Εἰρώμου διεδέξατο τὴν βασιλείαν Βαλεάζαρος ὁ υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα τρία, ἐβασίλευσεν ἔτη ἑπτά. Μετὰ τοῦτον Ἀβδάσταρτος, ὁ αὐτοῦ υἱὸς, βιώσας ἔτη εἴκοσι ἐννέα, ἐβασίλευσεν ἔτη ἐννέα. Τοῦτον οἱ τῆς τροφοῦ αὐτοῦ υἱοὶ τέσσαρες ἐπιβουλεύσαντες ἀπώλεσαν, ὧν ὁ πρεσβύτερος ἐβασίλευσεν ἔτη δεκαδύο. Μεθ' οὓς Ἄσταρτος ὁ Δελαιαστάρτου, ὃς βιώσας ἔτη πεντήκοντα τέσσαρα, ἐβασίλευσεν ἔτη δώδεκα. Μετὰ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀσέρυμος, βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα, ἐβασίλευσεν ἔτη ἐννέα. Οὗτος ἀπώλετο ὑπὸ τοῦ ἀδελφοῦ Φέλητος, ὃς λαβὼν τὴν βασιλείαν ἦρξε μῆνας ὀκτὼ, βιώσας ἔτη πεντήκοντα. Τοῦτον ἀνεῖλεν Εἰθώβαλος ὁ τῆς Ἀστάρτης ἱερεὺς, ὃς βασιλεύσας ἔτη τριάκοντα δύο, ἐβίωσεν ἔτη ἑξήκοντα ὀκτώ. Τοῦτον διεδέξατο Βαδέζωρος υἱὸς, ὃς βιώσας ἔτη τεσσαράκοντα πέντε, ἐβασίλευσεν ἔτη ἕξ. Τούτου διάδοχος γέγονε Μάτγηνος ὁ υἱὸς, ὃς βιώσας ἔτη τριάκοντα δύο, ἐβασίλευσεν ἔτη ἐννέα. Τούτου διάδοχος γέγονε Φυγμαλίων, βιώσας δ' ἔτη πεντήκοντα ἕξ, ἐβασίλευσεν ἔτη τεσσαράκοντα ἑπτά. Ἐν δὲ τῷ ἐπ' αὐτοῦ ἑβδόμῳ ἔτει ἡ ἀδελφὴ αὐτοῦ φυγοῦσα, ἐν τῇ Λιβύῃ πόλιν ᾠκοδόμησε Καρχηδόνα.
Hiromus, his son Baleazarus succeeded to the kingdom, who, having lived forty-three years, reigned seven years. After him Abdastartus, his son, having lived twenty-nine years, reigned nine years. Against him the four sons of his nurse plotted and slew him, the eldest of whom reigned twelve years. After them Astartus the son of Delaiastartus, who, having lived fifty-four years, reigned twelve years. After him his brother Aserymus, having lived fifty-four years, reigned nine years. He was slain by his brother Pheles, who, seizing the kingdom, ruled eight months, having lived fifty years. Him Ithobalus the priest of Astarte slew, who, having reigned thirty-two years, lived sixty-eight years. Him his son Badezorus succeeded, who, having lived forty-five years, reigned six years. His successor was his son Matgenus, who, having lived thirty-two years, reigned nine years. His successor was Phygmalion, and having lived fifty-six years, he reigned forty-seven years. And in the seventh year of his reign his sister fled, and built in Libya the city of Carthage.
5. Συνάγεται δὴ πᾶς ὁ χρόνος ἀπὸ τῆς Εἰρώμου βασιλείας ἄχρι Καρχηδόνος κτίσεως, ἔτη ρνεʹ, μῆνες ηʹ. Ἐπὶ δὲ δωδεκάτῳ ἔτει τῆς Εἰρώμου βασιλείας, ἐν Ἱεροσολύμοις ᾠκοδομήθη ὁ ναός. Γέγονεν οὖν ἀπὸ τῆς οἰκοδομήσεως τοῦ ναοῦ ἄχρι Καρχηδόνος κτίσεως, ἔτη ἑκατὸν τεσσαράκοντα τρία, μῆνες ὀκτώ. Τῆς μὲν οὖν παρὰ Φοινίκων μαρτυρίας τί δεῖ προσθεῖναι πλείω; Βλέπεται γὰρ τἀληθὲς ἰσχυρῶς ὡμολογημένον. Καὶ πολὺ δήπου προάγει τῆς τοῦ νεὼ κατασκευῆς ἡ τῶν προγόνων ἡμῶν εἰς τὴν χώραν ἄφιξις. Ὅτε γὰρ αὐτὴν πᾶσαν πολέμῳ παρέλαβον, τότε τὸν νεὼν κατεσκεύασαν· καὶ ταῦτα σαφῶς ἐκ τῶν ἱερῶν γραμμάτων ὑπ' ἐμοῦ δεδήλωται διὰ τῆς ἀρχαιολογίας. Ex opere contra Apionem , I, 17 18.
5. All the time, accordingly, from the reign of Hiromus until the founding of Carthage sums up to 155 years, 8 months. And in the twelfth year of the reign of Hiromus, the temple was built in Jerusalem. There have elapsed, therefore, from the building of the temple until the founding of Carthage, one hundred and forty-three years, eight months. To the testimony from the Phoenicians, then, what need is there to add more? For the truth is seen to be strongly acknowledged. And the arrival of our forefathers in the land surely precedes by far the construction of the temple. For when they had taken possession of the whole of it in war, then they constructed the temple; and these things have been clearly shown by me from the sacred scriptures in the Antiquities. From the work Against Apion, I, 17, 18.
Καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἑβδομήκοντα, καταλήξασα εἰς τὸ δεύτερον ἔτος τοῦ Δαρείου τοῦ Ὑστάσπου, τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως· ἐφ' οὗ Ἀγγαῖος καὶ Ζαχαρίας, καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος, προφητεύουσι· καὶ ἦν ἀρχιερεὺς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ. Ex Clemente, Strom. I, 21, p. 395.
And the captivity remained for seventy years, ending in the second year of Darius the son of Hystaspes, who had become king of the Persians and Assyrians and Egyptians; under whom Haggai and Zechariah, and the Angel from among the Twelve, prophesy; and Joshua the son of Josedec was high priest. From Clement, Stromata I, 21, p. 395.