Migne Reading Room

PG 19 · cols. 1329–1333 · Read from the page

Andrew of Crete, On the Solar and Lunar Cycles

Andrew of Crete, On the Solar and Lunar Cycles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1329Read from the page
εἰς τὸν Μάρτιον, εἴτε εἰς τὸν Ἀπρίλιον εὑρεθῇ τὸ Πάσχα, τοσαύτας εἶναι γίνωσκε καὶ τὰς τῆς νηστείας τῶν ἁγίων ἀποστόλων ἡμέρας.
in March or in April Pascha be found, know that the days of the fast of the holy Apostles also are so many.
Κράτει τὰ κάτω τῶν χιλιοντάδων καὶ ἑκατοντάδων τῶν ἀπὸ κτίσεως κόσμου· καὶ πρόσθεττε καὶ ἕτερα κδʹ· καὶ ποίησον σταθμόν· καὶ ὕφελε αὐτὰ ὑπὸ τῶν κηʹ· καὶ τὰ ἐναπομείναντα ἐν τῇ χειρί σου αὐτός ἐστιν ὁ κύκλος τοῦ ἡλίου. Καὶ οὕτως ποίει κατ' ἔτος.
Take the numbers below the thousands and hundreds of the years from the creation of the world; and add also another 24; and make a total; and divide them by 28; and the things remaining in your hand, that very thing is the cycle of the sun. And do thus each year.
Ὁμοίως καὶ περὶ τῆς σελήνης.
Likewise also concerning the moon.
Κράτει τὰ αὐτὰ κούντουρα τῶν χιλιοντάδων καὶ ἑκατοντάδων, τῶν ἀπὸ κτίσεως κόσμου· πρόσθες καὶ ἕτερα ιζʹ· καὶ ποίησον αὐτὰ στοθμόν· καὶ ὕφελε ὑπὸ τῶν ιθʹ· καὶ τὰ ἐναπολειφθέντα ἐν τῇ χειρί σου αὐτός ἐστιν ὁ κύκλος τῆς σελήνης.
Take the same remainders after the thousands and hundreds of the years from the creation of the world; add also another 17; and make them a total; and divide by 19; and the things left remaining in your hand, that very thing is the cycle of the moon.
Ὁμοίως καὶ ἡ ἴνδικτος ἀναβιβάζεται ἤτοι κατ' ἔτος.
Likewise also the indiction is carried up, that is, each year.
Κράτει τὰ ἀπὸ κτίσεως κόσμου· ἅπαντα πρόσθες, καὶ ὕφελε αὐτὰ ὑπὸ τῶν ιεʹ· καὶ τὰ ἐναπολειφθέντα ἐν τῇ χειρί σου αὕτη ἐστὶν ἴνδικτος.
Take the years from the creation of the world; add all together, and divide them by 15; and the things left remaining in your hand, this is the indiction.
Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ἥλιος ἄρχεται ἀπὸ τῆς αʹ τοῦ Ὀκτωμβρίου μηνός· ἡ δὲ σελήνη ἀπὸ τῆς αʹ τοῦ Ἰανουαρίου μηνός· καὶ ἡ ἴνδικτος ἀπὸ τῆς αʹ τοῦ Σεπτεμβρίου μηνός.
And know this also, that the sun begins from the 1st of the month of October; and the moon from the 1st of the month of January; and the indiction from the 1st of the month of September.
