεύοντος (ἦν δὲ τότε Ἰταλία ἡ ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιος) ἐλθεῖν πρὸς αὐτὸν ἄνδρα φυγάδα ἐκ Ῥώμης. Λέγει δὲ ὧδε· ἐπεὶ δὲ Ἰταλὸς κατεγήρα, Μόργης ἐβασίλευσεν. Ἐπὶ τούτου δὲ ἀνὴρ ἀφίκετο ἐκ Ῥώμης φυγὰς, Σίκελος ὄνομα αὐτῷ. Κατὰ μὲν δὴ τὸν Συρακούσιον συγγραφέα, παλαιά τις εὑρίσκεται προτεροῦσα τῶν Τρωϊκῶν χρόνων ἡ Ῥώμη. Πότερον δὲ περὶ τοὺς αὐτοὺς ἦν τόπους, ἐν οἷς ἡ νῦν οἰκουμένη πόλις ἐστὶν, ἢ χωρίον ἕτερον οὕτως ἐτύγχανεν ὀνομαζόμενον, ἀσαφὲς ἐκείνου καταλιπόντος, οὐδ' ἐγὼ δύναμαι συμβαλεῖν. Περὶ μὲν οὖν τῶν παλαιῶν κτίσεων ἱκανὰ ἡγοῦμαι τὰ προειρημένα.
(and Italy at that time was the coast from Tarentum as far as Poseidonia), there came to him a man exiled from Rome. And he speaks thus: When Italus grew old, Morges reigned. In his time a man arrived as an exile from Rome; Sicelus was his name. According to the Syracusan writer, then, an ancient Rome is found preceding the Trojan times. Whether it was around the same places in which the presently inhabited city is, or another place happened to be so named, since he left it unclear, neither am I able to conjecture. Concerning the ancient foundations, then, I consider what has been said above sufficient.
7. Τὸν δὲ τελευταῖον τῆς Ῥώμης γενόμενον οἰκισμὸν, ἢ κτίσιν, ἢ ὅτι δήποτε χρὴ καλεῖν, Τίμαιος μὲν ὁ Σικελιώτης οὐκ οἶδ' ὅτῳ κανόνι χρησάμενος, ἅμα Καρχηδόνι κτιζομένῃ γενέσθαι φησὶν, ὀγδόῳ καὶ τριακοστῷ πρότερον ἔτει τῆς πρώτης ὀλυμπιάδος· Λεύκιος δὲ Κίγκλιος, ἀνὴρ τῶν ἐκ τοῦ βουλευτικοῦ συνεδρίου, περὶ τὸ τέταρτον ἔτος τῆς δωδεκάτης ὀλυμπιάδος· Κόϊντος δὲ Φάβιος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδόης ὀλυμπιάδος. Κάτων δὲ Πόρκιος Ἑλληνικὸν μὲν οὐχ ὁρίζει χρόνον, ἐπιμελὴς δὲ γενόμενος, εἰ καί τις ἄλλος, εἰς τὴν συναγωγὴν τῆς ἀρχαιολογουμένης ἱστορίας, ἔτεσιν ἀποφαίνει δυσὶ καὶ τριάκοντα καὶ τετρακοσίοις ὑστεροῦσαν τῶν Ἰλιακῶν. Ὁ δὲ χρόνος οὗτος ἀναμετρηθεὶς ταῖς Ἐρατοσθένους χρονογραφίαις, κατὰ τὸ πρῶτον ἔτος πίπτει τῆς ἑβδόμης ὀλυμπιάδος. Ὅτι δέ εἰσιν οἱ κανόνες ὑγιεῖς οἷς Ἐρατοσθένης κέχρηται, καὶ πῶς ἄν τις ἀπευθύνοι τοὺς Ῥωμαίων χρόνους πρὸς τοὺς Ἑλληνικοὺς, ἐν ἑτέρῳ δεδήλωταί μοι λόγῳ. Cap. 72-74.
7. As for the last settlement of Rome that took place, or founding, or whatever one ought to call it, Timaeus of Sicily, using I know not what canon, says that it took place at the same time as Carthage was being founded, in the thirty-eighth year before the first Olympiad; Lucius Cincius, a man of the senatorial council, around the fourth year of the twelfth Olympiad; and Quintus Fabius in the first year of the eighth Olympiad. Porcius Cato does not define a Greek time, but being careful, if anyone ever was, in the collection of ancient history, declares it to be four hundred and thirty-two years later than the Trojan War. And this time, when measured by the chronographies of Eratosthenes, falls in the first year of the seventh Olympiad. That the canons which Eratosthenes has used are sound, and how one may adjust the times of the Romans to those of the Greeks, I have shown in another discourse. Chapters 72-74.
