Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογικῶν ὑπάρχουσι· καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ οὗτοι κατὰ μέρος ἡμᾶς, μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν, ἢ καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις Χριστιανοὺς, καθώς που εἷς ἐξ αὐτῶν φησι· Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου. Δεῦτε ἀκούσωμεν, καὶ διηγήσονται ἡμῖν πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ Θεοῦ, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις. Συνίωμεν ὃ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλῶν τῶν χρόνων. Δεῦτε, ἀπολαύσωμεν, ὡς λογικοὶ δαιτύμονες, τὰ διὰ στόματος Θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ· καθώς φησιν ὁ Κύριος, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά· ἀπὸ χαρᾶς ἄρχεται βοᾷν λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών. Χαῖρε σφόδρα, βοᾷ ὁ προφήτης πρὸς τὴν αἰχμαλωσίαν. Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Διὰ τὶ χαῖρε; καὶ διὰ τί σφόδρα τέρπου καὶ εὐφραίνου; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ Πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Χαῖρε, φησὶν, ὅτι ὑπεστράφης ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων, καὶ ἐκ τῆς ἐξουσίας τοῦ αἰῶνος τούτου, εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραὰμ, καθώς που ὁ μακάριος Παῦλός φησιν· Ὑμεῖς δὲ προσεληλύθατε Σιων ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, καὶ κριτῇ Θεῷ ζῶντι, καὶ πνεύμασι δικαίων τετελειωμένων· ὅθεν ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε τέρπου καὶ εὐφραίνου, καὶ χαῖρε σφόδρα, θύγατερ, ταύτης τῆς Σιὼν, δῆλον. Καὶ διὰ τί φησι, Σφόδρα χαίρω, ὦ προφῆτα; Χαῖρε, διότι οὐκέτι ὀδύναις ἐκείναις αἰχμαλωτεύσῃ· σφόδρα δὲ, διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε· ἀλλὰ βασιλεὺς αἰώνιος, καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος· καὶ καθὼς αἰωνία αὐτοῦ ἡ βασιλεία, οὕ-
And since the aforesaid prophets are banquet-hosts of rational souls, and just as the months of the year in turn nourish human bodies, so these also in turn nourish us, or rather in common at each feast, or even always, nourish the souls of the faithful, and inebriate Christians with divine teachings, as somewhere one of them says: They shall be inebriated from the fatness of Thy house. Come, let us hear, and all who love the kingdom of God will declare to us, what the great Zechariah, the glorious among the prophets, prophesies to us concerning it. Let us understand what the herald proclaims as good tidings, running ahead of the kingdom many ages before. Come, let us enjoy, as rational guests, the words proceeding out of the mouth of God through the spiritual banquet-host Zechariah; for to him it fell by lot to nourish us in this feast; as the Lord says, Man shall not live by bread alone, but by every word proceeding out of the mouth of God. For since sorrow is hated among men, and joy is desired, from joy he begins to cry out, saying: Rejoice greatly, O daughter of Sion. Rejoice greatly, cries the prophet to the captivity. O depth of the riches and wisdom and knowledge of God! Why rejoice? and why delight and be glad greatly? Because He who turns thee back has come, as the Father of the King who turns thee back proclaimed beforehand, saying: When the Lord turned back the captivity of Sion, we became as those comforted; then was our mouth filled with joy, and our tongue with exultation. Rejoice, he says, because thou hast been turned back from the captivity of the demons, and from the power of this age, unto the Jerusalem above, which thy father Abraham awaited, as somewhere the blessed Paul says: But you have come to Mount Sion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering, and to the church of the firstborn enrolled in the heavens, and to God the living Judge, and to the spirits of the righteous made perfect; whence pain, sorrow, and groaning have fled away; where the dwelling of all the rejoicing righteous is. Then delight and be glad, and rejoice greatly, O daughter of this Sion, clearly. And why, she says, do I rejoice greatly, O prophet? Rejoice, because thou shalt no longer be held captive by those pains; and greatly, because not as the rest of kings, so is He who delivers thee; but He is an eternal King, and eternal is His kingdom, as the angel Gabriel says to His mother and Virgin Mary: And of His kingdom there shall be no end; and just as His kingdom is eternal, s-