Εἰς τὸ εὑρεῖν σε τὸ νομικὸν Πάσχα, κράτησον τοῦ ἐπιζητουμένου ἔτους τὸν κύκλον τῆς σελήνης, ὁπόσος ἐστὶ, καὶ ἑνδεκαπλασίασον αὐτόν· πρόσθες δὲ καὶ ἑτέρας ςʹ τῶν ἀπ' αἰώνων· ἰστέον δὲ, ὅτι εἰς τὸν ιζʹ κύκλον, καὶ ιηʹ, καὶ ιθʹ οὐ προστίθης ςʹ τῶν ἀπ' αἰώνων, ἄλλα ζʹ· ἐν δὲ τοῖς ἄλλοις ὅλοις κύκλοις ςʹ καὶ μόνας, ὡς ἔφημεν. Εἶθ' οὕτως ἀνάλυσον αὐτὰ διὰ τῶν λʹ· καὶ τὰ κάτωθεν τῶν λʹ κράτησον· ἀρξάμενος ἀπὸ τοῦ Μαρτίου μηνὸς, ἀρίθμει ἐπάνω αὐτῶν, ἕως ὅτου ἱκανώσῃς νʹ ἡμέρας· καὶ εἰ μὲν ἱκανωθῶσιν αἱ νʹ ἡμέραι ἐντὸς τῶν Μαρτίου, χάρις· εἰ δ' οὔ, λάμβανε καὶ ἀπὸ τοῦ Ἀπριλίου μηνὸς, ἕως ὅτου ἱκανώσῃς αὐτάς. Ἐν ᾗ δ' ἂν ἡμέρᾳ ἱκανωθῶσιν αἱ νʹ ἡμέραι, ἐν αὐτῇ τῇ ἡμέρᾳ κατὰ τὸ ἐπιζητούμενον ἔτος γίνεται τὸ νομικὸν Πάσχα.
For you to find the legal Passover, take the cycle of the moon of the sought year, whatever it is, and multiply it by eleven; and add also another 6 of those from the ages; and one must know that in the 17th cycle, and 18th, and 19th you do not add 6 of those from the ages, but 7; whereas in all the other cycles 6 only, as we said. Then thus divide them by 30; and hold the things below 30; beginning from the month of March, count upon them until you complete 50 days; and if the 50 days are completed within the days of March, well and good; if not, take also from the month of April until you complete them. And on whatever day the 50 days are completed, on that very day in the sought year the legal Passover takes place.
Notes, col. 1329

On the reading

Printed στοθμόν, for σταθμόν.

Printed ἄλλα, for ἀλλὰ.

PG 19:1332Read from the page
Εἰς τὸ εὑρεῖν σε ἐν ποίᾳ ἡμέρᾳ ἦν τὸ νομικὸν Πάσχα.
For you to find on what day the legal Passover was.
Κράτησον τὸν κύκλον τοῦ ἡλίου, καὶ τὰ βίσεξτα, ὁπόσα εἰσί. Πρόσθες δὲ καὶ τὰς ἡμέρας τοῦ νομικοῦ Πάσχα, οἵου μηνὸς ἦν, καὶ ὁπόσαι εἰσί. Καὶ εἰ μὲν ἔστι τὸ νομικὸν Πάσχα εἰς τὸν Μάρτιον μῆνα, πρόσθες καὶ ιαʹ ὑπὲρ τῶν μηνῶν· οἵτινές εἰσιν ἀπὸ τοῦ Ὀκτωμβρίου μηνὸς ἄχρι τοῦ Ἰανουαρίου καὶ αὐτοῦ· ἀπὸ μὲν τοῦ μηνὸς τοῦ ἔχοντος ἡμέρας λʹ λαμβάνεις ἡμέρας δύο· ἀπὸ δὲ τοῦ ἔχοντος λαʹ ἡμέρας λαμβάνεις γʹ· εἰ δ' ἐστὶν εἰς τὸν Ἀπρίλιον τὸ νομικὸν Πάσχα, πρόσθες καὶ ὑπὲρ τοῦ Μαρτίου ἡμέρας γʹ. Καὶ ἰδοὺ γίνονται ιδʹ. Καὶ οὕτως ἑνώσας πάντα, ἀνάλυσον διὰ τῶν ζʹ· καὶ ὅσα κάτωθεν τῶν ζʹ ἐναπομείνουσι, δηλοῦσι τὴν ἡμέραν τοῦ νομικοῦ Πάσχα. Ἐπὰν δὲ εὕρῃς αὐτὴν, ἄνελθε ἄχρις τῆς Κυριακῆς, καθὰ ἐδιδάχθης, καὶ εὑρήσεις τὸ τῶν Χριστιανῶν Πάσχα.