Τινὲς βούλονται Κρόνον πρῶτον ἀλβανὸν κρατῆσαι τῶν κατὰ τὴν ἑσπέραν τόπων· μεθ' ὃν φασὶ Πεῖκον υἱὸν αὐτοῦ, τὸν καὶ Δία, βασιλεῦσαι· εἶτα Φαῦνον Διὸς υἱὸν, τὸν καὶ Ἑρμῆν· ἐφ' οὗ Ἡρακλῆς ἐπανελθὼν ἀπὸ Σπανίας . . . καὶ μετ' αὐτὸν Λατῖνον, ἐφ' οὗ Αἰνείας μετὰ τὴν ἅλωσιν Τροίας ἐλθὼν ὅπλοις καὶ πλούτῳ βασιλικῷ παρεσκευασμένος ζεύγνυται Λαβηνίᾳ θυγατρὶ αὐτοῦ, καὶ βασιλεύει Λατίνων. Ex Syncello p. 237. C-D, sed cum varietate.
Some hold that Cronus first, an Alban, ruled over the western places; after whom they say that his son Picus, also called Zeus, reigned; then Faunus the son of Zeus, also called Hermes; in whose time Heracles returning from Spain . . . and after him Latinus, in whose time Aeneas, coming after the capture of Troy equipped with arms and royal wealth, is joined in marriage to his daughter Lavinia, and reigns over the Latins. From Syncellus p. 237 C-D, but with variation.
Περὶ τῆς ἀρχαιολογίας Ῥωμαίων ἐκ τῆς ζʹ Διοδώρου Σικελιωτοῦ.
Concerning the ancient history of the Romans, from the 7th book of Diodorus of Sicily.
1. Ἔνιοι μὲν οὖν τῶν συγγραφέων πλανηθέντες ὑπέλαβον τοὺς περὶ τὸν Ῥώμυλον ἐκ τῆς Αἰνείου θυγατρὸς γεννηθέντας κεκτικέναι τὴν Ῥώμην· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει· πολλῶν μὲν ἐν τῷ μεταξὺ χρόνῳ,
1. Some of the writers, then, having erred, supposed that those around Romulus, born of the daughter of Aeneas, founded Rome; but the truth is not so, since in the intervening time many
PG 19:281Read from the page
piadis septimae primordia Romae fuerunt, quo fit ut id aedificium quadringentesimo ac tricesimo tertio anno et paulo amplius post Troicum bellum contigerit. Namque Aeneas tribus elapsis post Trojam captam annis, Latinorum regni compos fuit, eoque per triennium retento, ex hominum conspectu evanuit, atque immortales honores adeptus est. Qui huic in imperium successit Ascanius Albam condidit, quae nunc Longa appellatur ; eamque de fluvii nomine nuncupavit, qui illa quidem aetate Alba dicebatur, nunc autem Tiberis audit.
of the seventh Olympiad were the beginnings of Rome, whereby it comes to pass that that building took place in the four hundred and thirty-third year and a little more after the Trojan war. For Aeneas, when three years had elapsed after the capture of Troy, gained possession of the kingdom of the Latins, and having retained it for a space of three years, vanished from the sight of men, and obtained immortal honours. Ascanius, who succeeded him in the rule, founded Alba, which is now called Longa; and he named it from the name of the river, which in that age indeed was called Alba, but now is called Tiber.
2. Sed enim de Urbis appellatione Fabius Romanarum rerum scriptor aliam fabulam comminiscitur. Ait enim, Aeneae oraculum editum, fore ut aliquis quadrupes condendae urbis situm ipsi demonstraret. Jam vero cum is suem toto corpore albam praegnantemque hostiae loco mactaturus esset, hanc manibus elapsam cursu concito in quemdam collem evasisse, ibique triginta porcellos edidisse. Portento obstupefactum Aeneam, statim oraculi jussa exsequi decrevisse : cumque jam exaedificando loco manum admoveret, visionem quamdam in somnis perspicue oblatam deterruisse eum ab incoepto, eidemque jussisse ut nonnisi post annos triginta, pro triginta porcellorum numero, aedificium moliretur. Eum igitur a proposito interim destitisse.
2. Yet concerning the naming of the City, Fabius, the writer of Roman history, devises another story. For he says that an oracle was given to Aeneas that some quadruped would point out to him the site of the city to be founded. And now, when he was about to sacrifice as a victim a sow white in her whole body and pregnant, she slipped from their hands and escaped at a rapid run onto a certain hill, and there brought forth thirty piglets. Aeneas, astonished at the portent, immediately resolved to carry out the commands of the oracle: and when he was already setting his hand to building up the place, a certain vision clearly presented in his sleep deterred him from the undertaking, and ordered him not to construct the building until after thirty years, according to the number of the thirty piglets. He therefore desisted in the meantime from his purpose.
3. Aenea vitae erepto, ab Ascanio filio ejus regnante collem aedificiis post annos triginta occupatum, eamque structuram appellatam de colore suis Albam. (Latini enim proprio idiomate τὸ λευκὸν album dicunt.) Praeterea superadditam appellationem Longam, nempe μακρὰν, idcirco quia parum in latum patens, in longum magnopere deduceretur.
3. After Aeneas was taken from life, the hill was occupied with buildings after thirty years by his son Ascanius during his reign, and that structure was called Alba from the colour of the sow. (For the Latins in their own idiom call the white album.) Furthermore, the appellation Longa, namely long, was added thereto, because, extending little in breadth, it was drawn out greatly in length.