Take the cycle of the sun, and the bissextile days, however many they are. And add also the days of the legal Passover, of whichever month it was, and however many they are. And if the legal Passover is in the month of March, add also 11 on behalf of the months, which are from the month of October up to January inclusive: from the month having 30 days you take two days, and from that having 31 days you take 3; and if the legal Passover is in April, add also on behalf of March 3 days. And behold they become 14. And having thus united all, divide by 7; and as many as remain below 7 declare the day of the week of the legal Passover. And when you have found it, go up until Sunday, just as you were taught, and you will find the Pascha of the Christians.
Εἰς τὸ εὑρεῖν τὸ Χριστιανὸν Πάσχα.
For finding the Christian Pascha.
Κράτησον τοῦ ἐπιζητουμένου ἔτους τὸν κύκλον τοῦ ἡλίου· πρόσθες δὲ καὶ τὰ παρελθόντα βίσεξτα· τουτέστι κατὰ δʹ κύκλους ἡμέραν αʹ. Εἶθ' οὕτως, εἰ μέν ἐστι τὸ νομικὸν Πάσχα εἰς τὸν Μάρτιον μῆνα, πρόσθες τὰς ἐπακτὰς αὐτοῦ εʹ· εἰ δέ ἐστιν εἰς τὸν Ἀπρίλιον, πρόσθες αʹ τὴν αὐτοῦ ἐπακτήν. Ἑνώσας δὲ πάντα, ἀνάλυσον διὰ τῶν ζʹ· καὶ τὰ κάτωθεν τῶν ζʹ δηλοῦσι τὴν ἀρχιμηνίαν τοῦ μηνὸς, ἐν ᾧ γίνεται τὸ νομικὸν Πάσχα. Εἶθ' οὕτως ἀρίθμησον ἀπ' αὐτῆς τῆς ἀρχιμηνίας, ὅπως εὕρῃς ἐν ποίᾳ ἡμέρᾳ γίνεται τὸ νομικὸν Πάσχα. Ἐπὰν δὲ εὕρῃς αὐτὴν, εἰ μὲν Κυριακὴ εἴη, ἄνελθε εἰς τὴν ἐπερχομένην Κυριακήν· κἀκεῖσε ἦν τὸ Χριστιανῶν Πάσχα· εἰ δὲ δευτέρα ἐστὶν, ὡσαύτως τῇ ἐρχομένῃ Κυριακῇ, καὶ καθεξῆς ἄχρι τοῦ σαββάτου· ἐν γὰρ μιᾷ ἑβδομάδι γίνονται ἄμφω τὰ Πάσχα, ἐν μιᾷ δὲ ἡμέρᾳ οὐδαμῶς.
Take the cycle of the sun of the sought year; and add also the past bissextile days, that is, 1 day for every 4 cycles. Then thus, if the legal Passover is in the month of March, add its epacts, 5; and if it is in April, add 1, its epact. And having united all, divide by 7; and the things below 7 declare the first day of the month in which the legal Passover takes place. Then thus count from that first day of the month, so that you may find on what day of the week the legal Passover takes place. And when you have found it, if it should be Sunday, go up to the following Sunday, and there was the Pascha of the Christians; and if it is Monday, likewise on the coming Sunday, and in order up to Sabbath; for both Paschas take place in one week, but on one day by no means.
Δεῖ γινώσκειν πῶς γίνονται αἱ ἐπακταὶ τῶν μηνῶν. Ὁ ἐνιαυτὸς ἔχει ἡμέρας τξεʹ. Ταύτας ἀναλύσας διὰ τῶν ζʹ, ἀπομένει μία. Ταύτην τὴν μίαν προστίθητι, καὶ ἀπὸ τοῦ Ὀκτωμβρίου γʹ· καὶ γίνονται δʹ. Ταύτας πρόσθες τῷ Νοεμβρίῳ. Κράτει πάλιν τὰς δʹ, πρόσθες καὶ ἀπὸ τοῦ Νοεμβρίου βʹ· καὶ γίνονται ςʹ εἰς τὸν Δεκέμβριον. Πάλιν κράτησον τὰς αὐτὰς ςʹ, καὶ πρόσθες καὶ ἀπὸ τοῦ Δεκεμβρίου γʹ· καὶ γίνονται θʹ. Ἀπόῤῥιψον τὰς ζʹ· καὶ ἀπομένουσι δύο εἰς τὸν Ἰανουάριον. Πρόσθες καὶ γʹ ἀπὸ τοῦ Ἰανουαρίου, καὶ γίνονται εʹ εἰς τὸν Φεβρουάριον. Αἱ δ' αὐταί εἰσι καὶ εἰς τὸν Μάρτιον. Πάλιν κράτησον τὰς πέντε, καὶ πρόσθες καὶ ἀπὸ τοῦ Μαρτίου γʹ· καὶ γίνονται ηʹ. Ἀπόῤῥιψον τὰς ζʹ, ἐναπομένει καὶ αʹ εἰς τὸν Ἀπρίλιον. Κράτησον πάλιν αὐτὴν τὴν αʹ· πρόσθες καὶ δύο ἀπὸ τοῦ Ἀπριλίου, καὶ γίνονται γʹ εἰς τὸν Μάϊον. Πάλιν κράτησον αὐτὰς τὰς γʹ· πρόσθες καὶ ἀπὸ τοῦ Μαΐου γʹ, καὶ γίνονται ςʹ εἰς τὸν Ἰούνιον. Πάλιν κράτησον αὐτὰς τὰς ςʹ, καὶ πρόσθες ἀπὸ τοῦ Ἰουνίου βʹ, γίνονται ηʹ. Ἀπόῤῥιψον τὰς ζʹ, ἀπομένει
One must know how the epacts of the months arise. The year has 365 days. Having divided these by 7, one remains. Add this one, and from October 3; and they become 4. Add these to November. Hold again the 4, add also from November 2; and they become 6 for December. Again hold the same 6, and add also from December 3; and they become 9. Cast away the 7; and two remain for January. Add also 3 from January, and they become 5 for February. And they are the same also for March. Again hold the five, and add also from March 3; and they become 8. Cast away the 7, and 1 remains for April. Hold again that 1; add also two from April, and they become 3 for May. Again hold those 3; add also from May 3, and they become 6 for June. Again hold those 6, and add from June 2, they become 8. Cast away the 7, there remains
PG 19:1333Read from the page
Αἱ ἐπακταὶ ἑκάστου μηνός.
The epacts of each month.
Μὴν Ὀκτώμβριος αʹ Μὴν Ἀπρίλιος αʹ
Month October 1. Month April 1.
Μὴν Νοέμβριος δʹ Μὴν Μάϊος γʹ
Month November 4. Month May 3.
Μὴν Δεκέμβριος ςʹ Μὴν Ἰούνιος ςʹ
Month December 6. Month June 6.
Μὴν Ἰανουάριος βʹ Μὴν Ἰούλιος αʹ
Month January 2. Month July 1.
Μὴν Φεβρουάριος εʹ Μὴν Αὔγουστος δʹ
Month February 5. Month August 4.
Μὴν Μάρτιος εʹ Μὴν Σεπτέμβριος ζʹ
Month March 5. Month September 7.
Εἰ βούλῃ εὑρεῖν σε τὸ θεμέλιον τοῦ φεγγαρίου, ὁπότε λήθη γίνεται· κράτησον τοῦ ἐπιζητουμένου ἔτους τὸν κύκλον τῆς σελήνης ὁπόσος καὶ ἦν· καὶ ἑνδεκαπλασίασον αὐτόν· καὶ πρόσθες ἐπάνω αὐτοῦ ἕτερα γʹ. Εἶθ' οὕτως ἀνάλυσον αὐτὰ διὰ τῶν λʹ· καὶ τὰ κάτωθεν τῶν λʹ δηλοῦσι τὸ θεμέλιον τοῦ φεγγαρίου
If you wish to find the foundation of the moon, whenever forgetfulness occurs: take the cycle of the moon of the sought year, whatever it was; and multiply it by eleven; and add upon it another 3. Then thus divide them by 30; and the things below 30 declare the foundation of the moon.
Ἐπειδὴ δὲ καὶ οἱ κατ' οὐρανὸν ἀστέρες ἀνατέλλοντες κατὰ τοὺς τεταγμένους αὐτοῖς ὑπὸ τοῦ Θεοῦ καιροὺς, καὶ δύνοντες ὁμοίως τὸν ἀέρα ἀλλοιοῦσιν, ὡς συμβαίνειν ἐκ τούτου καὶ ἀνέμους ἄλλοτε ἄλλως πνεῖν· ἀναγκαῖον ἐνόμισα ἐνταῦθα δηλῶσαι καιροὺς, ἐν οἷς αὐτῶν, σαφῶς ἀλλοιούντων τὸν ἀέρα, ἀνατολαὶ καὶ δύσεις γίνονται. Καὶ γὰρ τῶν ὑγιαινόντων τὰ σώματα, καὶ πολλῷ μᾶλλον τῶν νοσούντων, ἀλλοιοῦται πρὸς τὴν τοῦ ἀέρος κατάστασιν.
Since the stars in heaven also, rising according to the seasons ordained for them by God, and setting likewise alter the air, so that from this it happens that winds also blow at different times in different ways, I thought it necessary to set forth here the seasons in which the risings and settings of those that clearly alter the air take place. For indeed the bodies of the healthy, and much more of the sick, are altered according to the state of the air.
Μηνὶ Δύστρῳ, ὅ ἐστι Μαρτίῳ ιθʹ, ὁ λεγόμενος Ἵππος ἀνατέλλει.
In the month Dystrus, which is March 19th, the so-called Horse rises.
Μηνὶ τῷ αὐτῷ κγʹ ἰσημερία ἐαρινή· καί ἐστι μεγίστη ταραχὴ τοῦ ἀέρος.
In the same month, 23rd, the vernal equinox; and there is a very great disturbance of the air.
Μηνὶ Ξανθικῷ, τουτέστιν Ἀπριλίῳ αʹ, Πληϊάδες ἀκρόνυχοι φαίνονται.
In the month Xanthicus, that is April 1st, the Pleiades appear at nightfall.
Μηνὶ τῷ αὐτῷ ιθʹ Πληϊάδες ἑσπέριοι κρύπτονται.
In the same month, 19th, the Pleiades are hidden in the evening.
Μηνὶ τῷ αὐτῷ καʹ Πληϊάδες ἅμα ἡλίου ἀνατολῇ ἐπιτέλλουσι· καί ἐστι μεγίστη ἡ περὶ τὸν ἀέρα ταραχή.
In the same month, 21st, the Pleiades rise together with the rising of the sun; and the disturbance about the air is very great.
Μηνὶ τῷ αὐτῷ κζʹ Ὠρίων ἑσπέριος κρύπτεται.
In the same month, 27th, Orion is hidden in the evening.
Μηνὶ Ἀρτεμισίῳ, ὅ ἐστι Μαΐῳ αʹ, Ὑάδες ἅμα ἡλίου ἀνατολῇ ἐπιτέλλουσι.
In the month Artemisius, which is May 1st, the Hyades rise together with the rising of the sun.
Μηνὶ τῷ αὐτῷ δʹ, Λύρα ἑσπέριος ἐπιτέλλει, καὶ ἀλλοιοῦται ἀὴρ ἱκανῶς.
In the same month, 4th, the Lyre rises in the evening, and the air is altered considerably.
Μηνὶ τῷ αὐτῷ ςʹ Αἲξ ἑῴα ἐπιτέλλει, καὶ σφόδρα ἀλλοιοῦται ὁ ἀὴρ πρὸ μιᾶς ἢ δύο.
In the same month, 6th, the Goat rises in the morning, and the air is vehemently altered one or two days before.
Μηνὶ Μαΐῳ ζʹ Πληϊάδες ἑῷαι φαίνονται, καὶ ἄρχεται ὁ ἀὴρ καθίστασθαι.
In the month of May, 7th, the Pleiades appear in the morning, and the air begins to settle.